- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:23-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者从效劳的道义性质(高尚与卑劣)以及对待其他朋友的态度(共享友谊与嫉妒谗害)两方面辨析朋友与谄媚者的本质差异,并引亚历山大大帝受谗毁贤的悲剧阐明阿谀逢迎之险。
οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ τῇ περὶ τὰς ἐπαγγελίας εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν. ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον ὑπουργεῖν, ἐκείνῳ δʼ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων· "συσσωφρονεῖν γάρ, οὐχὶ συννοσεῖν ἔφυ." μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόντων· ἂν δὲ μὴ πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς Ἀντίπατρον, οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι, τουτέστι καὶ φίλῳ καὶ μὴ φίλῳ. συνεργεῖν γὰρ δεῖ τῷ φίλῳ μὴ συμπανουργεῖν, καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν, καὶ συμμαρτυρεῖν μὴ συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία μὴ συναδικεῖν. οὐδὲ γὰρ τὸ συνειδέναι τοῖς φίλοις τὰ αἰσχρά, πόθεν γε δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ κρατηθέντες ὑπʼ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν ὅ τι βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ φίλος,1 ἄν τις ἢ δαπάνην ἢ κίνδυνον ἢ πόνον ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ φείδεσθαι παραιτούμενος. ἀλλʼ ἥ γε κολακεία τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν ὑπουργίαις ἀπαγορεύει, κἂν διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές· ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι πάτησον,2 οὐδὲν ἡγεῖται δεινὸν οὐδʼ ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ κύων, οὐδὲ βαστάζειν ὡς ὁ ἵππος, οὐδʼ ἀροῦν τὴν γῆν ὡς οἱ βόες· ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν ἀπροφάσιστός ἐστι, καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς καὶ πότου δαπάνης ἐκκαθῆραι λογισμὸν οὐκ ἀμελής, οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος καὶ ἀδυσώπητος. ὥστε μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα· προσταττόμενος γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος.
因此,人们辨识谄媚者的本性,最主要的倒不在于其效劳之时的烦扰,也不在于其许诺时的轻率,而更在于其效劳之事的崇高或卑劣,以及它是偏向享乐还是益处。因为真正的朋友决不会像高尔吉亚所断言的那样,要求朋友对自己提供公正的效劳,而自己却为对方效劳诸多甚至不公之事;“因为他生来是为同守清明,而非同陷病态。” 因此,他反而会劝阻对方远离不当之事;若劝阻不成,福基翁对安提帕特所言堪称绝妙: “你不能既将我当朋友,又将我当谄媚者,”也就是说,既当朋友又当非朋友。因为对朋友应当协力相助,而非同谋作恶;应当共同谋划,而非合谋暗算;应当共同作证,而非同流欺诈;指天发誓,甚至可以共同蒙受不幸,却决不可一同为非作歹。因为就连对朋友的丑事知情尚且非人所愿,又何谈去共同操办并一同出丑呢?正如拉刻代蒙人在战败于安提帕特并缔结和约时,请求无论开出怎样具有损害性的条件均由其便,唯独不可向他们强加任何耻辱之事一样,朋友亦是如此:若有任何涉及花费、危险或劳苦的需要发生,他会率先要求被召集,并毫不推诿、欣然参与;然而一旦涉及耻辱,他唯独恳求免除此役并得到体谅。 但谄媚之徒恰恰相反,在劳苦和危险的差役中他推脱退缩,你若试着敲打他,他便会借着某种借口发出喑哑卑劣的空响;但在可耻、下贱和不光彩的侍奉中,你尽可任意驱使、肆意践踏,他毫不以此为可怕或受辱。你见那猕猴么?它既不能像狗那样看家,又不能像马那样驮重,亦不能像耕牛那样犁地;因此它承受侮辱,忍耐粗俗的戏弄与耍弄,甘将自己充当逗笑的玩物。谄媚者正是如此,既不能在法庭上共辩,又不能共同出资,亦不能一同奋战,在一切辛劳与庄重之事上临阵退缩,却在暗昧隐秘的勾当里毫不推托:他是情欲的忠实奴仆,在为娼妓赎身之事上精明至极,在结清饮宴开销的账目上毫不懈怠,在筹备筵席时毫无怠慢,善于伺候姬妾;若被吩咐去对岳家逞凶并一同驱逐明媒正娶的妻子,他便铁石心肠、毫无顾忌。因此,在此类事上察识此人亦非难事:凡属不光彩且不体面的指令,无论有何吩咐,他随时甘愿舍弃自身脸面,以取悦发号施令之人。
οὐχ ἥκιστα δʼ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει καταμάθοι πολὺ τοῦ φίλου διαφέροντα. τῷ μὲν γὰρ ἥδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυτίμητος ἔσται· κοινὰ γὰρ τὰ φίλων ἡγούμενος οὐδὲν οὕτως οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους ὑπάρχειν· ὁ δὲ ψευδὴς καὶ νόθος καὶ ὑπόχαλκος ὤν, ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπʼ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ φύσει φθονερός, ἀλλὰ τῷ φθόνῳ χρῆται πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων, ἀλλὰ παρὰ χρυσὸν ἑφθόν, ὥς φησι Σιμωνίδης, ἀκήρατον οὐδὲ μόλυβδον ἔχων. ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος καὶ ἀπατηλὸς ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν καὶ ἐμβριθῆ φιλίαν καὶ σφυρήλατον, οὐκ ἀναφέρων ἀλλʼ ἐξελεγχόμενος ταὐτὸ ποιεῖ τῷ ζωγραφήσαντι τοὺς ἀλεκτρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἐξαποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ πλησιάζειν· ἂν δὲ μὴ δύνηται, φανερῶς μὲν ὑποσαίνει καὶ περιέπει καὶ τέθηπεν ὡς ἀμείνονας, λάθρᾳ δʼ ὑφίησί τινας καὶ ὑποσπείρει διαβολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ παντελῶς εὐθὺς ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δʼ ὁ Μήδιος τοῦ περὶ τὸν Ἀλέξανδρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος καὶ σοφιστὴς κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένος. ἐκέλευεν οὖν θαρροῦντας ἅπτεσθαι καὶ δάκνειν, ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ τὸ ἕλκος ὁ δεδηγμένος, ἡ οὐλὴ μενεῖ τῆς διαβολῆς. ταύταις μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ καρκινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ Παρμενίωνα καὶ Φιλώταν· Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν ἑαυτὸν ὑποσκελίζεσθαι, προσκυνούμενον καὶ καταστολιζόμενον καὶ ἀναπλαττόμενον ὑπʼ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. οὕτω μεγάλην ἔχει τὸ πρὸς χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι δοκοῦσι τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι3 πίστιν ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γίγνεται τοῖς ἐπιβουλεύουσι, τὸ δʼ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ διʼ εὐτυχίαν ἢ διʼ εὐφυΐαν ὕψος καὶ φρόνημα τοῖς μικροῖς καὶ ταπεινοῖς μάλιστα βάσιμόν ἐστιν.
人们在其对待其他朋友的态度上,亦最能察知谄媚者与真正的朋友大相径庭。对于朋友而言,与众人一同去爱并被爱是最令人愉悦之事,他在朋友身边始终尽力使其广结善缘、备受尊崇;因为他认为朋友之物应当共有,并深信没有任何事物比朋友本身更应当共有的了。然而,那个虚伪、杂驳、内里掺铜的谄媚者,深知自己是在败坏友谊,将友谊弄成了出自他手的伪劣货币,因此他不仅生性嫉妒,而且将这份嫉妒施加于同类,极力在插科打诨和搬弄是非上争胜超越,而面对更优秀的人时却战战兢兢、畏惧不已;指天发誓,这绝非步行于吕底亚战车之旁,而是如西蒙尼得斯所言: “面对纯金炼赤, 手中连未掺杂的铅都没有。” 因此,当轻浮、镀层且虚伪的他在近处与真挚、厚重且经过锻打的友谊相互检验之时,他难以支撑且原形毕露,其行径便与那位画鸡拙劣的画匠如出一辙。因为那位画匠吩咐童仆将真正的公鸡轰赶得离画板越远越好,此人亦将真正的朋友驱赶排挤在外,不容他们接近;若力有不逮,表面上他摇尾乞怜、殷勤周到,视他们如卓越之人般惊叹钦佩,暗地里却散布中伤、播撒谗言。一旦隐秘的谗言抓挠成创口,即便未能立刻彻底发作,他也谨记并遵循梅狄乌斯的教条。这梅狄乌斯乃是亚历山大身边谄媚者群落的领班与首席策士,专事对付最卓越之人。因此他教导人们放胆借中伤去触碰和噬咬,训诫道:即便被咬之人治愈了伤口,谗言的疤痕仍将永存。亚历山大正是被这些疤痕——或者更确切地说是被这些坏疽和恶性肿瘤所腐蚀,诛杀了卡利斯泰尼斯、帕尔梅尼奥与菲洛塔斯;对于哈格农之流、巴戈阿斯之流、阿格西亚斯之流和德米特里乌斯之流,他却毫不吝惜地任由自己被他们绊倒,任由他们如对待蛮族偶像般向自己下跪顶礼、装点修饰与重塑形象。迎合讨好竟有如此巨大的威力,且在看似最伟大的人物身上威力似乎最为登峰造极;因为自以为具备最美好品质又兼具渴望的心态,同时赋予了谄媚者以信任和胆量。高耸的地势对于图谋不轨者而言本是难以接近且难以攀登的,然而因幸运或天资而在缺乏理性的灵魂中所滋生的高傲与自负,对于卑劣渺小之徒而言反而是最易涉足攻入的坦途。
- 64dὥσπερ οὖν Λακεδαιμόνιοι ... οὕτως ὁ φίλος
由 ὥσπερ... οὕτως... 引出的对应比较句。主句中没有出现定式动词,而是由与主语 ὁ φίλος 一致的分词 ἀξιῶν 和 παραιτούμενος 承担实质的谓语功能,构成破格句(anacoluthon)。其谓语动词可承前接上文的 ἠξίουν 而补出 ἀξιοῖ 等定式形式理解。
- 64eἀπόχρησαι πάτησον
第二人称单数祈使语气动词(中动态 ἀπόχρησαι 与主动态 πάτησον)以无连词并列(asyndeton)的方式出现。结合语境,此处并非直陈祈使命令,而是表达极端的让步与假设:“无论你如何尽情驱使、肆意践踏”。
- 65eτὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι
带冠词的不定式短语 τὸ οἴεσθαι τὰ κάλλιστα 连同介词短语 μετὰ τοῦ βούλεσθαι(伴随着愿望)共同构成整个句子的主语,其主要动词为 δίδωσι。指“自认具备最美好的品质”与“渴望如此”相交织的心态(自负与愿望并存)。
