- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:29-31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述运用坦率直言的恰当时机,包括顺境中遏制过度的激情与傲慢、抓住朋友自身提供的交谈契机、以及在朋友遭外人辱骂而沮丧时善加规劝,并列举了历史事例。
ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι τῆς παρρησίας; ὅταν ἡδονῆς ἢ ὀργῆς ἢ ὕβρεως ἐπιλαβέσθαι φερομένης1 οἱ καιροὶ παρακαλῶσιν ἢ κολοῦσαι φιλαργυρίαν ἢ ἀπροσεξίαν ἀνασχεῖν ἀνόητον. οὕτως ἐπαρρησιάζετο Σόλων πρὸς Κροῖσον ὑπʼ εὐτυχίας ἀβεβαίου διεφθορότα καὶ τρυφῶντα, τὸ τέλος ὁρᾶν κελεύσας· οὕτω Σωκράτης Ἀλκιβιάδην ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν ἔστρεφε. τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα Πλάτωνος,2 ὅτε λαμπρότατος ἦν καὶ πάντας εἰς ἑαυτὸν ἀνθρώπους ἐπέστρεφε διὰ τὸ κάλλος τῶν πράξεων καὶ τὸ μέγεθος, παρακελευομένου φυλάττεσθαι καὶ δεδιέναι τὴν αὐθάδειαν, ὡς ἐρημίᾳ ξύνοικον ἔγραφε δὲ καὶ Σπεύσιππος αὐτῷ μὴ μέγα φρονεῖν εἰ πολὺς αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλʼ ὁρᾶν ὅπως ὁσιότητι καὶ δικαιοσύνῃ καὶ νόμοις ἀρίστοις κοσμήσας Σικελίαν εὐκλεᾶ θήσει τὴν Ἀκαδήμειαν. Εὖκτος δὲ καὶ Εὐλαῖος, ἑταῖροι Περσέως, εὐτυχοῦντι μὲν ἀεὶ πρὸς χάριν ὁμιλοῦντες καὶ συνεπινεύοντες ὥσπερ οἱ λοιποὶ παρηκολούθουν· ἐπεὶ δὲ Ῥωμαίοις συμβαλὼν περὶ Πύδναν ἔπταισε καὶ ἔφυγε, προσπεσόντες ἐπετίμων πικρῶς καὶ ἀνεμίμνησκον ὧν ἐξήμαρτεν ἢ παρεῖδεν, ἕκαστον ἐξονειδίζοντες, ἄχρι οὗ διαλγήσας ὁ ἄνθρωπος ὑπὸ λύπης καὶ ὀργῆς ἀμφοτέρους τῷ ξιφιδίῳ παίων ἀνεῖλεν.
那么,朋友究竟在何种事态下应当严厉,又在何时应当施展坦率直言的锋芒?那就是当时机要求制止那肆意奔涌的享乐、愤怒或傲慢,或者削减贪婪,抑或遏制愚昧的放任之时。昔日梭伦正是如此向因不测的顺境而败坏且沉溺于奢靡的克罗伊索斯直言,命其审视结局;苏格拉底亦是如此抑制阿尔基比亚德,在阿尔基比亚德被驳倒时催下其真诚的泪水,撼动其心灵。居鲁士对库阿克萨列斯所作之事,以及柏拉图对狄翁所作之事亦是如此:当狄翁因事功的辉煌与伟大而最为显赫、引得万人瞩目之际,柏拉图规劝他务必防范并畏惧专断傲慢,因其乃孤独的同居者。斯珀西波斯亦致信于他,嘱咐他切勿因在妇孺童仆间口耳相传便心高气傲,而要留心以虔敬、正义与最优良的法律整饬西西里,使阿卡德米学园获致盛名。相反,佩尔修斯的侍臣欧克托斯与欧莱奥斯,在其亨通之时一如常人,始终逢迎侍奉、唯唯诺诺;及至佩尔修斯在彼得纳附近与罗马人交兵失利溃逃之际,二人却扑上前去严苛斥责,翻出其所犯过错与疏忽,逐一责难,直至这人悲愤交加、痛极难忍,以短剑将二人双双刺死。
ὁ μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός· οὓς δὲ παρέχουσιν αὐτοὶ πολλάκις οὐ χρὴ προΐεσθαι τὸν κηδόμενον φίλων ἀλλὰ χρῆσθαι· καὶ γὰρ ἐρώτησις ἐνίοις καὶ διήγησις καὶ ψόγος ὁμοίων ἐφʼ ἑτέροις ἢ ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέγουσι καθʼ ὃν χρόνον ἐν διαφορᾷ πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν ὁ Φίλιππος ἦν· ἀσπασαμένου δʼ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον εὔνουν ὄντα καὶ συνήθη πάνυ γοῦν ὦ Φίλιππε καλὸν ἐστί σοι πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων καὶ Πελοποννησίων ὁμοφροσύνης, τὴν δʼ οἰκίαν περιορᾶν τὴν σεαυτοῦ τοσαύτης στάσεως καὶ διχονοίας γέμουσαν εὖ δὲ καὶ Διογένης, ὃς ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δʼ ἀγνοῶν ἠρώτησεν εἰ κατάσκοπός ἐστι, πάνυ μὲν οὖν ἔφη κατάσκοπος ὦ Φίλιππε τῆς ἀβουλίας σου καὶ τῆς ἀνοίας, διʼ ἣν οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ τῆς βασιλείας καὶ τοῦ σώματος ὥρᾳ μιᾷ διακυβεύσων Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον·
因此,普遍的适宜时机且先如此预先界定;然而对于朋友自身往往提供的契机,关切朋友之人决不应当放过,而应当善加利用。因为对某些人而言,一个提问、一段叙述,乃至借他人之事对类似过错的指责或赞赏,都仿佛是坦率直言的导火索。例如相传德玛拉托斯在腓力与妻儿生出嫌隙之时来到马其顿,当腓力向其致意并询问希腊人彼此间的和睦状况如何时,与其友善亲近的德玛拉托斯回答道: “腓力啊,你去打听雅典人与伯罗奔尼撒人的融洽相处,却对你自己家中充斥着如此严重的内讧与分歧视而不见,当真是极为妥当啊!” 第欧根尼之言亦甚为精妙:当腓力正进军与希腊人交战之际,第欧根尼走入其军营,被带到腓力面前;腓力不识其人,问其是否为密探,他答道: “正是如此,腓力,我是专来窥探你的昏聩与愚蠢的密探,正是由于这种愚蠢,在无人强迫的情况下,你竟然要在短短一个时辰内拿王位与性命去孤注一掷。” 这或许未免过于激烈了。
ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτʼ ἂν ἐμμελῶς χαρίεις τοὺς μὲν λοιδοροῦντας ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί.3 ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, τί δὲ προσειπεῖν, ἂν ἀφῇς ταῦτα καὶ ῥίψῃς ἐφʼ οἷς κακῶς ἀκούεις; γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ πράττοντας ἐκείνους ἴσασιν. ὁ δʼ ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον,4 ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν,
规劝的另一个时机,是当人们因所犯的过错遭到他人辱骂、因而变得谦抑低沉并蜷缩退缩之时。一个举止得体之人当会巧妙利用这一契机,一面反击并驱散那些辱骂之人,一面私下亲自责备朋友,提醒他即便不为别的,单为了不让仇敌嚣张放肆,他也当注意自己的一举一动: “若是你舍弃并抛掉那些招致恶名的行径,他们哪里还有张嘴的余地,又能说出什么呢?” 因为如此一来,令人痛苦的部分便归于辱骂者,而有益的部分则归于规劝者。有些人则采用更为巧妙的方式,借由指责他人来警醒自己的亲朋熟人;因为他们指控他人的过失,正是他们明知自己的朋友正在犯下的。我们的导师阿摩尼奥斯在一次午后讲学中,察觉到某些学生午餐吃得并不简朴,便命令其获释奴隶动手抽打〔阿摩尼奥斯〕自己的家仆,附带说道“他若没有醋就不能用午餐”,同时他将目光投向我们,从而使这番斥责切中了有愧在心之人。
- 29ἐπιλαβέσθαι φερομένης
中动不定词 ἐπιλαβέσθαι 意为“制止”、“钳制”,支配属格补足语 ἡδονῆς ἢ ὀργῆς ἢ ὕβρεως。现在分词 φερομένης 修饰这些名词,表示“肆意奔涌”、“失控奔竞”之势。
- 29τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα Πλάτωνος
省略系动词 ἦν 的名词句,表语 τοιαῦτα 位于句首,主语为 τὰ Κύρου 与 τὰ Πλάτωνος。介词短语 πρὸς Κυαξάρην 与 πρὸς Δίωνα 分别表示言说或劝诫的受众。
- 70dὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, ὅπως γε μὴ θρασεῖς ὦσιν οἱ ἐχθροί
动形容词 προσεκτέον 构成的非人称句,支配表示施事主语的与格 αὐτῷ(“他自己当留心”)。在 εἰ διὰ μηδὲν ἄλλο 之后承前省略了诸如 ἀλλὰ διὰ τοῦτό γε(“至少为此目的”)的补足成分,引出 ὅπως 目的从句(“即使不为别的,至少为了不让仇敌猖獗”)。
- 70eἐκέλευσεν ἰδίῳ παιδὶ πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον
在 ἐκέλευσεν 所支配的“对格+不定词”结构中,对格 τὸν ἀπελεύθερον 是不定词 ἐμβαλεῖν 的逻辑主语,而与格 ἰδίῳ παιδὶ 是间接宾语(“向他自己的家仆施加鞭打”)。物主形容词 ἰδίῳ 作反身用法,指向主句主语 Ἀμμώνιος,且 παῖς 在此意为“奴仆”。
