← 普鲁塔克

如何区分谄媚者与朋友

§5-6

谄媚者对友谊的摹仿及其辨别方法

本段分析了谄媚者如何巧妙摹仿友谊带来的欢愉、效劳、性格相似性乃至坦诚直言以博取信任,并指出应当通过相异之处来揭露其伪装。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

ὅτι μέντοι γε πάντων ἥδιστόν ἐστιν ἡ φιλία καὶ οὐδὲν ἄλλο μᾶλλον εὐφραίνει, διὰ τοῦτο καὶ ὁ κόλαξ ἡδοναῖς ὑπάγεται καὶ περὶ ἡδονάς ἐστιν. ὅτι δʼ ἡ χάρις καὶ ἡ χρεία τῇ φιλίᾳ παρέπεται καθʼ ὃ δὴ καὶ λέγεται πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος εἶναι, διὰ τοῦτʼ ἐμβάλλων εἰς τὰς ὑπουργίας ἑαυτὸν ὁ κόλαξ ἁμιλλᾶται σπουδαστικὸς ἀεὶ φαίνεσθαι καὶ ἄοκνος καὶ πρόθυμος. ἐπεὶ δὲ τὸ μάλιστα φιλίας ἀρχὴν συνέχον ὁμοιότης ἐστὶν ἐπιτηδευμάτων καὶ ἠθῶν, καὶ ὅλως τὸ χαίρειν τε τοῖς αὐτοῖς καὶ τὸ ταὐτὰ φεύγειν πρῶτον εἰς ταὐτὸ συνάγει καὶ συνίστησι διὰ τῆς ὁμοιοπαθείας, τοῦτο κατιδὼν ὁ κόλαξ αὑτὸν ὥσπερ ὕλην τινὰ ῥυθμίζει καὶ σχηματίζει, περιαρμόσαι καὶ περιπλάσαι ζητῶν οἷς ἂν ἐπιχειρῇ διὰ μιμήσεως, ὑγρὸς ὢν μεταβάλλεσθαι καὶ πιθανὸς ἐπὶ τὰς ἐξομοιώσεις, ὥστʼ εἰπεῖν "οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος αὐτὸς εἶ" ὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον,1 αἰσθανόμενος τὴν παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν ἰδίαν εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς φιλίας, τὸ δʼ ἀπαρρησίαστον ἄφιλον καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλʼ ὥσπερ οἱ δεινοὶ τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν γλυκέων ἀφαιροῦντες τὸ πλήσμιον, οὕτως οἱ κόλακες οὐκ ἀληθινὴν οὐδʼ ὠφέλιμον ἀλλʼ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν2 προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα δυσφώρατος ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν τρέπεσθαι συναφομοιοῦται τοῖς ὑποκειμένοις χρώμασι καὶ χωρίοις· ἐπεὶ δʼ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ ἀπογυμνοῦν αὐτὸν ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν, φησιν ὁ Πλάτων, χήτει οἰκείων κοσμούμενον εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας ἔφαμεν εἶναι τοῖς πλείστοις τὴν ταὐτὰ μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηται "γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ" εἰδὼς οὖν ὁ κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ πρῶτον ἐπιχειρεῖ πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς3 τοῖς αὐτοῖς ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ ψαύοντι τιθασὸς γένηται καὶ συνήθης, ψέγων μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων οὐ μέτριος ἀλλʼ ὥσθʼ ὑπερβάλλειν σὺν ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον.

然而,正因为友谊是世间最令人愉悦之事,没有任何其他事物能比它带来更多的欢欣,谄媚者也正是借由种种愉悦来引诱人,并整日盘桓于欢愉之事。又因为恩惠与急需总是伴随着友谊——正是根据这一点,人们才说朋友比水和火更加不可或缺——所以谄媚者投身于各种效劳之中,争相表现得始终热切、不知疲倦且充满干劲。再者,由于最能维系友谊肇始的纽带乃是志趣与性情的相似,总括来说,喜好相同之事并规避相同之事,最初通过同情共感将人们召集并联结在一起;谄媚者看准了这一点,便如同塑造某种原料一般调整和塑造自己,试图通过模仿,严丝合缝地贴合与塑造在自己所要结交的人身上。他变通自如,在模拟相似上极具说服力,以至于让人惊叹: “你不是阿喀琉斯的孩子,你分明就是他本人。” 而他所有伎俩中最狡诈的是:他察觉到坦诚直言既被称为、亦被视为仿佛是友谊这一生灵所独有的声音,而缺乏直言则是缺乏友爱且卑劣下贱的,因此他连这种直言也没有弃之不摹。相反,正如精湛的厨师使用苦涩的汁液和干涩的调料来消除甜食的腻滞一样,谄媚者也献出一种既非真实亦非有益的直言,那种直言不过是挤眉弄眼,纯粹为了给人搔痒取悦而已。因此,这种人极难被发觉,就如同那些生来善于变色、使自己与身底下的颜色和地形融为一体的走兽一样。但既然他凭借相似之处来欺瞒并掩盖自己,我们的任务便是借由相异之处来揭露他、剥去他的伪装——正如柏拉图所言,“因缺乏属于自己的东西,而以他人的色彩与形态装扮自己”。那么,让我们从头开始考察吧。我们曾说,对大多数人而言,友谊的开端在于那种同情共感的性情与天资,它适度接纳相同的习俗与品性,并在相同的志趣、事务和闲暇消遣中获得快乐;关于这一点,人们也曾作诗云: “老人对于老人具有最悦耳的言辞, 孩童对于孩童,女人亦与女人相契合; 患病之人对于患病之人,而身遭厄运者 对于经历磨难之人乃是抚慰之歌。” 因此,谄媚者深知喜爱、交往并热爱相似者乃是人类的天性,起初便试图从这一途径接近每个人并与之共处,犹如在某些共同的草场上,通过相同的行事、关于相同事物的消遣、相同的专注追求和生活方式,悄然贴近并沾染上相同的色彩,直至对方露出把柄,对于抚摸触碰之人变得驯服且亲近;他一面谴责那些他察知对方所厌恶的事务、生活方式与人物,另一面对于对方所喜爱之物则表现出非同寻常的赞赏,甚至到了伴随着震惊与赞叹而夸大其词的地步,以此证实自己的爱与恨乃是出于审慎的判断而非盲目的情感。

语法注3 条
  1. 51cὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον

    用于句首的关系代词 ὃ 引导的前置话题从句(prolepsis),意为“而在他所有的手段中最狡诈的是”,用以引出后文关于其摹仿直言的完整陈述,并作为主句动词 ἀπολέλοιπεν 的主旨前置。

  2. 51dοἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν

    分词短语 ἐπιλλώπτουσαν ἐξ ὀφρύος 是一个生动的比喻,意为“从眉下抛媚眼/挤眉弄眼”,指并非真诚斥责而是带着嬉闹与迎合的假意批评。它与 γαργαλίζουσαν(搔痒的)一同修饰 παρρησίαν,形容那种只为迎合耳目的虚假直言。

  3. 51eὥσπερ ἔν τισι νομαῖς

    源自 νομή(草场、放牧地)的比喻,借由牲畜在同一片牧场吃草来形象地指涉分享共同的生活方式与日常消遣。它与后面的分词 παραβάλλων(并靠、贴近)及 προσαναχρωννύμενος(浸染上相同色彩)构成了连贯的田园牧歌式具象比喻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:5-6