- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克论述了直言进谏必须彻底剔除自私自爱与个人私怨,并援引阿伽门农、阿喀琉斯以及柏拉图规劝狄奥尼修斯的事例,阐明唯有不掺杂私情、为他人着想的规劝才具有无可抗拒的说服力与真正的友爱价值。
ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρησίᾳ πλείονας ὁρῶντες πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι τῶν ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπʼ εὐνοίας ἀλλʼ ὑπʼ ὀργῆς οἴονται γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος γιγνόμενον λόγον, οὔτε νουθεσίαν ἀλλὰ μέμψιν εἶναι. φιλικὸν γὰρ ἡ παρρησία καὶ σεμνόν, ἡ δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν αἰδοῦνται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν. ὥσπερ ὁ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι δοκοῦντα μετρίως οὐχ ὑπέμεινε, τοῦ δʼ Ὀδυσσέως καθαπτομένου πικρῶς καὶ λέγοντος "οὐλόμενʼ, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν" εἴκει καὶ καρτερεῖ, τῷ κηδεμονικῷ τοῦ λόγου καὶ νοῦν ἔχοντι συστελλόμενος. οὗτος μὲν γὰρ οὐκ ἔχων ἰδίας πρόφασιν ὀργῆς ἐπαρρησιάζετο πρὸς αὐτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἐκεῖνος δὲ διʼ αὑτὸν ἐδόκει μάλιστα χαλεπαίνειν. αὐτός γε μὴν ὁ Ἀχιλλεύς, καίπερ οὐ γλυκύθυμος ὢν οὐδʼ ἀγανόφρων ἀλλὰ "δεινὸς ἀνήρ, οἷος καὶ ἀναίτιον αἰτιάασθαι" παρεῖχε τῷ Πατρόκλῳ σιωπῇ καταφέρειν αὐτοῦ πολλὰ τοιαῦτα "νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεὺς οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής" ὥσπερ γὰρ Ὑπερείδης ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλʼ εἰ προῖκα πικρός,1 οὕτως ἡ τοῦ φίλου νουθεσία καθαρεύουσα παντὸς ἰδίου πάθους αἰδεστόν ἐστι καὶ σεμνὸν καὶ ἀναντίβλεπτον. ἐὰν δὲ δὴ καὶ φανερός τις ἐν τῷ παρρησιάζεσθαι τὰ μὲν εἰς αὑτὸν ἁμαρτήματα τοῦ φίλου κομιδῇ προϊέμενος καὶ ἀπολείπων, ἄλλας δέ τινας αὐτοῦ πλημμελείας ἐλέγχων καὶ δάκνων ἐφʼ ἑτέροις καὶ μὴ φειδόμενος, ἄμαχος ὁ τόνος τῆς παρρησίας οὗτός ἐστι καὶ τῇ γλυκύτητι τοῦ νουθετοῦντος ἐπιτείνων2 τὸ πικρὸν καὶ αὐστηρὸν τῆς νουθεσίας. ὅθεν εὖ μὲν εἴρηται τὸ δεῖν ἐν ταῖς ὀργαῖς καὶ ταῖς διαφοραῖς ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις συμφερόντων ἢ πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς3 ὑπὲρ ἄλλων ἀμελουμένων παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν. ὡς Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις καὶ διαφοραῖς ᾐτήσατο καιρὸν ἐντυχίας· εἶθʼ ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως διελέχθη πρὸς αὐτόν. εἴ τινα αἴσθοιο, Διονύσιε, δυσμενῆ πεπλευκότα εἰς Σικελίαν, κακὸν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, ἆρʼ ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον ἀπαλλαγέντα; πολλοῦ δέω εἶπεν ὁ Διονύσιος ὦ Πλάτων δεῖ γὰρ οὐ τὰ ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ καὶ τὴν προαίρεσιν μισεῖν καὶ κολάζειν εἰ τοίνυν εἶπεν ὁ Πλάτων ἐπʼ εὐνοίᾳ τις ἀφιγμένος τῇ σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος αἴτιός σοι γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις, ἄξιόν ἐστι τοῦτον ἀχαρίστως προέσθαι καὶ ὀλιγώρως; ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς ἐστιν οὗτος, Αἰσχίνης εἶπεν ἀνὴρ τῷ τε ἤθει παρʼ ὁντινοῦν τῶν Σωκράτους ἑταίρων ἐπιεικὴς καὶ τῷ λόγῳ δυνατὸς ἐπανορθοῦν οἷς συνείη· πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό σοι διὰ φιλοσοφίας, ἠμέληται ταῦθʼ οὕτως ἐκίνησε τὸν Διονύσιον, ὥστε τὰς μὲν χεῖρας τῷ Πλάτωνι εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι, τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, τοῦ δʼ Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπιμεληθῆναι.
因此,看到伴随着坦率直言的诸多灾患,我们首先应当从中剔除自私自爱,极其谨慎地防止因某种私事而显得宛如受到侵害与痛苦般去责难人。因为人们认为,为了讲话者自身而发表的言论并非出自善意,而是出自愤怒,且并非劝诫,而是指摘。坦率直言是充满友爱而庄重的,指摘却是自私而狭隘的。因此,人们敬重并赞赏坦率直言之人,却反唇相讥并鄙视挑剔指摘之人。 正如阿伽门农无法忍受阿喀琉斯看似适度的直言,但在奥德修斯严厉抨击并说道: “毁灭之人啊,但愿你统率的是另一支卑劣的军队!” 之时,他却退让并隐忍承受,因那言论中关切与理智的力量而收敛自抑。因为奥德修斯并无私怨的借口,而是为了全希腊向他直言进谏,阿喀琉斯却显得主要因个人私事动怒。阿喀琉斯本人虽然并非性情温和之人,亦不仁善,而是: “可怕的人,哪怕无辜之人也会横加怪罪,”然而他却在沉默中容许帕特罗克洛斯向他倾泻许多这般言语: “无情的人,骑士佩琉斯绝非你的父亲,忒提斯亦非你的母亲;是灰蓝的大海和陡峭的岩石生下了你,因为你的心肠冷酷无情。” 正如演说家许珀里得斯要求雅典人不仅要考察他是否严厉,更要考察他是否无偿严厉一样,朋友的劝诫若是洗净了一切私情,便会令人起敬、庄严而无可抗拒。若有人在直言规谏之际,显而易见地完全舍弃并略过朋友对自己所犯的过失,却揭露其另一些过错,为了他人毫不留情地予以痛击,这种直言进谏的气势便是无往不胜的,以劝诫者的宽厚仁厚,更增添了规劝本身的严厉与峻刻。因此有人说得好:在同朋友发怒与争执之际,最应当考虑并践行某些有利于他们或合乎其身份的事情;但与此同样合乎友道的,是在自己看似遭到忽视与冷落之时,为了其他被冷落的人直言进谏并加以提醒。 柏拉图在同狄奥尼修斯相互猜忌与不和之时请求会面,亦是如此。狄奥尼修斯同意了会面,以为柏拉图有什么为了他自身的委屈要加以责怪和申诉,柏拉图却大致这样对他说道: “狄奥尼修斯,如果你察觉到有个心怀敌意的人航行到西西里,意欲对你不利却苦无良机,你会任由他扬帆离去,坐视他安然脱身吗?” “绝不可能,”狄奥尼修斯说道,“柏拉图啊,因为不仅敌人的行为,连其企图也必须予以痛恨和惩罚。” “那么,”柏拉图说,“若是有人怀着对你的善意来到这里,切望为你带来某种益处,你却不给他机会,这样忘恩负义、漫不经心地将他弃之不顾,难道是应当的吗?” 当狄奥尼修斯询问这人是谁时,柏拉图说道: “埃斯基涅斯。在苏格拉底的同伴中,他的品性温良不亚于任何人,并能以其言论规正与其结交之人;然而他远渡重洋来到这里,本欲借由哲学与你相处,却被冷落了。” 这番话深深打动了狄奥尼修斯,以致他立刻上前拥抱柏拉图并亲吻他,钦佩其善意与宽宏大度,并对埃斯基涅斯给予了体面而优厚的照拂。
- 67bπροῖκα πικρός
名词 προίξ(“嫁妆”、“赠礼”)的单数宾格 προῖκα 用作副词性惯用表达,意为“无偿地”、“不图回报地”。在此处指并非为了私利或贿赂而严厉抨击,而是纯粹出于公心、不取分文报酬地秉公严正。
- 67bἐπιτείνων
该现在分词由连词 καί 连接至主句述谓结构 ἄμαχος ὁ τόνος τῆς παρρησίας οὗτός ἐστι(“这种直言进谏的气势是无可抗拒的”)。此处它或是作为破格构式(anacoluthon)与主句并列,或是与系动词 ἐστί 结合构成迂回表语,表示持续增进规诫之峻厉与严苛的特征与效果。
- 67cπαρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς
在由 φιλικόν ἐστι 引导的不定词短语中,该宾格词组担任不定词 παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν 的逻辑主语。代词 αὐτούς 与其保持一致的分词 δοκοῦντας 均采用宾格,用以指代那些看似自己受到冷落却仍为他人直言提醒的人。
