- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:3-4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出高超而真正的谄媚者不同于粗鄙的帮闲食客,他们以严肃真诚的伪装潜入友谊,使得人们极难在不误伤真朋友的前提下将其彻底剥离。
χαλεπὸν οὖν φαίη τις ἄν ἐστι1 διακρῖναι τὸν κόλακα καὶ τὸν φίλον, εἰ μήθʼ ἡδονῇ μήτʼ ἐπαίνῳ διαφέρουσι· καὶ γὰρ ἐν ὑπουργίαις καὶ διακονίαις πολλάκις ἰδεῖν ἐστι τὴν φιλίαν ὑπὸ τῆς κολακείας παρατρεχομένην. τί δʼ οὐ μέλλει,2 φήσομεν, ἂν τὸν ἀληθινὸν κόλακα καὶ μετὰ δεινότητος καὶ τέχνης ἁπτόμενον τοῦ πράγματος διώκωμεν, ἀλλὰ μή, καθάπερ οἱ πολλοί, τοὺς αὐτοληκύθους τούτους λεγομένους καὶ τραπεζέας καὶ μετὰ τὸ κατὰ χειρὸς ὕδωρ ἀκουομένους ὥς τις εἶπε κόλακας νομίζωμεν, ὧν ἐν μιᾷ λοπάδι καὶ κύλικι μετὰ βωμολοχίας καὶ βδελυρίας ἡ ἀνελευθερία γίγνεται κατάδηλος; οὐ γὰρ δήπου Μελάνθιον ἔδει τὸν Ἀλεξάνδρου τοῦ Φεραίου παράσιτον ἐξελέγχειν, ὃς τοῖς ἐρωτῶσι πῶς Ἀλέξανδρος ἐσφάγη διὰ τῆς πλευρᾶς ἔλεγεν εἰς τὴν γαστέρα τὴν ἐμήν, οὐδὲ τοὺς ἀμφὶ πλουσίαν τράπεζαν ἐγκυκλουμένους, οὓς οὐ πῦρ οὐ σίδαρος οὐδὲ χαλκὸς εἴργει μὴ φοιτᾶν3 ἐπὶ δεῖπνον, οὐδὲ τὰς ἐν Κύπρῳ κολακίδας, ἐπειδὴ διέβησαν εἰς Συρίαν, κλιμακίδας προσαγορευθείσας, ὅτι ταῖς γυναιξὶ τῶν βασιλέων ἀναβαίνειν ἐπὶ τὰς ἁμάξας διʼ αὑτῶν ὑποκατακλινόμεναι παρεῖχον.
因此有人会说,如果谄媚者与朋友在愉悦与赞美上都毫无二致,那么辨别二者便是极其困难的;因为在效劳与服侍中,我们常常能看到友谊被谄媚所超越。我们会回答说:如果我们所探究的是真正的谄媚者,即以极高的机巧与技艺从事此业的人,事情又怎能不如此呢?除非我们像大众那样,仅仅将那些所谓自备油瓶之人、清客食客,以及如某人所说“在净手之水端上后才被听闻”的人视为谄媚者,这些人的奴颜婢膝在一盘菜、一杯酒之间,伴随着下流的嘲弄与粗俗而暴露无遗。因为委实不需要去揭穿斐拉埃的亚历山大的帮闲梅兰提奥斯,此人面对询问亚历山大如何被刺杀的人,竟回答说“穿过了他的肋旁,刺入了我自己的肚肠”;同样不需要去揭穿那些盘桓于豪门餐桌四周、无论是火、铁还是青铜都无法阻挡其前去赴宴的人,或是塞浦路斯那些在渡海前往叙利亚后被称为“梯子”的女谄媚者,因为她们俯伏在地,提供自己的身体供王后们踏着登上马车。
τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδʼ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδʼ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ δεῖπνον, οὐδʼ ἔρριπται μεθυσθεὶς ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πράξεων μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ ὁ Πλάτων φησὶν ἐσχάτης ἀδικίας εἶναι δοκεῖν δίκαιον μὴ ὄντα, καὶ κολακείαν ἡγητέον χαλεπὴν τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν ἀπιστίας, συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. ὁ μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν ὠθεῖν καὶ διʼ ἀμφοτέρων· ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸ ἐρρέτω φίλος σὺν ἐχθρῷ, διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως ἢ τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν4 ἢ φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων πόρων ἢ συνεκπίπτει διὰ τῶν ἀραιῶν, οὕτως ἡ κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν.
那么,究竟应当防范谁呢?正是那看似不谄媚、亦不承认自己在谄媚的人;他既不会在厨房附近被抓个正着,也不会因测算日影赶赴宴席而被捉住,更不会喝得酩酊大醉随地倒卧,相反,他大抵清醒自持,多方操持,自以为必须参与大事,渴望分担机密言论,总而言之,他是友谊的悲剧演员,而非萨堤洛斯剧或喜剧的丑角。正如柏拉图所言,“非正义而看似正义,乃是极端的非正义”,因此应当将隐蔽的谄媚视为危险的,而非公开承认的谄媚;亦非嬉闹玩笑的谄媚,而是郑重其事的谄媚。因为如果我们不加留心,这种谄媚甚至会使往往与之交织重合的真正友谊也染上猜忌之疾。昔日戈布律阿斯与仓皇逃窜的拜火僧一同冲入暗室并与之搏斗,面对伫立在一旁犹豫不决的大流士,他厉声命令哪怕将两人一同刺穿也要下手;然而,如果我们无论如何都不赞同“让朋友随敌人一同灭亡”这句格言,那么在试图将因诸多相似之处而与朋友缠绕在一起的谄媚者剥离之时,我们就必须极其警惕,切不可在清除有害之物的同时连带抛弃了有益之物,或者因顾惜自己人而陷入祸害之中。因为我认为,正如混入小麦的野草种子,凡是与小麦具有相似形状和大小的,都极难被清理剔除——因为它们要么无法穿过狭窄的筛孔,要么穿过稀疏的孔径与麦粒一同落下——同样,谄媚将自身融混进友谊的每一种情感、每一次动向、每一种需求和日常习性之中,因而是极难分离的。
- 3φαίη τις ἄν ἐστι
潜在希求语气 φαίη τις ἄν(“有人或许会说”)作为插入语嵌入直陈式主句 χαλεπόν ἐστι(“是困难的”)中的结构。在意义上,χαλεπόν ἐστι 构成了主句的核心判断,而 φαίη τις ἄν 则作为插入语缓和了断定语气。
- 3τί δʼ οὐ μέλλει
惯用反问短语,意为“怎能不如此呢?”或“当然会这样”,与后文的条件状语从句 ἂν ... διώκωμεν(“如果我们探究……”)相呼应,对前述观点作出了理所当然的肯定回答。
- 50dμὴ φοιτᾶν
在表示阻碍、妨碍的动词 εἴργει 之后,不定式带有冗余否定词 μή,这是古典希腊语阻碍动词后的标准句式,意为“阻碍他们前去赴宴”。
- 51aμή πως ἢ τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν
由表示担忧的动词短语 ὀφείλομεν ... φοβεῖσθαι 引出的 μή 从句(顾虑虚拟式)。连词 ἤ ... ἤ(“要么……要么……”)将两种并列的危险相对比:要么在剔除恶物时连带有益之物一同抛弃,要么因顾惜同伴而反遭祸害。
