- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克引用柏拉图关于自爱的论述,揭示了过度的自爱如何为谄媚者提供可乘之机,指出谄媚往往附着于显贵之人,并强调必须在受害前辨明真正友谊与谄媚之重要性。
τῷ σφόδρα φιλεῖν ἑαυτόν, ὦ Ἀντίοχε Φιλόπαππε, φάσκοντι1 συγγνώμην μὲν ἅπαντας ὁ Πλάτων διδόναι φησί, κακίαν δὲ σὺν πολλαῖς ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφʼ ἧς οὐκ ἔστιν αὑτοῦ κριτὴν δίκαιον οὐδʼ ἀδέκαστον εἶναι·2 τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον ἂν μή τις μαθὼν ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον ἢ τὰ συγγενῆ καὶ οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, ὁρμητήριον ἐφʼ ἡμᾶς εὐφυὲς ἔχοντι τὴν φιλαυτίαν, διʼ ἣν αὐτὸς αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βούλεται μάρτυν ἅμʼ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνόμενον.3 ὁ γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα φίλαυτός ἐστι, διʼ εὔνοιαν ἑαυτῷ πάντα μὲν ὑπάρχειν βουλόμενος πάντα δʼ οἰόμενος ὧν ἡ μὲν βούλησις οὐκ ἄτοπος ἡ δʼ οἴησις ἐπισφαλὴς καὶ δεομένη πολλῆς εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἡ ἀλήθεια καὶ πάντων μὲν ἀγαθῶν θεοῖς πάντων δʼ ἀνθρώποις ἀρχὴ κατὰ Πλάτωνα, κινδυνεύει θεοῖς ἐχθρὸς ὁ κόλαξ εἶναι, τῷ δὲ Πυθίῳ διαφερόντως. ἀντιτάττεται γὰρ ἀεὶ πρὸς τὸ γνῶθι σαυτόν, ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ ἀτελῆ τὰ δʼ ὅλως ἀνεπανόρθωτα ποιῶν.
安条克·菲洛帕普斯啊,柏拉图说,尽管人人都宽恕自称极度自爱之人,但在这种自爱中,伴随其他诸多恶习,生出了一种最大的恶,因其缘故,人无法成为对自己公正而不受贿赂的审断者;因为“爱者对于所爱之物是盲目的”,除非有人通过学习,习惯于尊崇和追求美善的事物,胜过亲近和所属之物。这便给谄媚者在友谊之间提供了极大的余地,因为他将自爱作为针对我们极佳的进攻据点;由于这种自爱,每个人都成了自己最初且最大的谄媚者,因而毫无困难地接纳外部附和而来的谄媚者,使其成为自己所思所欲的见证人与确认者。因为那被斥为喜好谄媚者的人,乃是极度自爱的,出于对自己的好感,他既渴望自己拥有一切善好,又自以为已拥有一切;其中,渴望并非不合情理,而自以为是则十分危险,需要极大的谨慎。如果真理确如柏拉图所说是神圣的,且是“神祇与人类一切善好的开端”,那么谄媚者恐怕就是神祇之敌,尤其是皮托神(阿波罗)的敌人。因为他总是背道而驰,抗拒“认识你自己”的神谕,在每个人内心制造针对自身的欺骗,以及对自己本身和自身善恶的无知,使善好之物残缺而不全,使邪恶之物全然无可救药。
εἰ μὲν οὖν, ὡς τὰ πλεῖστα τῶν ἄλλων κακῶν, κόλαξ ἥπτετο μόνον ἢ μάλιστα τῶν ἀγεννῶν καὶ φαύλων, οὐκ ἂν ἦν4 οὕτω δεινὸν οὐδὲ δυσφύλακτον· ἐπεὶ δʼ ὥσπερ οἱ θρῖπες ἐνδύονται μάλιστα τοῖς ἁπαλοῖς καὶ γλυκέσι ξύλοις, οὕτω τὰ φιλότιμα τῶν ἠθῶν καὶ χρηστὰ καὶ ἐπιεικῆ τὸν κόλακα δέχεται καὶ τρέφει προσφυόμενον, ἔτι δʼ ὥσπερ ὁ Σιμωνίδης τὴν ἱπποτροφίαν φησὶν οὐ Ζακύνθῳ ὀπαδεῖν ἀλλʼ ἀρούραισι πυροφόροις, οὕτω τὴν κολακείαν ὁρῶμεν οὐ πένησιν οὐδʼ ἀδόξοις οὐδʼ ἀδυνάτοις ἀκολουθοῦσαν, ἀλλʼ οἴκων τε καὶ πραγμάτων μεγάλων ὀλίσθημα καὶ νόσημα γιγνομένην, πολλάκις δὲ καὶ βασιλείας καὶ ἡγεμονίας ἀνατρέπουσαν· οὐ μικρὸν ἔργον ἐστὶν οὐδὲ φαύλης δεόμενον προνοίας ἡ περὶ αὐτὴν ἐπίσκεψις, ὡς ἂν μάλιστα περίφωρος οὖσα μὴ βλάπτῃ μηδὲ διαβάλλῃ τὴν φιλίαν. οἱ μὲν γὰρ φθεῖρες ἀπίασιν ἀπὸ τῶν τελευτώντων καὶ ἀπολείπουσι τὰ σώματα σβεννυμένου τοῦ αἵματος ἐξ οὗ τρέφονται, τοὺς δὲ κόλακας οὐδʼ ὅλως ἰδεῖν ἔστι πράγμασι ξηροῖς καὶ κατεψυγμένοις προσιόντας, ἀλλὰ ταῖς δόξαις καὶ ταῖς δυνάμεσιν ἐπιτίθενται καὶ αὔξονται, ταχὺ δʼ ἐν ταῖς μεταβολαῖς ὑπορρέουσιν, ἀλλὰ τὴν τότε πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, μᾶλλον δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν. χαλεπὴ γὰρ ἐν καιρῷ δεομένῳ φίλων ἡ τῶν μὴ φίλων αἴσθησις, ἀντικαταλλαγὴν οὐκ ἔχουσα χρηστοῦ καὶ βεβαίου πρὸς ἀβέβαιον καὶ κίβδηλον. ἀλλʼ ὥσπερ νόμισμα δεῖ τὸν φίλον ἔχειν πρὸ τῆς χρείας δεδοκιμασμένον, μὴ ὑπὸ τῆς χρείας ἐλεγχόμενον. οὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλʼ ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν5 καὶ κατανόησιν τοῦ κόλακος· εἰ δὲ μή, ταὐτὸ πεισόμεθα τοῖς αἰσθανομένοις τῷ προγεγεῦσθαι τῶν θανασίμων φαρμάκων εἰς τὴν κρίσιν ἀπολλύντες ἑαυτοὺς καὶ διαφθείροντες. οὔτε γὰρ δὴ τούτους ἐπαινοῦμεν οὔθʼ ὅσοι τὸν φίλον εἰς τὸ καλὸν τιθέμενοι καὶ ὠφέλιμον οἴονται τοὺς κεχαρισμένως ὁμιλοῦντας εὐθὺς ἔχειν ἐπʼ αὐτοφώρῳ κόλακας εἰλημμένους. οὐδὲ γὰρ ἀηδὴς ὁ φίλος οὐδʼ ἄκρατος, οὐδὲ τῷ πικρῷ σεμνὸν ἡ φιλία καὶ αὐστηρῷ, ἀλλʼ αὐτὸ δὴ τοῦτο τὸ καλὸν καὶ τὸ σεμνὸν αὐτῆς ἡδὺ καὶ ποθούμενόν ἐστι, "πὰρ δʼ αὐτῇ Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔθεντο," καὶ οὐ δυστυχοῦντι μόνον "εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ" κατʼ Εὐριπίδην, ἀλλʼ οὐδὲν ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν ἢ τῶν κακῶν ἀφαιροῦσα τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται. καὶ καθάπερ ὁ Εὔηνος εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μίξας τὴν φιλίαν ὁ θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης παρούσης καὶ συναπολαυούσης ἐποίησεν. ἐπεὶ πῶς ἂν ὁ κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ μηδαμοῦ προσιεμένην; οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὥσπερ τὰ ψευδόχρυσα καὶ τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, οὕτως ἔοικεν ὁ κόλαξ τοῦ φίλου τὸ ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδʼ ὑπεναντιούμενον ἑαυτόν, ὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον6 ἔπαινος γὰρ οὐχ ἧττον ἐν καιρῷ ψόγου φιλίᾳ προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ ἀνομίλητον, τῆς δʼ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς ἀποδιδούσης ἔπαινον εὐνοίας καὶ τὸ νουθετοῦν αὖθις καὶ παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως ἐπαινοῦντα.
因此,如果谄媚者像其他大多数恶一样,仅仅或主要侵害那些卑贱鄙陋之人,事情就不会如此可怕,亦不至难以防范;然而,正如蛀虫主要钻入柔软而甘甜的木料,追求荣誉、善良且温厚的品格也正是这样接纳并滋养着附着其上的谄媚者;更犹如西摩尼得斯所言,“养马之业不随扎昆托斯,而随产麦的沃野”,同样,我们看到谄媚并非追随贫寒、无名或无权无势之人,而是成为显赫门户与庞大基业的绊脚石与痼疾,且常常覆灭王国与统治权。因此,对于谄媚者的明察绝非微不足道之举,亦非需要平常预谋的差事,唯有将之彻底识破,才不致危害或中伤友谊。因为虱子在人临死、作为其滋养源的血液枯竭之际便离开并舍弃躯体,而谄媚者则根本不会被见到接近枯竭冷落的境况,相反,他们扑向声望与权势并借此滋长,一逢变故便迅速溜走。然而,我们绝不能坐等那一刻的检验,因为那时的检验毫无用处,甚至有害而极具危险。盖因在需要朋友的危急关头,察觉到身边并非朋友乃是痛苦之事,更无法用靠不住的赝品去换取良善而可靠的真友。相反,正如对待货币一般,应当在需要之前就检验朋友,而非在需要的考验下才被揭穿。因为我们不应当在受害之后才有所察觉,而应当为了不受损害而获取对谄媚者的经验与认识;否则,我们将落得与那些预先尝过致命毒药方知其害的人一样的下场,在判明的同时毁灭并断送了自身。因为我们既不称赞这些人,也不赞同那些将朋友仅仅归于美善与有用之列、便以为欢快交谈者即是当场被捕的谄媚者之人。因为朋友既非令人不快亦非粗鲁生硬,友谊的庄重也绝非依靠苦涩与严厉,相反,友谊本身的崇高与庄重恰恰是甜美而令人渴求的: “美惠女神与欲念之神在她身旁安家”,而且正如欧里庇得斯所言,不仅对于不幸之人而言,“凝望善意之人的眼眸是甘甜的”,而且友谊在为不幸消除痛苦与困厄的同时,为顺境带来欢愉与恩惠亦毫不逊色。正如埃埃诺斯所言,火是最佳的调味料,同样,神将友谊调和于生命之中,当友谊在场并共同享受时,使万物皆变得明朗、甘美而可爱。否则,谄媚者若见友谊绝不接纳愉悦,又怎能借愉悦潜入其中呢?这是无法解释的。然而,正如镀金伪造之物仅仅模仿黄金的灿烂与光泽,谄媚者似乎亦是通过模仿朋友的甜美与讨喜,始终展现出欢愉、活跃且对任何事都不抗拒、不相悖逆的面目。因此,绝不可单纯地将赞美者立即怀疑为谄媚者;因为在适当的时机,赞美之于友谊并不亚于责备。相反,全然乖戾抱怨的品性是缺乏朋友且无法交往的,但对于那在美事上慷慨且热忱地予以赞美的善意,我们随后即便面对其劝诫与直言,也能轻松且无怨地承受,因为我们坚信并欣然接受:欣然赞美之人,其责备乃是出于必然。
- 48eτῷ σφόδρα φιλεῖν ἑαυτόν... φάσκοντι
与格短语 τῷ ... φάσκοντι 作 διδόναι 的间接宾语,意为“对自称极度自爱之人[人人都给予宽恕]”。此处化用了柏拉图《法律篇》731e的思想。
- 48eὑφʼ ἧς οὐκ ἔστιν αὑτοῦ κριτὴν δίκαιον οὐδʼ ἀδέκαστον εἶναι
οὐκ ἔστιν 为非人称用法,意为“不可能”(等同于 οὐκ ἔξεστιν)。不定式 εἶναι 的逻辑主语为泛指的不定代词宾格(τινά),κριτὴν δίκαιον οὐδʼ ἀδέκαστον 为其宾格表语。αὑτοῦ 是依赖 κριτήν 的宾格性属格。
- 49aὧν οἴεται καὶ βούλεται μάρτυν ἅμʼ αὐτῷ καὶ βεβαιωτὴν προσγιγνόμενον
关系代词 ὧν 省略了先行词(τούτων 等),其在从句中本应充当的宾格被吸引为属格,或者作为属格宾语修饰 μάρτυν 和 βεβαιωτήν(“对其所思所欲之事的见证人与确认者”)。分词 προσγιγνόμενον 为修饰宾语 τὸν ἔξωθεν 的表语性分词。
- 49bεἰ μὲν οὖν... κόλαξ ἥπτετο... οὐκ ἂν ἦν
非真实条件句(与现在事实相反),条件从句使用 εἰ 搭配未完成过去直陈式(ἥπτετο),结论句使用 ἄν 搭配未完成过去直陈式(οὐκ ἂν ἦν):“如果谄媚者只侵害……,事情就不会如此……”。
- 49dοὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλʼ ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν
对比结构:βλαβέντας αἰσθέσθαι(“受害之后才察觉”)对比 ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν(“为了不受损害而获取经验”)。不定过去被动分词 βλαβέντας 与不定式 αἰσθέσθαι 省略的泛指宾格主语一致;ὅπως μὴ βλαβῶμεν 是表示目的的状语从句。
- 50bὅθεν οὐδὲ τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον
动词性形容词 ὑφορατέον 作非人称中性单数使用(相当于 δεῖ ὑφορᾶσθαι),支配宾格宾语 τοὺς ἐπαινοῦντας,意为“因此不应单纯地将赞美者立即怀疑为谄媚者”。
