← 普鲁塔克

如何区分谄媚者与朋友

§15-16

无声赞美的狡黠与阿谀奉承带来的毁灭

普鲁塔克揭露了所谓“无声赞美”的奸诈,即谄媚者通过让座、让出发言权或故意认输等顺从姿态逢迎权贵,并指出虚妄过度的赞美会助长狂妄而毁灭人心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζωγραφίαν σιωπῶσαν ἀπεφήναντο ποιητικήν, οὕτως ἔστι τις κολακείας σιωπώσης ἔπαινος. ὥσπερ γὰρ οἱ θηρεύοντες ἂν μὴ τοῦτο ποιεῖν ἀλλʼ ὁδοιπορεῖν ἢ νέμειν ἢ γεωργεῖν δοκῶσι, μᾶλλον τὰ θηρευόμενα λανθάνουσιν, οὕτως οἱ κόλακες ἅπτονται μάλιστα τοῖς ἐπαίνοις, ὅταν ἐπαινεῖν μὴ δοκῶσιν ἀλλʼ ἕτερόν τι πράττειν. ὁ γὰρ ἕδρας εἴκων καὶ κλισίας ἐπιόντι καὶ λέγων πρὸς δῆμον ἢ βουλὴν ἂν αἴσθηταί τινα τῶν πλουσίων βουλόμενον εἰπεῖν, ἀποσιωπῶν μεταξὺ καὶ παραδιδοὺς τὸ βῆμα καὶ τὸν λόγον ἐνδείκνυται σιωπῶν μᾶλλον τοῦ βοῶντος ὅτι κρείττονα νομίζει καὶ διαφέροντα τῷ φρονεῖν ἐκεῖνον.1 ὅθεν ὁρᾶν ἔστιν αὐτοὺς ἕδρας τε τὰς πρώτας ἐν ἀκροάσεσι καὶ θεάτροις καταλαμβάνοντας, οὐχ ὅτι τούτων ἀξιοῦσιν αὑτούς, ἀλλʼ ὅπως ὑπεξιστάμενοι τοῖς πλουσίοις κολακεύωσι· καὶ λόγου κατάρχοντας ἐν συνόδοις καὶ συνεδρίοις, εἶτα παραχωροῦντας ὡς κρείττοσι καὶ μετατιθεμένους ῥᾷστα πρὸς τοὐναντίον, ἄνπερ ᾖ δυνατὸς ἢ πλούσιος ἢ ἔνδοξος ὁ ἀντιλέγων. ᾧ καὶ μάλιστα δεῖ τὰς τοιαύτας ὑποκατακλίσεις καὶ ἀναχωρήσεις ἐξελέγχειν, οὐκ ἐμπειρίαις οὐδʼ ἀρεταῖς οὐδʼ ἡλικίαις ὑφιεμένων ἀλλὰ πλούτοις καὶ δόξαις.2 Ἀπελλῆς μὲν γὰρ ὁ ζωγράφος, Μεγαβύζου παρακαθίσαντος αὐτῷ καὶ περὶ γραμμῆς τι καὶ σκιᾶς βουλομένου λαλεῖν, ὁρᾷς ἔφη τὰ παιδάρια ταυτὶ τὰ τὴν μηλίδα τρίβοντα; πάνυ σοι προσεῖχε τὸν νοῦν σιωπῶντι, καὶ τὴν πορφύραν ἐθαύμαζε καὶ τὰ χρυσία· νῦν δέ σου καταγελᾷ περὶ ὧν οὐ μεμάθηκας ἀρξαμένου λαλεῖν καὶ Σόλων, Κροίσου περὶ εὐδαιμονίας πυνθανομένου, Τέλλον τινὰ τῶν οὐκ ἐπιφανῶν Ἀθήνησι καὶ Κλέοβιν καὶ Βίτωνα ἀπέφηνεν εὐποτμοτέρους. οἱ δὲ κόλακες τοὺς βασιλεῖς καὶ πλουσίους καὶ ἄρχοντας οὐκ ὀλβίους μόνον καὶ μακαρίους ἀλλὰ καὶ φρονήσει καὶ τέχνῃ καὶ ἀρετῇ πάσῃ πρωτεύοντας ἀναγορεύουσιν.

此外,正如有人将绘画描述为无声的诗歌一样,也存在一种属于无声谄媚的赞美。因为正如猎人若表现得不像是在打猎,而像是在赶路、放牧或务农,便更能不被猎物察觉一样,谄媚者在表现得不像是在赞美而是在做别的事情时,其赞美反而最能切中要害。因为凡是在有人走近时便让出座位或卧榻的人,或者在公民大会或议事会发表演说时,一旦察觉到某个富人想要发言,便中途噤声,拱手让出讲台与发言权的人,比起大声疾呼者,更能通过沉默表明自己认为对方更优越并在才智上高人一筹。 因此,人们可以看到他们在讲学会所和剧场中抢占最前排的座位,这并非因为他们自视配得上这些席位,而是为了借着给富人让座来施加谄媚;他们还在集会和审议会议中率先发言,随后又像面对胜过自己的人一样退让,若是反对者权倾一方、富有资财或声名显赫,便极容易地转而倒向相反的观点。人们尤其必须凭此看穿这类退让与屈从,因为他们退让所依据的绝非经验、美德或年资,而是财富与声望。 事实上,画家阿佩莱斯在梅加比佐斯坐到他身边并试图高谈阔论线条与光影时说道:“你瞧见这些研磨黄赭石的童子了吗?方才你默不作声时,他们对你极其瞩目,赞叹你的紫袍与金饰;如今你开始妄谈自己一无所知的事情,他们便都在嘲笑你了。”而梭伦在克罗伊索斯探问何为幸福时,断言雅典一介布衣泰鲁斯以及克勒奥比斯与比同更为幸运。然而,谄媚者不仅宣称君王、富豪与统治者富足至福,更宣告他们在才智、技艺与一切美德上都冠绝群伦。

§16

εἶτα τῶν μὲν Στωϊκῶν οὐδʼ ἀκούειν ἔνιοι ὑπομένουσι τὸν σοφὸν ὁμοῦ πλούσιον καλὸν εὐγενῆ βασιλέα προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλούσιον ὁμοῦ καὶ ῥήτορα καὶ ποιητήν, ἂν δὲ βούληται, καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων, ὥσπερ Κρίσων ὁ Ἱμεραῖος ἀπελείφθη διαθέων πρὸς Ἀλέξανδρον, ὁ δʼ αἰσθόμενος ἠγανάκτησε. Καρνεάδης δʼ ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δʼ οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι; κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς διατριβαῖς ὁ διδάσκαλος ἐπαινῶν καὶ ὁ προσπαλαίων ὑποκατακλινόμενος, ὁ δʼ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων ὅστις ἰδιώτης ἢ ἄρχων ἢ πλούσιος ἢ πένης, ἐκτραχηλίζει τοὺς μὴ δυναμένους ὀχεῖσθαι. εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος3 εἰ τὸν ἀγρὸν ἔμελλεν ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, εἶτʼ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον ἢ σκάπτων καὶ πράγματα ἔχων; οὐ τοίνυν οὐδʼ ἄνθρωπος ἄτοπος ἂν ἐπαινῶν εἴη, εἰ τοῖς ἐπαινουμένοις ὠφέλιμός ἐστι καὶ πάμφορος. ὁ μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπαινούμενος, ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρʼ ἀξίαν ἐπαινοῦντες.

再者,有些人甚至无法忍受听到斯多亚派将智者同时称为富有、俊美、高贵且为王者,谄媚者却将富人同时说成是演说家和诗人,且只要对方愿意,还可以是画家、笛师、飞毛腿与壮士,在角力中故意倒在对方身下,在赛跑中故意落后——正如喜墨拉的克里松在与亚历山大赛跑时故意落后,亚历山大察觉后勃然大怒。卡尔内阿德斯曾说,富家子弟与王族之子学得精湛出色的只有骑术,此外别无其他;因为在学业中,教师以赞美谄媚他们,角力对手主动下扑让步,唯独马儿既不知晓也不在乎谁是平民、官吏、富豪还是穷汉,凡是驭术不精者,它一概掀翻在地。因此,比翁的那番话是浅薄而愚蠢的:“如果一个人通过称赞田地就能使其肥沃多产,那么不去这样做反而荷锄辛劳,岂非看似大错特错?同样,如果赞美能为受赞之人带来益处和丰饶,那么赞美他人之人也算不得荒谬。”因为田地并不会因受到赞美而变劣,但那些虚假且过誉地赞美他人者,却会使受赞之人狂妄自大并走向毁灭。

语法注3 条
  1. 15ὁ γὰρ ἕδρας εἴκων καὶ κλισίας ἐπιόντι καὶ λέγων πρὸς δῆμον ἢ βουλὴν ἂν αἴσθηταί τινα τῶν πλουσίων βουλόμενον εἰπεῖν, ἀποσιωπῶν μεταξὺ καὶ παραδιδοὺς τὸ βῆμα καὶ τὸν λόγον ἐνδείκνυται σιωπῶν μᾶλλον τοῦ βοῶντος ὅτι κρείττονα νομίζει καὶ διαφέροντα τῷ φρονεῖν ἐκεῖνον.

    主语为带定冠词的分词短语 ὁ εἴκων καὶ ... λέγων,支配主动词 ἐνδείκνυται。其中嵌套了条件从句 ἂν αἴσθηται,并伴随状语分词 ἀποσιωπῶν 和 παραδιδούς。μᾶλλον τοῦ βοῶντος 中的 τοῦ βοῶντος 为比较属格,由 μᾶλλον 引导,将通过沉默展现逢迎之人(σιωπῶν)与大声疾呼赞美之人进行对比。

  2. 58dᾧ καὶ μάλιστα δεῖ τὰς τοιαύτας ὑποκατακλίσεις καὶ ἀναχωρήσεις ἐξελέγχειν, οὐκ ἐμπειρίαις οὐδʼ ἀρεταῖς οὐδʼ ἡλικίαις ὑφιεμένων ἀλλὰ πλούτοις καὶ δόξαις.

    关系代词与格 ᾧ 指代前文所述的现象(仅对财富与名望屈从),作手段或评判标准的与格('尤其应当凭借此点')。分词 ὑφιεμένων 构成了省略逻辑主语(谄媚者)的独立属格结构;后面的与格(ἐμπειρίαις, πλούτοις 等)由动词 ὑφίημι 支配,表示让步退让的对象。

  3. 59aεὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος

    省略系词 ἐστί 的判断句,述语形容词为 εὐήθη καὶ ἀβέλτερα,主语为中性复数冠词短语 τὰ τοῦ Βίωνος('比翁的言论/观点')。随后引用的整段言辞即构成了 τὰ τοῦ Βίωνος 的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:15-16