- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
批判那些在朋友亨通时不予规诫、却在落魄时落井下石之人,指出真正的朋友应在顺境中抑制其骄慢,而在逆境中给予安慰与相助而非严苛的直言。
ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτʼ ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, ἀλλʼ ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, σφαλλομένοις δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς1 καὶ ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν δʼ ἀσθένειαν, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ λέγοντι "ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;" ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι2 καὶ τὸ ἄγαν ὑφιέντων τοῦ φρονήματος. ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ εὐτυχεῖν παραγίγνεται τὸ φρονεῖν· οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους καὶ σαλευομένους. ὅταν δʼ ὁ δαίμων καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ νουθετοῦν καὶ μετάνοιαν ἐμποιοῦν. ὅθεν οὐδὲν ἔργον τότε παρρησίας φιλικῆς οὐδὲ λόγων βάρος ἐχόντων καὶ δηγμόν, ἀλλʼ ὡς ἀληθῶς ἐν ταῖς τοιαύταις μεταβολαῖς "εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ" παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ πρόσωπον ὁ Ξενοφῶν ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον εὐμενὲς καὶ φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυνεύοντας. ὁ δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταρασσομένῳ καὶ φλεγμαίνοντι, θεραπεύει μὲν οὐδὲν οὐδʼ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν δὲ τῇ λύπῃ προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδʼ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δʼ ἀργίαν καὶ ἀγυμνασίαν καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους· νοσοῦντι δʼ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας καὶ διʼ ὄψα καὶ γυναῖκας. ὢ τῆς ἀκαιρίας, ἄνθρωπε· διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον ἢ σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν, ἀλλʼ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλʼ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθʼ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι. λέγεται δὲ καὶ Δημήτριος ὁ Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος· ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι κακὸν οὐδʼ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας πρὸς τοὺς φίλους εἶπε φεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν διʼ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν "λυπουμένῳ γὰρ μῦθος εὐμενὴς φίλων, ἄγαν δὲ μωραίνοντι νουθετήματα." Οὗτος ὁ τρόπος τῶν γενναίων φίλων· οἱ δʼ ἀγεννεῖς καὶ ταπεινοὶ τῶν εὐτυχούντων κόλακες, ὥσπερ τὰ ῥήγματα καὶ τὰ σπάσματά φησι Δημοσθένης ὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε κινεῖσθαι,3 καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ ἡδόμενοι καὶ ἀπολαύοντες. καὶ γὰρ ἂν δέηταί τινος ὑπομνήσεως ἐν οἷς διʼ αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, ἱκανόν ἐστι τὸ "οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε πόλλʼ ἀπεμυθεόμην"
既然许多人既不屑也不敢在朋友事态亨通时对其加以匡正,反而认为处境顺遂者对于规诫全然不可接近、难以企及,却在他们遭遇挫折跌跤、受制于人且沦为卑微之际群起而攻之,将他们踩在脚下——有如将不自然蓄积的洪流般,把坦率直言一举倾泻在他们身上,并因他们先前的傲慢与自身的软弱而幸灾乐祸于此种骤变——那么,论及这些事情,并对欧里庇得斯所说的那句话作出回应,便绝非无益: “当天意赐予亨通时,哪里还需要朋友?” 我们应当回答:正是处境顺遂之人最需要敢于直言的朋友来抑制其过度的骄气。因为极少有人能在亨通之际兼具理智;绝大多数人都需要借助外界引进的理智,以及在他们被命运冲昏头脑、动荡颠簸时从外部施加压制的思虑。然而,当天意将其击倒、剥除其浮夸声势时,事态本身便蕴含着规劝与促人悔悟的力量。因此,那时既不需要友善的直言,也不需要带有分量与针砭的言辞;反倒正如真正所言,在如此剧变之中: “凝望一位善意之人的眼眸是甜蜜的”,需要的是安慰与鼓励之人,正如色诺芬所言,克利阿耳科斯的容貌在战斗与危难之中被人看来是温和而仁爱的,能使身处险境者更为勇毅。若将直言与针砭加诸不幸之人,无异于将刺激性明目药膏敷在受扰发炎的眼睛上,不仅毫无医治之效,亦不能消除痛苦,反而在悲伤之上平添愤怒,激惹受苦之人。无论如何,一人健康之时,若有朋友指责其交际与宴饮,指责其怠惰、缺乏锻炼、频繁沐浴与不合时宜的暴饮暴食,他绝不至于难以容忍或全然狂暴;但若在患病之时,听到“这都是你因放纵、软弱、贪食与女色所致”,便是无法忍受的,甚至比疾病本身更为沉重。“这是何等不合时宜啊,老兄!我正在立遗嘱,医生们正在为我调制海狸香或司卡蒙草胶,而你却在规劝说教!”同样,不幸者的处境亦容不得坦率直言与高谈阔论,而是需要宽容与救助。乳母们在孩童跌倒时,亦非跑上前去责骂,而是将其扶起、洗净污垢、整理妥当,而后才施以训斥惩罚。据说法勒隆的德米特里在被驱逐出国、流落忒拜一带过着无名而卑微的生活时,因料想会遭到犬儒式的直言与严词厉色,并不乐意见到克拉特斯走来;然而当克拉特斯温和地接见他,谈及流亡并指出流亡并无坏处,摆脱了动荡不定的俗务亦不值得郁郁寡欢,同时勉励他当对自己及其心境抱有信心时,德米特里心情转好并振作起来,对朋友们说道: “哀哉,正是昔日那些政务与繁冗,使我们未能结识这般人物!” “对忧戚者,朋友仁善之言为宜; 对昏聩至极者,规诫方见其功。” 此乃高尚之友的行径;而顺境中卑劣下贱的阿谀奉承之徒,正如德摩斯梯尼所言: “每当肉体遭受某种损伤, 骨裂与筋伤便乘机发作”,这些人亦会在变故发生时附着而上,仿佛欣喜若狂且幸灾乐祸。即便当事人因自身谋虑不当而摔了跤,确实需要某种提醒,只需说一句便已足够: “这绝非依照我们的本意;因为我确实 曾竭力百般相劝。”
- 28ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς
分词 ἐφιέντες 的直接宾语为 τὴν παρρησίαν,接与格 αὐτοῖς。短语 ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν 作为宾格副词性明喻修饰动词动作(“如同将反常受阻的洪流一般倾泻直言”)。
- 28ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι
此处 δεῖ 采用带与格(τοῖς εὐτυχοῦσι,“对于顺境者而言”)和属格补足语(παρρησιαζομένων φίλων,“敢于直言的朋友”)的无人称句式,意为“……需要……”,承接前文所引问句中的属格用法(τί δεῖ φίλων;)。
- 69dὥσπερ τὰ ῥήγματα καὶ τὰ σπάσματά φησι Δημοσθένης ὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε κινεῖσθαι
此句为依附于 φησι Δημοσθένης 的间接引语“宾格加不定式”结构:主语宾格为 τὰ ῥήγματα καὶ τὰ σπάσματα,不定式为 κινεῖσθαι。嵌套的时间从句 ὅταν τι κακὸν τὸ σῶμα λάβῃ(主语为 τὸ σῶμα)由副词 τότε 呼应修饰不定式。
