- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:18-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述狡猾的谄媚者如何反将直言与责难作为逢迎取悦的手段,并通过具体事例揭露其在情爱与权力关系中的操弄伎俩。
ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις ὁ Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ φθόνου καὶ λύπης ἐξέκραγεν ὢ τῆς πολλῆς ἀτοπίας,1 ἐπιστρέψαντος δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καί τί δὴ σὺ λέγεις; εἰπόντος ὁμολογῶ φησὶν ἄχθεσθαι καὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας ἅπαντας ὁμοίως κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας· καὶ γὰρ Ἡρακλῆς Κέρκωψί τισι, καὶ Σειληνοῖς ὁ Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ τοιούτους ἰδεῖν ἔστιν εὐδοκιμοῦντας. Τιβερίου δὲ Καίσαρος εἰς τὴν σύγκλητόν ποτε παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδʼ ἀποσιωπᾶν τῶν συμφερόντων ἀνατείνας δὲ πάντας οὕτως,2 γενομένης αὐτῷ σιωπῆς καὶ τοῦ Τιβερίου προσέχοντος, ἄκουσον ἔφη Καῖσαρ. ἅ σοι πάντες ἐγκαλοῦμεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθʼ ἡμέραν οὔτε νυκτὸς ἀναπαυόμενος. πολλὰ δʼ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι τὸν ῥήτορα Κάσσιον Σευῆρον αὕτη τοῦτον ἡ παρρησία τὸν ἄνθρωπον ἀποκτενεῖ καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δʼ ἤδη χαλεπὰ καὶ λυμαινόμενα τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν3 ὥσπερ Ἱμέριος ὁ κόλαξ τῶν πλουσίων τινὰ τὸν ἀνελευθερώτατον καὶ φιλαργυρώτατον Ἀθήνησιν ὡς ἄσωτον ἐλοιδόρει καὶ ἀμελῆ καὶ πεινήσοντα κακῶς μετὰ τῶν τέκνων ἢ τοὺς ἀσώτους αὖ πάλιν καὶ πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν ὥσπερ Νέρωνα Τίτος Πετρώνιος ἢ τοὺς ὠμῶς καὶ ἀγρίως προσφερομένους ἄρχοντας ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν ἐπιείκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον. ὅμοιος δὲ τούτοις καὶ ὁ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινὸν τινα καὶ πανοῦργον καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, καὶ ὁ τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ ἀντιλέγων ὡς νόσημα τοῦτʼ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν καὶ μηδενὸς ἀξίους. τίς γὰρ οὗτός ἐστιν ἢ τί λαμπρὸν εἴρηκεν ἢ πεποίηκε; μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις ἐπιτίθενται καὶ προσεκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομένους γονέων ὑπερφρονοῦντας ἢ πρὸς γυναῖκας αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτʼ ἐγκαλοῦσιν, ἀλλὰ καὶ προσεπιτείνουσι τὰς ὀργάς. οὐ γὰρ αἰσθάνῃ σαυτοῦ καὶ σὺ τούτων αἴτιος, ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ ταπεινῶς. ἂν δὲ πρὸς ἑταίραν ἢ μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ ζηλοτυπίας ἐγγένηται, πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς ἡ κολακεία, πῦρ ἐπὶ πῦρ εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ κατηγοροῦσα τοῦ ἐρῶντος ὡς ἀνέραστα πολλὰ καὶ σκληρὰ καὶ νεμεσητὰ ποιοῦντος· "ὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων.4" οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον ἀνέπειθον ὡς ὑπʼ ἐκείνης ἐρῷτο, καὶ λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ ὑπερήφανον. ἡ μὲν γὰρ γυνὴ καταλιποῦσα βασιλείαν τοσαύτην καὶ διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ στρατευομένη, σχῆμα παλλακίδος ἔχουσα· "σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί" καὶ περιορᾷς αὐτὴν ἀνιωμένην ὁ δʼ ἡδέως ἐλεγχόμενος ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος.5 ἔοικε γὰρ ἡ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων δήγμασι γυναικῶν, ἐγείρουσα καὶ γαργαλίζουσα τῷ δοκοῦντι λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα πρὸς τὸ κώνειον ἂν ἐμμίξωσι προσεμβαλόντες αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερομένην ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα βοήθημα πρὸς τὴν κολακείαν οὖσαν οἱ πονηροὶ διʼ αὐτῆς κολακεύουσι τῆς παρρησίας. ὅθεν οὐδʼ ὁ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος ὅτι τῶν μὲν ἀγρίων ὁ τύραννος, τῶν δʼ ἡμέρων ὁ κόλαξ. ἀληθέστερον γὰρ ἦν εἰπεῖν ὅτι τῶν κολάκων ἥμεροι μέν εἰσιν οἱ περὶ τὸ βαλανεῖον καὶ περὶ τὴν τράπεζαν , ὁ δʼ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον καὶ διάβολον καὶ κακόηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος.
不仅如此,还有比这些人更奸黠的其他人,甚至将直言与责备当作取悦对方的手段。正如阿尔戈斯人阿吉斯那样,当亚历山大向某个弄臣赏赐重金时,他因嫉妒和不快而大声叫喊道: “啊,真是荒谬绝伦!” 当国王愤怒地转过身朝向他并问道: “你到底在说什么?” 他回答说: “我承认我很苦恼且愤慨,看到你们这些宙斯的后裔竟全都一样地喜欢阿谀逢迎且荒唐可笑之辈。因为赫拉克勒斯曾因某些刻耳科普斯人而欢悦,狄俄倪索斯也喜爱西勒诺斯们,而在您身边也能看到这类人深受重用。” 又如,当提贝里乌斯·凯撒某次步入元老院时,谄媚者中有一人站起身来说,作为自由人应当直言不讳,绝不可对有益之事有所隐瞒或缄口不言。他以此吊起众人的胃口,在全场肃静且提贝里乌斯倾听之际,他说道: “凯撒,请听我们大家对您的责难吧,只是无人敢公开讲出来:您忽视自己,抛掷身体,为了我们而在忧虑与劳苦中日夜消磨,无论白昼还是黑夜都不得安息。” 当他滔滔不绝地罗织诸多此类话语时,据说演说家卡西乌斯·塞维鲁说道: “这种直言将会要了那人的命。”而这些还算是轻微的。真正棘手并严重毒害愚夫的,是他们向着正相反的情欲和病态施加谴责之时:正如谄媚者希梅利俄斯在雅典辱骂富人中最吝啬和最贪婪的一位,称其为放荡不羁、粗心大意且注定要与子女一同惨遭饥馑之人;抑或他们反过来斥责放荡奢侈之人狭隘与肮脏,如提图斯·佩特罗尼乌斯对待尼禄那样;又如命令那些对待臣民残酷暴虐的统治者丢弃过度的宽大以及不合时宜、毫无益处的怜悯。与这些人相似的,还有假装提防并畏惧某个迟钝、愚钝而软弱之人,仿佛其为精明奸狡之辈的人;以及在某个恶毒且总是乐于诋毁与责备之人偶被促动而称赞起某位显要人物时,便上前对其责难与反驳的人,称其患有称赞毫无价值之人的恶疾: “因为这人到底算什么,他又说过或做过什么显赫的事呢?” 尤为甚者,他们在情爱方面向被谄媚者大肆发难并煽风点火。因为看到他们与兄弟争吵、蔑视父母或傲慢对待妻子时,他们非但不劝诫也不责备,反而火上浇油: “因为你根本没有意识到自己的尊严,”以及: “全因你总是如此谦卑温顺地顺应他们,才导致了这一切。” 然而,一旦因愤怒与嫉妒而对情妇或私通的女子产生些许烦躁,谄媚便立即披着华丽的直言粉墨登场,抱薪救火,据理力争,并谴责那位情夫做出了许多不解风情、冷酷无情且天理难容之事: “啊,你这忘恩负义之人,枉费了那无数的亲吻!” 正是如此,当安东尼钟情于那位埃及女子并情火中烧时,他的朋友们便劝诱他相信自己深受其爱慕,并对他恶语相向,称他麻木不仁、傲慢自大: “因为那个女人放弃了如此辽阔的王国和优渥的生活,扮作妾侍的模样同你一起行军打仗、备受折磨; ‘而你胸中却怀着一颗不可蛊惑的心,’ 竟坐视她备受折磨而不顾。” 安东尼欣然承受关于自己行事不端的谴责,并对这些指责者表现出甚至超过对赞美者的欢喜,殊不知自己正被看似劝诫的手段进一步腐蚀。因为这种直言恰似放荡女子的啮咬,借由貌似制造痛苦之物,唤醒并撩拨着那沉溺于快感的部分。正如纯酒在通常情况下能解毒芹之毒,可若将其掺入毒芹之中,由于酒的热力将其迅速带入心脏,便会使该药的毒性完全不可救药一样;恶人深知直言是对抗谄媚的极佳良药,却偏偏利用直言本身来进行谄媚。因此,当有人询问哪种动物最危险时,毕阿斯回答说在野生动物中是僭主,而在驯养动物中是谄媚者,这一回答并不妥当。因为更真实的说法应当是:在谄媚者中,流连于浴室和餐桌旁的是温顺驯养的;而将多管闲事、挑拨中伤和恶劣心性如触手般伸入私室与内眷闺房之人,才是野性未泯、凶残暴虐且难以驾驭的猛兽。
- 18ὢ τῆς πολλῆς ἀτοπίας
由感叹词 ὤ 引出的“感叹属格”,用于表达强烈的震惊与愤慨。
- 60cἀνατείνας δὲ πάντας οὕτως
分词 ἀνατείνας 在此意为“使……紧张”或“吊起胃口”,引出随后的独立属格结构(γενομένης αὐτῷ σιωπῆς…)。
- 60dεἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν
介词短语 εἰς τἀναντία πάθη καὶ νοσήματα 修饰动词 κατηγορῶσιν,表示非难所指向的极端:“朝向正相反的情欲与恶癖”加以谴责。
- 61aὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων
紧接在呼格 ὦ δυσχάριστε 之后的 τῶν πυκνῶν φιλημάτων 是表示原因的属格(或感叹属格),用于解释责难的依据:“枉费了那么多亲吻”。
- 61bἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι προσδιαστρεφόμενος
λανθάνω 搭配分词(προσδιαστρεφόμενος)的经典句式,表示“未察觉自己正……”。与格 τῷ νουθετεῖν δοκοῦντι(看似劝诫者/之事)表示手段或原因。
