- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:22#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者对比了朋友的真诚援助与谄媚者的效劳做派,借阿尔克西拉乌斯与拉库得斯等人说明真朋友如何暗中施恩且不求扬名,而谄媚者则大肆夸大劳苦并借此横加怨言,使受惠者倍感沉重。
ἡ μὲν γὰρ παρὰ τοῦ φίλου χάρις ὥσπερ ζῷον ἐν βάθει τὰς κυριωτάτας ἔχει δυνάμεις, ἐπιδεικτικὸν δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν ἐθεράπευσε, καὶ φίλος ὠφέλησεν ἐντυχὼν ἢ διαλυσάμενος, ἀγνοοῦντος ἐπιμεληθείς1 τοιοῦτος Ἀρκεσίλαος περί τε τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπανῆλθεν αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίον ἐνταῦθα μέν εἶπεν οὐδὲν ἢ τὰ Ἐμπεδοκλέους στοιχεῖα ταυτὶ "πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψος" ἀλλʼ οὐδὲ κατάκεισαι σὺ δεξιῶς, ἅμα δὲ διακινῶν τὸ προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερμάτιον. ὡς οὖν ἡ διακονοῦσα πρεσβῦτις εὗρε καὶ θαυμάσασα τῷ Ἀπελλῇ προσήγγειλε, γελάσας ἐκεῖνος Ἀρκεσιλάου εἶπε τοῦτο τὸ κλέμμα καὶ μὴν ἐοικότα γε τέκνα φύεται γονεῦσιν ἐν φιλοσοφίᾳ. Λακύδης γοῦν ὁ Ἀρκεσιλάου γνώριμος ἀπʼ εἰσαγγελίας φεύγοντι δίκην Κηφισοκράτει μετὰ τῶν ἄλλων φίλων παρειστήκει. τοῦ δὲ κατηγόρου τὸν δακτύλιον αἰτήσαντος, ὁ μὲν ἡσυχῇ παρακαθῆκεν,2 αἰσθόμενος δʼ ὁ Λακύδης ἐπέβη τῷ ποδὶ καὶ ἐπέκρυψεν ἦν γὰρ ὁ ἔλεγχος ἐν ἐκείνῳ. μετὰ δὲ τὴν ἀπόφασιν τοῦ Κηφισοκράτους δεξιουμένου τοὺς δικαστὰς εἷς τις ὡς ἔοικεν ἑωρακὼς τὸ γενόμενον ἐκέλευσε Λακύδῃ χάριν ἔχειν καὶ τὸ πρᾶγμα διηγήσατο, τοῦ Λακύδου πρὸς μηδένα φράσαντος οὕτως οἶμαι καὶ τοὺς θεοὺς εὐεργετεῖν τὰ πολλὰ λανθάνοντας, αὐτῷ τῷ χαρίζεσθαι καὶ εὖ ποιεῖν φύσιν ἔχοντας ἥδεσθαι. τὸ δὲ τοῦ κόλακος ἔργον οὐδὲν ἔχει δίκαιον οὐδʼ ἀληθινὸν οὐδʼ ἁπλοῦν οὐδʼ ἐλευθέριον, ἀλλʼ ἱδρῶτα καὶ κραυγὴν διαδρομὴν καὶ σύντασιν προσώπου ποιοῦσαν ἔμφασιν καὶ δόκησιν ἐπιπόνου χρείας καὶ κατεσπευσμένης, ὥσπερ ζωγράφημα περίεργον ἀναιδέσι φαρμάκοις καὶ κεκλασμέναις στολίσι καὶ ῥυτίσι καὶ γωνίαις ἐναργείας φαντασίαν ἐπαγόμενον. ἔστι δὲ καὶ διηγούμενος ἐπαχθὴς ὡς ἔπραξε πλάνας τινὰς ἐπʼ αὐτῷ καὶ φροντίδας, εἶτʼ ἀπεχθείας πρὸς ἑτέρους εἶτα πράγματα μυρία καὶ μεγάλα πάθη διεξιών, ὥστʼ εἰπεῖν οὐκ ἄξια ταῦτʼ ἐκείνων·3 πᾶσα μὲν γὰρ ὀνειδιζομένη χάρις ἐπαχθὴς καὶ ἄχαρις καὶ οὐκ ἀνεκτή, ταῖς δὲ τῶν κολάκων οὐχ ὕστερον ἀλλὰ πραττομέναις ἔνεστιν εὐθὺς τὸ ἐπονείδιστον καὶ δυσωποῦν. ὁ δὲ φίλος, ἂν εἰπεῖν δεήσῃ τὸ πρᾶγμα; μετρίως ἀπήγγειλε, περὶ αὑτοῦ δʼ εἶπεν οὐδέν. δὴ καὶ Λακεδαιμόνιοι Σμυρναίοις δεομένοις σῖτον πέμψαντες, ὡς ἐθαύμαζον ἐκεῖνοι τὴν χάριν, οὐδὲν ἔφασαν μέγα μίαν γὰρ ἡμέραν ψηφισάμενοι τὸ ἄριστον ἀφελεῖν ἑαυτῶν καὶ τῶν ὑποζυγίων ταῦτʼ ἠθροίσαμεν. οὐ γὰρ μόνον ἐλευθέριος ἡ τοιαύτη χάρις, ἀλλὰ καὶ τοῖς λαμβάνουσιν ἡδίων, ὅτι τοὺς ὠφελοῦντας οὐ μεγάλα βλάπτεσθαι νομίζουσιν.
因为来自朋友的恩惠犹如生物一般,其最根本的力量深藏于内里,毫无招摇夸耀之处;反倒往往像医生悄然医治一样,朋友也在巧遇或调解中施以援手,在对方不知不觉中予以关照。阿尔克西拉乌斯在其他事情上亦是如此:当希俄斯的阿佩勒斯患病时,他察觉了其贫困,便带着二十德拉克马折返回来,坐在他身旁,“这里”他说, “除了恩培多克勒所说的这些元素外别无他物: ‘火、水、土,以及柔和的以太穹苍;’ 而且你躺得也并不舒适。” 说着,他一边整理对方的枕头,一边悄悄把那笔零钱塞在下面。伺候的老妇人发现了钱,惊讶地告知阿佩勒斯,阿佩勒斯笑着说: “这桩‘盗窃’ 定是阿尔克西拉乌斯的作为。” 确乎,在哲学之中,子女往往酷肖其父辈。例如阿尔克西拉乌斯的门人拉库得斯,在刻菲索克拉泰斯因弹劾指控而面临审判时,曾与其他朋友一同站在他身旁。当原告索要指环时,刻菲索克拉泰斯悄悄将指环垂落丢下;察觉此事的拉库得斯便用脚踩住并掩藏了它,因为关键的证据正在那枚指环之中。判决之后,当刻菲索克拉泰斯向陪审官们致意致谢时,有一位显然目睹了经过的人吩咐他应当感谢拉库得斯,并将此事娓娓道来,而拉库得斯自己却从未对任何人提起。我想,众神施予恩惠大抵也是如此避人耳目,因为他们的天性便是在施恩与行善本身之中体味欢悦。然而谄媚者的作为却毫无正直、真实、单纯或慷慨可言,只有挥汗、叫嚷、奔波,以及脸上绷紧的神色——这一切无非是营造出一种辛劳迫切之需的印象与假象,犹如一幅过度雕琢的画作,借着刺目的颜料、碎断的衣褶、皱纹与棱角来勉强制造出逼真的错觉。他在叙述时亦惹人厌烦,详述自己如何为了对方东奔西跑、操心费神,接着又与他人结怨,随后又历经无数周折与莫大痛苦,以致让人叹道:“这些〔恩惠〕真抵不上那些〔辛劳〕。”因为凡是横加责备的恩惠无不令人厌烦、索然无味且不堪忍受,而谄媚者的恩惠甚至无需等到事后,在其施行的那一刻起便已充斥着责难与难堪。反观朋友,若须谈及此事,亦不过平淡言之,对自己则只字不提。正如拉刻代蒙人向困窘中的斯米那人运送粮食时,面对后者对这份恩惠的惊叹,便说道: “这算不得 什么大事;我们不过是表决免除自己和驮畜一日的午餐,便将这些粮食筹集起来了。” 因为这样的恩惠不仅慷慨高尚,而且对受惠者而言更加怡人,因为他们认为施惠者并未因此遭受多大损害。
- 63dἀγνοοῦντος ἐπιμεληθείς
ἀγνοοῦντος 为属格独立结构,其逻辑主语(受助的朋友/病患)依上下文省略,意为“在对方不知不觉中予以关照”。
- 63eὁ μὲν ἡσυχῇ παρακαθῆκεν
ὁ μέν 指代的主语是被告刻菲索克拉泰斯。当原告索要作为证据的指环时,刻菲索克拉泰斯悄悄将其垂落,随后由觉察到此事的拉库得斯(αἰσθόμενος δʼ ὁ Λακύδης)用脚踩住掩藏,二者形成主语动作的前后对比。
- 64aοὐκ ἄξια ταῦτʼ ἐκείνων
由 ὥστʼ εἰπεῖν 引出的结果从句中的话语。ἐκείνων 为表示价值或比较的属格。ταῦτα 指受助者得到的恩惠,ἐκεῖνα 指谄媚者所诉说的种种劳苦与磨难,全句意为“这些恩惠实在抵不上那些辛劳”。
