- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出根除自爱与省察自身缺陷是抵御谄媚的最佳防线,并提出应当审度直言相谏的中庸之道,免使友人的规劝沦为相反的恶习与无益的苛责。
ὅθεν ἀρχόμενοί τε τοῦ λόγου παρεκελευσάμεθα καὶ νῦν παρακελευόμεθα τὸ φίλαυτον ἐκκόπτειν ἑαυτῶν καὶ τὴν οἴησιν· αὕτη γὰρ ἡμᾶς προκολακεύουσα μαλακωτέρους ποιεῖ τοῖς θυραίοις κόλαξιν, ὡς ἑτοίμους ὄντας. ἂν δὲ πειθόμενοι τῷ θεῷ καὶ τὸ γνῶθι σαυτὸν ὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι1 μαθόντες ἅμα καὶ φύσιν καὶ τροφὴν καὶ παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμμεμιγμένον ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πάθεσιν, οὐ πάνυ ῥᾳδίως ἐμπεριπατεῖν τοῖς κόλαξιν ἑαυτοὺς παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν ἀναγορεύουσιν ἐν τῷ καθεύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς ἀγεννέστερος περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος· ἡμεῖς δὲ πολλὰ πολλαχοῦ τῶν ἰδίων αἰσχρὰ καὶ λυπηρὰ καὶ ἀτελῆ καὶ ἡμαρτημένα καθορῶντες ἀεὶ φωράσομεν ἑαυτοὺς οὐκ ἐπαινοῦντος φίλου καὶ κατευλογοῦντος δεομένους, ἀλλʼ ἐλέγχοντος καὶ παρρησιαζομένου καὶ ψέγοντος ἡμᾶς νὴ Δία κακῶς πράττοντας. ὀλίγοι μὲν γὰρ ἐκ πολλῶν εἰσιν οἱ παρρησιάζεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς φίλοις τολμῶντες· ἐν δὲ τοῖς ὀλίγοις αὖθις οὐ ῥᾳδίως ἂν εὕροις ἐπισταμένους τοῦτο ποιεῖν, ἀλλʼ οἰομένους, ἂν λοιδορῶσι καὶ ψέγωσι, παρρησίᾳ χρῆσθαι. καίτοι καθάπερ ἄλλῳ τινὶ φαρμάκῳ, καὶ τῷ παρρησιάζεσθαι μὴ τυχόντι καιροῦ τὸ λυπεῖν ἀχρήστως καὶ ταράττειν περίεστι καὶ ποιεῖν τρόπον τινὰ μετʼ ἀλγηδόνος ὃ ποιεῖ μεθʼ ἡδονῆς τὸ κολακεύειν. βλάπτονται γὰρ οὐκ ἐπαινούμενοι μόνον ἀκαίρως ἀλλὰ καὶ ψεγόμενοι· καὶ τοῦτο μάλιστα τοῖς κόλαξιν εὐλήπτους καὶ πλαγίους παραδίδωσιν, ἀπὸ τῶν σφόδρα προσάντων καὶ ἀντιτύπων ὥσπερ ἐπὶ τὰ κοῖλα καὶ μαλακὰ δίκην ὕδατος ἀπολισθάνοντας. διὸ δεῖ τὴν παρρησίαν ἤθει κεκρᾶσθαι καὶ λόγον ἔχειν ἀφαιροῦντα τὸ ἄγαν καὶ τὸ ἄκρατον αὐτῆς ὥσπερ φωτός, ἵνα μὴ ταραττόμενοι μηδʼ ἀλγοῦντες ὑπὸ τῶν ἅπαντα μεμφομένων καὶ πᾶσιν ἐγκαλούντων καταφεύγωσιν εἰς τὴν τοῦ κόλακος σκιάν, καὶ πρὸς τὸ μὴ λυποῦν ἀποστρέφωνται. πᾶσαν μὲν γάρ, ὦ Φιλόπαππε, κακίαν φευκτέον ἐστὶ διʼ ἀρετῆς, οὐχὶ διὰ τῆς ἐναντίας κακίας, ὥσπερ ἔνιοι δοκοῦσιν αἰσχυντηλίαν μὲν ἀναισχυντίᾳ φεύγειν ἀγροικίαν δὲ βωμολοχίᾳ, δειλίας δὲ καὶ μαλακίας ἀπωτάτω τίθεσθαι τὸν τρόπον ἂν ἔγγιστα φαίνωνται λαμυρίας καὶ θρασύτητος. ἔνιοι δὲ καὶ δεισιδαιμονίας ἀθεότητα καὶ πανουργίαν ἀβελτερίας ἀπολόγημα ποιοῦνται, καθάπερ ξύλον τὸ ἦθος ἐκ καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες2 αἰσχίστη δὲ κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν εἶναι, καὶ κομιδῇ τινος ἀμούσου καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ καὶ χαλεπότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον. ἐπεὶ τοίνυν αἰσχρὸν μέν ἐστι κολακείᾳ περιπεσεῖν διώκοντα τὸ πρὸς χάριν, αἰσχρὸν δὲ φεύγοντα κολακείαν παρρησίας ἀμετρίᾳ διαφθεῖραι τὸ φιλικὸν καὶ κηδεμονικόν, δεῖ δὲ μηδέτερον παθεῖν ἀλλʼ ὥσπερ ἄλλῳ τινὶ καὶ τῇ παρρησίᾳ τὸ καλὸν ἐκ τοῦ μετρίου λαβεῖν, αὐτὸς ἔοικεν ὁ λόγος ὁ τὸ ἐφεξῆς ἀπαιτῶν ἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι.3
因此,正如我们在论述之初所劝勉的那样,如今我们再次劝勉:必须根除我们自身的自爱与自负;因为这〔自负〕在内部预先迎合我们,使我们变得更为软弱,对外界的谄媚者而言更容易接纳,宛如早已做好了准备。然而,如果我们顺从神明,并领悟到“认识你自己”这一格言对每个人而言如何价值千金,同时审视我们自身的天性、抚育和教养,看到它无论在行为中、言语中还是在情欲中,都包含着对崇高事物的无数欠缺,以及大量卑劣和草率交织的杂质,我们便决不会轻易任凭谄媚者在自己身上随意践踏。亚历山大曾说,尤其在入睡和交欢之时,他决不相信那些奉他为神明的人,因为在这些时候,他变得比平时的自己更为卑微脆弱、更受情欲摆布;而我们在自身之中处处看清了许多可耻、可悲、不完善与错误之处,就会时刻察觉到,自己所需要的绝非一个阿谀称赞、祝福祈祷的朋友,而是一个敢于规正驳斥、坦率进言,而且凭宙斯起誓,会在我们犯错时加以责备的朋友。 因为在芸芸众生之中,敢于对朋友直言相谏而非一味取悦阿谀者,实在寥寥无几;而在那少数人当中,你又很难找到懂得如何恰当谏言之人,他们反而以为只要谩骂责备就是在使用坦率的言论。然而,就像任何其他药物一样,未逢其时的直言进谏只会徒劳地带来痛苦与扰乱,在某种意义上以痛苦的方式促成谄媚借由享乐所达到的结果。因为人们不仅会在受到不合时宜的称赞时受到损害,在受到不合时宜的指责时亦然;而这恰恰把人们顺从无防地推向了谄媚者,犹如流水避开极度陡峭坚硬的岩壁,滑向低洼柔软之处。因此,坦率的直言必须调和以温和的性情,并具备理性来剔除其过于剧烈和纯粹的锋芒,犹如调和过于刺眼的光芒一样,免得人们因那些事事指摘、处处挑剔的人而心烦意乱、痛苦不堪,转而躲入谄媚者的阴影之中,避向不会带来痛苦的事物。 事实上,亲爱的斐洛帕普斯啊,一切恶习都应当凭借美德来规避,而不应当凭借相反的恶习来规避;然而有些人似乎企图以厚颜无耻来逃避羞怯,以插科打诨来逃避粗鄙鄙俗,当他们表现得最接近蛮横与鲁莽之时,反以为自己的性情距离懦弱与软弱最远。还有些人甚至将无神论作为抵御迷信的借口,将奸狡作为抵御愚钝的托词,因缺乏使之复直的技巧,便如同将弯木从原本的弯曲处扭向相反的方向一样,把品性扭曲了。而对谄媚最可耻的拒斥,莫过于徒劳地使人痛苦,以及在谋求善意的交往中因彻底的不通文雅与笨拙拙劣,企图用令人厌烦和冷酷严苛来摆脱友谊中的卑劣与低贱,正如喜剧中的被释奴隶将攻讦指责视为享受平等的言论自由一样。既然在追求取悦他人时沦于谄媚是可耻的,在逃避谄媚时因直言不知节制而破坏友爱与关怀亦是可耻的,并且我们两样都不应当遭遇,而应当像在其他事情上一样,在直言进谏中亦从适度中汲取美好,那么,要求后续内容的讨论本身,似乎正在为整部著作戴上最后的冠冕。
- 25ὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι
属格 τοῦ παντός 属于价值属格(genitive of value),系习语表达,意为“价值万全”或“至关重要”。它在 ὡς 引导的间接疑问从句中充当谓语形容词 ἄξιον 的补充成分。
- 66dἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες
不带前置词的与格 ἀπειρίᾳ 作原因与格(“由于缺乏矫枉复直的经验/技艺”)。此处的句法和修辞化用了古典伦理学中矫正弯木却矫枉过正的经典比喻(见于亚里士多德《尼各马可伦理学》卷二)。
- 66eἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι
κορωνίς(卷末花饰/冠标)指在莎草纸书卷末尾或章节末尾所绘的弧形或鸟形装饰符号。该短语是固定成语,比喻“画上圆满句号”、“冠以终章之冠”或“完成最后收尾”,在由 ἔοικεν 统辖的主语 ὁ λόγος 的不定式结构中构成核心谓语。
