- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者列举苏格拉底和毕达哥拉斯等人的先例,告诫切勿在众人面前公开规劝朋友,主张应当避开家眷或部属、在私下以敬慎的态度施行规诫。作者进一步强调,真正的坦率直言必须以过硬的人格为后盾,唯有以身作则的德行而非空洞的说教才能真正感化他人。
ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, ἐνθυμούμενον τὸ τοῦ Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἥψατό τινος τῶν συνήθων σφοδρότερον ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, οὐκ ἄμεινον ἦν ὁ Πλάτων ἔφη ἰδίᾳ ταῦτα λελέχθαι; καὶ ὁ Σωκράτης σὺ δʼ οὐκ ἄμεινον εἶπεν ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;1 Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλον νουθετῆσαι. δεῖ γὰρ ὡς νοσήματος οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν μηδʼ ἐπιδεικτικὴν μηδὲ μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον πιέζει κατʼ Εὐριπίδην, ἀλλʼ ἂν νουθετῇ τις ἐν πολλοῖς καὶ μὴ φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος εἰς τὸ ἀναίσχυντον καθίστησιν. ὥσπερ οὖν ὁ Πλάτων τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς νέους,· οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ μάλιστα, καὶ τὸ μετʼ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον.2 ὅθεν ἄριστα μὲν ἔχει τὸ "ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι," ἥκιστα δὲ πρέπει γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν ἐρωμένου παρόντος ἢ γνωρίμων διδάσκαλον ἀποκαλύπτειν· ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρʼ οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων ἐδόκει κολούειν Ἀλέξανδρον. καὶ Ἀριστομένης ὁ Πτολεμαίου καθηγητὴς ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγείρων, λαβήν τινα παρέσχε τοῖς κόλαξι, προσποιουμένοις ἀγανακτεῖν ὑπὲρ τοῦ βασιλέως καὶ λέγουσιν εἰ τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν κατηνέχθης, ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων προσφέρειν τὰς χεῖρας ὁ δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν ἐκπιεῖν τὸν ἄνθρωπον. Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτʼ ἐγκαλεῖν φησιν ὅτι "ξένων παρόντων τὴν πόλιν κακῶς λέγει" καὶ παροξύνει τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάττεσθαι καὶ τοῦτο μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπιδείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλʼ ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους καὶ μὴν ὅπερ ὁ Θουκυδίδης τοὺς Κορινθίους λέγοντας περὶ αὑτῶν πεποίηκεν, ὡς ἄξιοί εἰσιν ἑτέροις ἐπενεγκεῖν ψόγον, οὐ κακῶς εἰρημένον,3 ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις. Λύσανδρος μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι· παρρησία δὲ παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτʼ ἀληθέστατόν ἐστιν ἐπὶ τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον. ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ φαύλου τὸ ἦθος ἀνθρώπου λόγῳ παρρησίας ἁπτομένῳ περίεστι προσακοῦσαι τὸ "ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων"
再者,切当谨防在众人面前对朋友施以直言规诫,应当牢记柏拉图的事迹。因为当苏格拉底在宴席谈话中颇为严厉地触及某位同伴时,柏拉图说道:“这些话若是在私下里说,岂不是更好吗?”苏格拉底则答道:“若是你在私下里对我说这番话,你自己岂不是做得更好吗?”相传毕达哥拉斯曾在众人面前对一个门徒态度过为严苛,那年轻人便悬梁自尽,自此之后,毕达哥拉斯再也不曾当着旁人的面规劝任何人。因为对于过错的规劝与揭露,正如对于不雅之疾一样,应当是秘密的,而不当是铺张公开展览的,也不当招聚见证人与看客。借由他人的过失抬高自己、在在场者面前沽名钓誉,并非友爱之举,而是诡辩家的做派,正如那些为了招揽生意而在剧场中行外科手术的医师一般。除了应当杜绝附着于任何治疗之上的侮辱之外,还必须考量恶德那种好争与专断的本性;因为不仅如欧里庇得斯所言,爱情在受规劝时压迫得更紧,若是有人在众人面前毫无顾惜地规劝,更会将一切病症与一切激情逼入不知羞耻的境地。正如柏拉图要求那些意欲在青年人心中培植羞耻之心的老人自身当首先尊重青年人一样,朋友之间充满敬畏与顾忌的直言最能令人感到惭愧,而怀着戒慎安静地接近并触及犯过之人,便能使那因尊重敬畏者而满怀敬畏的恶德土崩瓦解。因此这句诗是极为精妙的: “将头凑近,免得他人听闻,”而当着妻子的面揭露丈夫、当着子女的面揭露父亲、当着被爱者的面揭露爱者,抑或当着弟子的面揭露老师,乃是最不合宜的;因为当他们在自己期望受到赞誉的人面前被驳斥斥责时,往往会因悲伤与愤怒而不能自持。我认为克雷托斯激怒亚历山大,倒不全是因为饮酒,而是因为他显得像是在众人面前挫其锋芒。托勒密的导师阿利斯托梅涅斯也因为在一支使团在场时,为了唤醒打瞌睡的国王而击打了他,从而给了谄媚者可乘之机;那些谄媚者假装为国王抱不平而说道: “您若是如此劳碌少眠以致昏睡过去,我们本应当私下规劝您,而不当在这么多人面前对您动手。” 于是国王送去一杯毒药,命这人饮尽。阿里斯托芬亦称克里昂曾如此控告他: “当着外邦人的面说城邦的坏话,”以此激怒雅典人。因此,凡不欲卖弄炫耀、不欲哗众取宠,而欲有益且具治疗性地运用直言之人,除其他事项外亦当谨防这一点。再者,修昔底德借科林斯人之口所言、自称“堪当向他人施加责难”之语,说得委实不差,理应为直言进谏者所具备。据说吕珊德曾对那位在同盟者面前为全希腊直言进谏的墨加拉人说,他的言辞缺少了一座城邦作为后盾;然而每个人的坦诚直言所需要的,恐怕是品格,这一点在规劝与警戒他人之人身上尤为真实。无论如何,柏拉图常说自己是以身作则来规劝斯珀西波斯的;正如色诺克拉底仅仅在学园讲坛上现身并注视着波勒蒙,便感化并转变了他。然而,品格轻浮卑劣之人的言辞若涉足直言,到头来只会招致这样的回应: “身为他人之医师,己身却脓疮遍布。”
- 32σὺ δʼ οὐκ ἄμεινον ἐποίησας ἂν ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;
由 ἄν 与直陈式不定过去时 ἐποίησας 构成的与过去事实相反的虚拟疑问句。分词短语 ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών 起条件状语分词的作用(相当于“假若你私下对我讲这话”)。柏拉图前句(οὐκ ἄμεινον ἦν ...;)使用的是表示委婉应当的未完成过去时,而苏格拉底则针锋相对地借由虚拟句式,讽刺性地指出柏拉图当众指责他公开展开规劝恰恰自相矛盾。
- 71bἀναπιμπλαμένην τοῦ αἰδεῖσθαι τὸ αἰδούμενον
现在分词宾格阴性单数 ἀναπιμπλαμένην 作前述名词 τὴν κακίαν 的修饰语,作为表示“充满”的动词支配属格补足语(τοῦ αἰδεῖσθαι)。带冠词不定词 τοῦ αἰδεῖσθαι 的宾语中/被动态分词 τὸ αἰδούμενον,在语法上既可作被动解(“受到尊敬之人”,即规劝的朋友),亦可作中动态解(“表现出敬畏之人/态度”);在此语境下,它指向一种互为敬畏的感化过程,即行规劝的朋友所展现的克制敬重,反过来令犯过者本顽固的恶德也被对对方的敬意所浸染融化。
- 71eοὐ κακῶς εἰρημένον
由中性单数完成时被动态分词构成的独立宾格短语,或作为同位语修饰前述科林斯人引语的插入成分(“委实说得不差的话”)。主句的核心框架为 ὅπερ ... πεποίηκεν ... ἔδει παρεῖναι τοῖς παρρησιαζομένοις,其中由关系代词 ὅπερ 引导的内容构成了无人称动词 ἔδει 所支配的不定词 παρεῖναι 的逻辑主语。
