← 普鲁塔克

如何区分谄媚者与朋友

§22#1

朋友与谄媚者在许诺和建议上的差异

普鲁塔克论述了朋友与谄媚者之间的根本区别,显著体现在轻率应承的许诺、审议中盲从迎合的态度,以及对主事者意见的步步附和上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22#1

ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλʼ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν δεομένων. οὐ μὴν ἀλλὰ1 δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν "εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί," κόλακος δὲ ταύτην "αὔδα ὅ τι φρονέεις" καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν "ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε, ἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον,2 ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον τὸ πρόσωπον" ἔπειτα τῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται σύμβουλος πρότερον, ἀλλʼ ὅταν δοκιμάσῃ καὶ συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον ἢ τὸ συμφέρον3 ὁ δὲ κόλαξ, κἂν ἀποδῷ τις αὐτῷ τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βουλόμενος, ἀλλὰ καὶ δεδιὼς ὑποψίαν ὀκνοῦντος παρέχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι καὶ συνεξορμᾷ τὴν ἐπιθυμίαν. οὐδεὶς γάρ ἐστι ῥᾳδίως πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν "ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται, πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ," ἀλλʼ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συνᾳδόντων ἢ θεάτρου συνεπικροτοῦντος. ὅθεν ἡ μὲν τραγικὴ Μερόπη παραινεῖ "φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης," οἱ δὲ τοὐναντίον δρῶσι, τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις ἀλλʼ ἀντιβαίνοντας ὑπὲρ τοῦ συμφέροντος ἀφοσιοῦνται, τοὺς δὲ πρὸς χάριν πονηροὺς καὶ ἀνελευθέρους καὶ γόητας οὐ μόνον κλῄθρων καὶ στέγης ἐντὸς ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. ὧν ὁ μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδʼ ἀξιοῖ σύμβουλος εἶναι πραγμάτων τηλικούτων ἀλλʼ ὑπουργὸς καὶ διάκονος, ὁ δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν καὶ τὰς ὀφρῦς συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δʼ οὐδέν· ἂν δʼ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, ὦ Ἡράκλεις, ἔφθης με φησὶ μικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο λέγειν ἔμελλον ὡς γὰρ οἱ μαθηματικοὶ τὰς ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθʼ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν ὧν πέρατά εἰσιν,4 οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ συναποφαινόμενον καὶ συνηδόμενον νὴ Δία καὶ συνοργιζόμενον, ὥστε παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον ἐν τῷ τρόπῳ τῆς ὑπουργίας.

因此,对于明智之人而言,这些表现亦非真实与节制之友谊的标志,而是娼妓般且比需求者更加轻率缠绵的态度。话虽如此,首先必须在许诺中审视其区别。正如前人已精妙指出的那样,朋友的许诺是: “若我确能办到,且若此事合当办到,”而谄媚者的许诺则是: “说出你心中所想吧。” 事实上,喜剧诗人们亦是如此塑造这等人物的: “尼科马库斯,让我去对付那名士兵吧; 若我不把他抽打得浑身如熟烂的果子, 若我不把他的脸弄得 比海绵还要柔软——”其次,朋友之中,若非先做谋士便无人成为协力者,而唯有在审视作为并将其引向得体或有益的方向之后,方会成为协力者。而谄媚者纵使蒙人允准可就该事共同审议并发表见解,不仅因其一心顺从迎合,更因害怕落得迟疑退缩、逃避差事的嫌疑,故而顺从并一同激发对方的欲望。因为绝少有富人或君王能够像这样说道: “但愿我有乞丐做伴,若他愿意, 纵使比乞丐更贱亦无妨,只要他于我心存善意, 抛却恐惧,直言心声;”相反,他们就像悲剧演员一样,需要友人齐声伴唱的歌队或齐声喝彩的剧场。因此,虽然悲剧中的梅洛佩规劝道: “当纳言语不肯退让者为友, 而那些迎合奉承只为讨你欢心的小人, 则当用屋顶之闩将其拒之门外,”世人却行事反常:他们厌弃“言语不肯退让者”,即为了真正的利益而抗辩之人,却把“迎合奉承的小人”、卑躬屈膝之徒与江湖术士,不仅迎入门闩与屋顶之内,更纳于私密情欲与不可告人之事的心腹中。在这些人之中,较为质朴者自忖不该亦不配在此等大事上充当参谋,只求作为役使与侍从;而更为奸诈者则站在一旁共同故作疑难、双眉紧蹙、频频点头附会,却一语不发;可一旦对方说出见解,他便说道: “赫拉克勒斯啊,你抢先了我一步, 我本正打算说出完全一样的话呢。” 正如几何学家所言,面与线因其仅为可知且无形之物,本身既不弯曲、亦不伸展、更不自行运动,而是伴随作为其边界的物体一同弯曲、伸展并改变位置;同样,你亦会察觉谄媚者始终亦步亦趋地附和、裁定,以宙斯之名作证,更一同欣喜、一同发怒,以至于至少在这些事上,两者的区别是完全易于识破的;而在效劳的方式上更是如此。

语法注4 条
  1. 62eοὐ μὴν ἀλλὰ

    表示强烈转折与过渡的习惯用法(“话虽如此”、“然而”)。在承认前文所述的外在细微举止(过分的逢迎纠缠)的同时,将论题引向关于许诺(ἐπαγγελίαι)的本质性考察。

  2. 62eἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον

    引自喜剧的诗句。句式为双重宾格(ποιήσω [αὐτὸν] πέπονα ὅλον),πέπων 比喻性地指“被抽打得如熟烂的果子一般软烂”。μαστιγῶν 为缩略动词 μαστιγόω(鞭打、抽打)的现在主动分词(阳性单数主格),表示手段或方式(“通过抽打”)。

  3. 62eτῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται σύμβουλος πρότερον, ἀλλʼ ὅταν δοκιμάσῃ καὶ συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον ἢ τὸ συμφέρον

    由否定条件(εἰ μὴ...)与肯定性时间条件从句(ἀλλʼ ὅταν...)形成的对仗结构。表达真正的朋友绝不直接充当协作者,除非事先充当参谋,“唯有当(ἀλλʼ ὅταν)”审验并协助将行动规范至合宜与有益的方向时,方才提供协助。συγκαταστήσῃ εἰς 意为“一同调理/确立至……”。

  4. 63bὡς γὰρ οἱ μαθηματικοὶ τὰς ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθʼ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν ὧν πέρατά εἰσιν

    以几何学为喻的对仗句结构。在 λέγουσι 所统领的“宾格加不定式”结构中,前半部分的否定项(μήτε... μήτε... καθʼ ἑαυτάς)与后半部分带有 συν- 前缀的肯定性动词(συγκάμπτεσθαι δὲ...)形成严整对比。以此形象地比拟谄媚者毫无独立自主的思想,只能依附于主事者而一同屈曲、伸展与顺从。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:22#1