← 普鲁塔克

如何区分谄媚者与朋友

§17

谄媚者伪装直言与借琐事责难的手法

作者揭露了谄媚者伪装真诚直言的狡黠伎俩。他们对严重的道德过失避而不谈,却通过对他人施加苛酷态度以及对微不足道的外在缺陷大肆责难,以此装模作样地彰显直言不讳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων· ἐφεξῆς δὲ τὸ τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς ὁ Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ ἐτόλμησε τῆς Πηλιάδος θιγεῖν ἀλλʼ ἀφῆκεν, οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον καὶ ἀναπλαττόμενον ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα φιλίας "βριθὺ μέγα στιβαρὸν" καταλείπειν1 ἄθικτον καὶ ἀμίμητον. ἐπεὶ δὲ φεύγοντες τὸν ἐν γέλωτι καὶ ἀκράτῳ καὶ σκώμμασι καὶ παιδιαῖς ἔλεγχον εἰς ὀφρῦν αἴρουσιν ἤδη τὸ πρᾶγμα καὶ κολακεύουσιν ἐσκυθρωπακότες καὶ ψόγον τινὰ καὶ νουθεσίαν παραμιγνύουσι, φέρε μηδὲ τοῦτο παραλίπωμεν ἀβασάνιστον. οἶμαι δέ, ὥσπερ ἐν κωμῳδίᾳ Μενάνδρου Ψευδηρακλῆς πρόσεισι ῥόπαλον οὐ στιβαρὸν κομίζων οὐδʼ ἰσχυρὸν ἀλλὰ χαῦνόν τι πλάσμα καὶ διάκενον, οὕτω τὴν τοῦ κόλακος παρρησίαν φανεῖσθαι πειρωμένοις μαλακὴν καὶ ἀβαρῆ καὶ τόνον οὐκ ἔχουσαν, ἀλλὰ ταὐτὰ τοῖς τῶν γυναικῶν προσκεφαλαίοις δρῶσαν, ἃ δοκοῦντα ταῖς κεφαλαῖς ἀντερείδειν καὶ ἀντέχειν ἐνδίδωσι καὶ ὑπείκει μᾶλλον ὥσπερ ἡ κίβδηλος αὕτη παρρησία κενὸν ἔχουσα καὶ ψευδῆ καὶ ὕπουλον ὄγκον ἐξήρθη καὶ ᾤδησεν, ἵνα συσταλεῖσα καὶ συμπεσοῦσα δέξηται καὶ συνεπισπάσηται τὸν καταφερόμενον εἰς αὐτήν. ἡ μὲν γὰρ ἀληθὴς καὶ φιλικὴ παρρησία τοῖς ἁμαρτανομένοις ἐπιφύεται, σωτήριον ἔχουσα καὶ κηδεμονικὸν τὸ λυποῦν, ὥσπερ τὸ μέλι τὰ ἡλκωμένα δάκνουσα καὶ καθαίρουσα, τἄλλα δʼ ὠφέλιμος οὖσα καὶ γλυκεῖα, περὶ ἧς ἴδιος ἔσται λόγος. ὁ δὲ κόλαξ πρῶτον μὲν ἐνδείκνυται τὸ πικρὸς εἶναι καὶ περισπερχὴς καὶ ἀπαραίτητος ἐν τοῖς πρὸς ἑτέρους οἰκέταις γὰρ αὑτοῦ χαλεπός ἐστι καὶ συγγενῶν καὶ οἰκείων ἐπεμβῆναι δεινὸς ἁμαρτήμασι καὶ μηδένα θαυμάσαι μηδὲ σεμνῦναι τῶν ἐκτὸς ἀλλʼ ὑπερορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους παροξύνειν, θηρώμενος μισοπονηρίας δόξαν, ὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς2 οὐδὲ ποιήσας οὐδὲν οὐδʼ εἰπὼν πρὸς χάριν, ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ μικρὰ καὶ τὰ ἐκτὸς ἐλλείμματα δεινὸς ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος, ἂν σκεῦος ἀμελῶς ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα κουρᾶς ἢ ἀμπεχόνης ἢ κυνός τινος ἢ ἵππου μὴ κατʼ ἀξίαν ἐπιμελόμενον· γονέων δὲ ὀλιγωρία καὶ παίδων ἀμέλεια καὶ ἀτιμία γαμετῆς καὶ πρὸς οἰκείους ὑπεροψία καὶ χρημάτων ὄλεθρος οὐδέν ἐστι πρὸς αὐτόν, ἀλλʼ ἄφωνος ἐν τούτοις καὶ ἄτολμος, ὥσπερ ἀθλητὴν ἀλείπτης ἐῶν μεθύειν καὶ ἀκολασταίνειν, εἶτα περὶ ληκύθου χαλεπὸς ὢν καὶ στλεγγίδος, ἢ γραμματικὸς ἐπιπλήττων παιδὶ περὶ δέλτου καὶ γραφείου, σολοικίζοντος δὲ καὶ βαρβαρίζοντος οὐ δοκῶν ἀκούειν. τοιοῦτος γὰρ ὁ κόλαξ, οἷος ῥήτορος φαύλου καὶ καταγελάστου μηδὲν εἰπεῖν πρὸς τὸν λόγον,3 ἀλλὰ περὶ τῆς φωνῆς αἰτιᾶσθαι καὶ χαλεπῶς ἐγκαλεῖν ὅτι τὴν ἀρτηρίαν διαφθείρει ψυχροποτῶν, καὶ σύγγραμμα κελευσθεὶς ἄθλιον διελθεῖν αἰτιᾶσθαι τὸ χαρτίον ὡς δασὺ καὶ τὸν γραφέα μιαρὸν καὶ ὀλίγωρον ἀποκαλεῖν. οὕτω δὲ καὶ Πτολεμαίῳ φιλομαθεῖν δοκοῦντι περὶ γλώττης καὶ στιχιδίου μαχόμενοι καὶ ἱστορίας μέχρι μέσων νυκτῶν ἀπέτεινον ὠμότητι δὲ χρωμένου καὶ ὕβρει καὶ τυμπανίζοντος καὶ τελοῦντος οὐδεὶς ἐνέστη τῶν τοσούτων.4 ὥσπερ οὖν εἴ τις ἀνθρώπου φύματα καὶ σύριγγας ἔχοντος ἰατρικῷ σμιλίῳ τὰς τρίχας τέμνοι καὶ τοὺς ὄνυχας, οὕτως οἱ κόλακες τὴν παρρησίαν πρὸς τὰ μὴ λυπούμενα μέρη μηδʼ ἀλγοῦντα προσφέρουσιν.

关于这些事情,谈到这里也就够了;接下来让我们审视直言之事。本来,正如帕特罗克洛斯穿戴起阿喀琉斯的铠甲、驱赶其战马奔赴战场时,唯独不敢触碰皮立翁山的白蜡木长矛而将其留下一样,谄媚者虽以朋友的徽记和标记打扮并伪装自己,也理应将直言当作友谊独有的沉重担子——“沉重、巨大而坚固”——保留原样,不加染指且不予模仿。然而,由于他们为了逃避在笑谈、烈酒、嘲弄和嬉戏中被识破,如今竟耸起眉毛故作庄重,面带愁容地进行谄媚,并在其中杂糅进某种责备和劝诫,那么来吧,我们也切莫对此不加审视。我想,正如在米南德的喜剧中,假赫拉克勒斯手持一根既不结实也不强劲、反而松软空瘪的假造木棒登场一样,谄媚者的直言对于检验者而言,也将显出软弱、轻飘且缺乏力度的本质,其作用恰如妇人的枕头,看似能支撑和顶住头部,实则更容易塌陷退让。这伪造的直言亦是如此,它带着空虚、虚假且阴险的膨胀隆起,正是为了通过自身的收缩与塌陷,接纳并拉拢倒向它的人。因为真正且充满友爱的直言紧扣所犯的过失,其苦痛中蕴含着拯救与关怀,正如蜂蜜蜇刺并清洗溃烂的伤口一样,在其余方面则是大有裨益且甘甜可口的——关于此点容后另作专文阐述。然而谄媚者首先在对待他人的关系中极力表现得尖刻、暴躁且毫不通融;他对自己的奴仆严厉苛刻,极善于踩踏亲戚和族人的过错,对身外之人绝不赞赏尊崇而是肆意蔑视,且在激怒他人方面残酷无情、极尽挑拨,借此沽名钓誉,佯装嫉恶如仇,仿佛绝不会心甘情愿对他们放弃直言,也绝不讨好谄顺地说任何话或做任何事。其次,对于真正而重大的过错,他假装一无所知也毫不察觉;但对于细小而外在的欠缺,他却极善于猛扑上去,充满力度与激烈地加以责难——若看到器具随意乱放,若起居失于讲究,若疏于理发或修饰衣着,抑或对猎犬或坐骑照料不周。然而对于慢待父母、忽视子女、羞辱正妻、傲视亲眷以及挥霍家产,他却视若无睹,在这些事上噤若寒蝉且毫无胆量。这正像涂油教练任由运动员酗酒放荡,却在油瓶和刮身板上吹毛求疵;又如文法教师为书板和铁笔训斥顽童,却对他在文法和用词上的错乱装聋作哑。因为谄媚者正是如此:对于一个低劣可笑的演说家,他不批评其演讲本身,却指责其嗓音,严厉怪罪他饮用冷水败坏了气管;而在受命审阅一篇拙劣的文稿时,他抱怨纸张粗糙,痛斥抄写员可恶懈怠。同样,面对自命好学的托勒密,他们为了一个生僻词、一行短诗或一段历史典故争辩不休,一直拖延至半夜;然而当托勒密施行残暴、肆意妄为、击鼓沉湎于神秘祭仪时,如此众多的人中却没有一人出面阻拦。因此,这就好比一个人面对长着肿瘤和瘘管的病人,却用医用手术刀去修剪他的头发和指甲一样,谄媚者也正是将所谓的直言施加在既无苦楚也无伤痛的无关之处。

语法注4 条
  1. 17ἔδει μὲν γάρ, ὡς ὁ Πάτροκλος... οὕτω τὸν κόλακα... καταλείπειν

    非人称动词 ἔδει 统辖宾格加不定式结构 τὸν κόλακα ... καταλείπειν。其中前置插入了一个取材于《伊利亚特》第16卷帕特罗克洛斯未敢动用皮立翁山长矛的比较从句(ὡς...),与主句成分(οὕτω...)形成长跨度的对应结构。

  2. 59eὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς

    连词 ὡς 与带有 ἄν 的分词 ὑφέμενος 结合,表达主观意图或借口,带有潜在虚拟含义(“表现得好似绝不可能自愿向他们退让直言一般”)。属格 παρρησίας 是动词 ὑφίεμαι(让步、放弃)所要求的夺格性属格。

  3. 59eτοιοῦτος γὰρ ὁ κόλαξ, οἷος ῥήτορος φαύλου καὶ καταγελάστου μηδὲν εἰπεῖν πρὸς τὸν λόγον

    由 τοιοῦτος... οἷος 加不定式构成的表性质或倾向的句式(“属于那种……的人”)。不定式 εἰπεῖν 依照常规不定式否定规则使用 μηδέν 修饰。ῥήτορος 为表关涉对象的属格,与介词短语 πρὸς τὸν λόγον(针对其演说)形成对应。

  4. 60bὠμότητι δὲ χρωμένου καὶ ὕβρει καὶ τυμπανίζοντος καὶ τελοῦντος οὐδεὶς ἐνέστη τῶν τοσούτων

    这是一个隐去主语的独立属格结构(genitive absolute),其逻辑主语由前文与格 Πτολεμαίῳ 顺延而来。该从属分词短语描绘托勒密的暴虐行径,与主句主语 οὐδεὶς τῶν τοσούτων(“如此众多的人中无一人”)形成强烈对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:17