- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:20-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了朋友培育灵魂的理性部分与谄媚者迎合其非理性情欲的本质对立,并指出谄媚者不仅在微末小事上怂恿偷安,更在效劳奔走中表现出过分殷勤与独占排他的特征。
εἷς δέ τις ἔοικε τρόπος εἶναι φυλακῆς τὸ γιγνώσκειν καὶ μνημονεύειν ἀεὶ ὅτι τῆς ψυχῆς τὸ μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δʼ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν,1 ὁ μὲν φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, ὁ δὲ κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ παρακάθηται, καὶ τοῦτο κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, μηχανώμενος αὐτῷ πονηράς τινας ἡδυπαθείας. ὥσπερ οὖν τῶν σιτίων ἔστιν ἃ μήθʼ αἵματι προσφύεται μήτε πνεύματι, μηδὲ νεύροις τινὰ τόνον ἢ μυελοῖς προστίθησιν, ἀλλʼ αἰδοῖα παρακινεῖ καὶ κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως ὁ τοῦ κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, ἀλλʼ ἡδονήν τινα τιθασεύων ἔρωτος ἢ θυμὸν ἐντείνων ἀνόητον ἢ διερεθίζων φθόνον ἢ φρονήματος ὄγκον ἐμποιῶν ἐπαχθῆ καὶ κενὸν ἢ λύπῃ συνεπιθρηνῶν ἢ τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι δριμὺ καὶ ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς προσέχοντας.2 ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι βουβῶνος δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς ἐπιγιγνόμενος. ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. ὑπονοεῖς; πίστευσον ἂν δὲ περὶ ταῦτα δυσφώρατος τὰ πάθη,3 διὰ σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ λογισμοῦ, περὶ τὰ μικρὰ λαβὴν παρέξει μᾶλλον, ὅμοιος ὤν. καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης τινὸς ἢ πλησμονῆς γενόμενον καὶ διστάζοντα περὶ λουτροῦ καὶ τροφῆς ὁ μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν παραινῶν, ὁ δὲ κόλαξ εἰς τὸ βαλανεῖον ἕλκει, καὶ κελεύει νεαρόν τι παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα. καὶ πρὸς ὁδὸν ἢ πλοῦν ἤ τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον οὐ φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ πέμψαντας ἕτερον.4 ἂν δʼ ὑπεσχημένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν ἢ ἐπιδώσειν μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι ῥοπῇ προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθάνομεν ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες ἀποδειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις παρρησιαζόμενος. ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.
防范谄媚的一种方法似乎在于始终认识并牢记:灵魂兼具真实、向善与理性的部分,以及非理性、嗜谎与易感的情欲部分;真正的朋友始终作为顾问与辩护者侍奉于更优良的部分之侧,如同医师一样增强并护卫健康的部分;而谄媚者则端坐于易感与非理性的部分身旁,对其又抚摩、又搔弄、又诱导,并借由设计恶劣的纵欲享乐而使其脱离理性。正如在食物之中,有些既不能转化为血液亦不能转化为精气,既不能给肌肉亦不能给骨髓增添任何力量,反而只是刺激私处、搅动肠胃,使肌肉松弛且内溃;同样,谄媚者的言辞不会给深思熟虑的理性部分增添任何东西,反而娇纵情欲的快感,激化无谓的怒气,煽动嫉妒,灌输沉重而虚妄的傲慢,与悲痛同声哀泣,或是借由诽谤与预感不断使险恶、卑鄙与多疑变得尖刻、风声鹤唳并充满戒备,因此它绝难逃过留心之人的法眼。因为他总是潜伏于某种情欲之下并使其膨胀,时刻如同淋巴肿胀般附着于灵魂那溃烂发炎的部分: “你愤怒吗?惩罚他。你渴望吗?买下它。你害怕吗?我们逃跑吧。你起疑吗?确信它。” 然而,若在这些情欲中由于其强烈与庞大而击溃了理性,使得谄媚者难以被察觉,那么在微不足道的小事上,他以相同的性情将提供更多的把柄。事实上,当一个人怀疑自己宿醉或过饱而对沐浴和进食犹豫不决时,朋友会阻止他,劝诫他当心并留意;谄媚者却将其拉向浴室,吩咐端上新鲜菜肴,叫他不要用禁食折磨身体。当看到某人在旅途、航行或某项事务面前畏缩退却时,谄媚者便说时机并不紧迫,推迟或另派他人也能达到同样的效果。若有人曾许诺借钱或赠款给某位亲属,随后心生后悔却又碍于情面时,谄媚者便将自身投入那恶劣的一端,坚定其守财的念头,斩断其难为情之感,吩咐他应当节省,借口说他花费甚巨且理应周济众人。因此,只要我们并非对自己内心的欲望、不知羞耻与胆怯懦弱毫无察觉,谄媚者就无法逃避我们的识破;因为他时刻在为这些情欲辩护,并在这些情欲的放纵结果上表现得直言不讳。关于这些,讲到这里已经足够了。
ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἤδη· καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ φίλου τρόπος ὥσπερ ὁ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατʼ Εὐριπίδην καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ τοῦ κόλακος ὄντως "νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν" καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν ταῖς ἀπαντήσεσιν ὁ μὲν φίλος ἔστιν ὅτε μήτʼ εἰπὼν μήτʼ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι καὶ δεξάμενος παρῆλθεν, ὁ δὲ κόλαξ τρέχει καταδιώκει δεξιοῦται πόρρωθεν, ἂν προσαγορευθῇ πρότερον ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ παραλείπουσιν οἱ φίλοι τῶν μικρῶν, οὐκ ἐξακριβοῦντες οὐδὲ πολυπραγμονοῦντες οὐδέν, οὐδʼ ἑαυτοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλʼ ἐκεῖνος ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον οὐδὲ χώραν διακονίας, ἀλλὰ βουλόμενος κελεύεσθαι, κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δʼ ὅλως ἐξαθυμῶν καὶ ποτνιώμενος.
现在让我们转向实际需求与效劳服务。正是在这些事情上,谄媚者对于自己与朋友之间的区别造成了极大的混乱与模糊,因为他在一切事上都显得毫不迟疑、满腔热忱且毫无托词。依欧里庇得斯所言,朋友的风度一如真理之辞,是简单、朴实且不事雕琢的;而谄媚者的风度则确如所云: “自染沉疴,须赖巧药,”以宙斯之名作证,更需要繁多且多余的药。正如在相遇之际,朋友有时既未说话亦未闻声,仅是凝望微笑,自内心深处将善意与亲近赋予双眸并欣然接纳,随即走过;谄媚者却奔跑追赶,自远处逢迎致意,若被对方先看见并打招呼,他便常常拉来证人并立誓以自我辩白;同样,在实际事务中,朋友会略去许多琐碎之举,既不严加推求亦不多管闲事,更不会将自己硬塞入每一桩差事之中。唯独谄媚者在其中如影随形、坚韧不息且不知疲倦,不给他人留有施展奉事的地盘与余地,一心只想领受差遣;若未被差遣,便心生怨怼,甚至完全沮丧消沉、怨天尤人。
- 20τῆς ψυχῆς τὸ μὲν ἀληθινὸν καὶ φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δʼ ἄλογον καὶ φιλοψευδὲς καὶ παθητικόν
属格独立结构(τῆς ψυχῆς ... ἐχούσης),其中分词 ἐχούσης 的宾语通过 μέν ... δέ 对举结构划分为“真实、向善且理性的部分(τὸ μέν ...)”与“非理性、嗜谎且易感的部分(τὸ δέ ...)”,体现了灵魂中理性与非理性要素的截然对立。
- 61eοὕτως ὁ τοῦ κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, ἀλλʼ ... οὐ διαφεύξεται τοὺς προσέχοντας
长难句倒置与离隔结构(hyperbaton):主语 ὁ τοῦ κόλακος λόγος 在通过 οὐδὲν ... προστίθησιν 表明否定后,由 ἀλλʼ 引出一连串伴随分词(τιθασεύων、ἐντείνων、διερεθίζων、ἐμποιῶν、συνεπιθρηνῶν、ποιῶν)修饰主语,最终落在主句谓语动词 οὐ διαφεύξεται 上,全句主干意为“谄媚者之辞……绝不会逃过留心者的法眼”。
- 61eἂν δὲ περὶ ταῦτα δυσφώρατος τὰ πάθη
条件从句中省略了虚拟语气系动词(ᾖ)。形容词 δυσφώρατος(难以察觉的)所带的宾格短语 τὰ πάθη 作关系宾格(accusative of respect),限定其范围,即“在这些情欲方面难以被察觉”。
- 62aταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ πέμψαντας ἕτερον
由 οὐ φήσει(否定说……)引出的宾格不定式结构。将来时不定式 ποιήσειν 的逻辑主语省略,与其同格一致的分词 ὑπερθεμένους ἢ πέμψαντας 采用宾格复数阳性,充当表示方式或条件的情状分词(“通过推迟或派其他人亦能达到同样目的”)。
