← 普鲁塔克

如何区分谄媚者与朋友

§13-14

谄媚者隐蔽迂回的赞美手段与防范

本节论述了老练的谄媚者针对谨慎之人与自命严苛者所采用的迂回与伪装的赞美手段,以及识破这些伎俩的检验方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13

διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδʼ αὐτὸν ἐκεῖνον λέληθεν,1 ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς ἢ ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ ὁ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις "Ἀλεξάνδρου πλέον τοῦ βασιλέως πέπωκας" καὶ "γελῶ τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος" τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσέχοντας αὐτῷ καὶ φυλαττομένους τὸ χωρίον τοῦτο καὶ τὸν τόπον οὐκ ἀπʼ εὐθείας ἐπάγει τὸν ἔπαινον, ἀλλʼ ἀπαγαγὼν πόρρω κυκλοῦται καὶ "πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος" ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις λέγων ἢ πρεσβυτέροις ἐν ἀγορᾷ μάλʼ ἡδέως παραγενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ θαυμάζουσι· νῦν δʼ αὖ πάλιν αἰτίας ἐλαφρὰς καὶ ψευδεῖς πλασάμενος καὶ συνθεὶς ἐπʼ αὐτόν, ὡς ἀκηκοὼς ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος ποῦ τοῦτʼ εἶπεν ἢ ποῦ τοῦτʼ ἔπραξεν. ἀρνουμένου δʼ, ὡς εἰκός, αὐτόθεν ἑλὼν ἐμβέβληκεν εἰς τοὺς ἐπαίνους τὸν ἄνθρωπον2 ἐγὼ δʼ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας ὁ μηδὲ τοὺς ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς ἀλλοτρίοις ἐπεχείρησας ὁ τοσαῦτα τῶν ἰδίων δωρούμενος ἕτεροι τοίνυν, ὥσπερ οἱ ζωγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς ἀγροικίαν ψέγουσιν ἐν ἀσώτοις, κἀν πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ πραγμάτων αἰσχρῶν καὶ πονηρῶν αὐτάρκειάν τε καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς τὸ πράττειν· ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει φιλόσοφον, καὶ παρὰ γυναιξὶν ἀκολάστοις εὐδοκιμοῦσιν οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδʼ ἑαυτῶν ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, ὅπως ἑτέρους καταβάλωσιν , οὕτω τῷ ψέγειν ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. ἀνδράποδόν εἰμι δειλὸν ἐν θαλάσσῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς ἀκούσας ὑπʼ ὀργῆς ἀλλὰ τούτῳ φησὶν οὐδέν ἐστι δεινόν, οὐδὲν πονηρόν, ἀλλʼ ἴδιος ἄνθρωπος, πάντα πράως φέρει, πάντʼ ἀλύπως. ἂν δʼ ᾖ τις οἰόμενος πολὺν ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή τινος ὀρθότητος ἀεὶ προβάλληται τὸ "Τυδείδη, μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει," οὐ ταύτῃ πρόσεισιν ὁ τεχνίτης κόλαξ, ἀλλʼ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἥκει γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν συνήθεις, ἐνοχλεῖν δʼ ἀναγκαίως ἐκείνῳ· ποῖ γὰρ καταφύγωμεν οἱ γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν; εἶτʼ ἀκούσας ὅ τι ἂν εἴπῃ, χρησμὸν εἰληφέναι φήσας οὐ γνώμην ἄπεισιν. ἂν δὲ καὶ λόγων τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας. Μιθριδάτῃ δὲ τῷ βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν ἑταίρων, ἔργῳ κολακεύοντες οὐ λόγῳ· μαρτυρεῖσθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπʼ αὐτῶν. "πολλαὶ μορφαὶ τῶν δαιμονίων," τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων πανουργοτέρας δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες ἀτόπους ἐκτάττοντα συμβουλίας3 καὶ ὑποθήκας, καὶ διορθώσεις ποιούμενον ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ δεχόμενος πάντα καὶ βοῶν παρʼ ἕκαστον ὡς εὖ καὶ καλῶς, γίγνεται καταφανὴς "σύνθημʼ ἐρωτῶν, ἄλλο μαστεύων χρέος," ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος

因此,在赞美之事上尤其必须防范谄媚者。这一点连谄媚者自己也心知肚明,由于精于避嫌,如果他逮着一个身着华服的显贵,或是皮糙肉厚的乡巴佬,便会肆无忌惮地嘲弄,正如斯特鲁提亚斯踩在比亚斯的头上、以赞美践踏其迟钝一样,说道:“您喝得比亚历山大王还要多”,又说:“我想起您对塞浦路斯人说的那番话,不禁失笑”。 然而,当他看到更精明的人正是在这一点上密切注视着他、严防这一地盘与关隘时,他便不径直施加赞美,而是远远地绕圈包抄,“宛若悄无声息地触碰并试探牲畜一般接近”。因为他忽而仿效演说家戴上他人的面具,转述别人对此人的赞词,声称自己在广场上欣然遇见外邦人或长者,对方历数他的种种长处并赞叹不已;忽而又捏造并拼凑出一些微不足道的虚假指控加于其身,仿佛从他人那里听闻一般匆匆赶来,询问他在何处说了这番话或做了那件事。待到对方照常否认时,他便顺水推舟,立时将对方推入赞美的漩涡中:“我当时就在纳闷,你生来连仇敌都不曾恶语相向,怎会去中伤自己的密友;你将如此多的私产慷慨赠人,怎会染指他人的财物!”还有一些谄媚者,正如画家通过在明亮光鲜之处旁并置阴暗色调来增强其反差一样,借着责难、辱骂、贬低与嘲笑相反的美德,不知不觉中赞美并滋养了受谄媚者身上固有的恶习。因为在放荡者中间,他们将节制斥为粗鄙;在贪婪凶恶、靠可耻卑劣之手段致富的人中间,他们将自足与正义斥为怯懦与无能于行动;而当他们与那些庸碌无为、逃避城邦公共生活的闲人交往时,便厚颜将参政称为劳碌的管闲事,将好名唤作徒劳的虚荣。有时,向演说家谄媚之人甚至会嘲弄哲学家;在放浪的妇人中间,那些将从一而终、忠于丈夫的妻子斥为毫无情趣和土气的人,大受欢迎。 然而,谄媚者连自己都不放过,其险恶可谓登峰造极。因为正如摔跤手为了摔倒对方而放低身躯一样,他们也通过自我贬低而顺理成章地滑向对邻人的崇拜:“在海上我就是个懦弱的奴隶,面对劳苦我早早放弃,被人辱骂便怒不可遏;而对这位大人而言,”他说,“却毫无可畏之事,毫无艰苦之事,他当真非同凡响,一切都能温和承受,毫无怨尤。” 若有人自命不凡、自以为极富才智,意欲保持严厉和耿直,出于某种刚正而总是祭出那句:“堤丢斯之子啊,休要过分赞我,也休要对我指责”,老练的谄媚者便不会以此道接近,而是对此人另施机巧。他会为自己的私事前来求教,仿佛此人智慧过人,并声称自己虽有其他更亲密的朋友,却不得不前来打扰这位大人:“我们这些缺乏主见的人,该逃往何处庇护,又能信任谁呢?”随后,无论对方说了什么,他听罢便宣称自己得到的不是意见而是神谕,然后离去。若他看到对方自诩精通文墨辞藻,便呈上自己的某些习作,请其过目斧正。当米特拉达梯国王酷爱医术时,有些廷臣甚至献出自己的身体供其切割与灼烧,在行动上而非口头上施行谄媚;因为在国王看来,受到他们的信赖正证明了自己的高超医术。 “神明的形貌变幻多端”。然而,面对这类否认〔自身为赞美〕的赞美,需要更加奸诈的审慎来防范,应当故意提出荒诞的建议和设想,做出毫无道理的修改来戳穿它。因为如果他对一切都不反驳,反而对所有事物点头赞许、全盘接受,并在每一处都高呼多么精妙绝伦,那么他的真面目便暴露无遗——他不过是“口问暗号,实图他谋”,一心只想赞美逢迎、助长虚荣罢了。

语法注3 条
  1. 13ὅπερ οὐδʼ αὐτὸν ἐκεῖνον λέληθεν

    关系代名词 ὅπερ 指代前文所述之事(在赞美之事上当防范谄媚者)。动词 λέληθεν 为 λανθάνω 的完成时,支配宾格(αὐτὸν ἐκεῖνον),意为“不为某人所察觉”;与否定词 οὐδέ 连用构成双重否定(弱陈修辞),意即“这连谄媚者自己也心知肚明”。

  2. 57bαὐτόθεν ἑλὼν ἐμβέβληκεν εἰς τοὺς ἐπαίνους τὸν ἄνθρωπον

    短语 αὐτόθεν ἑλών 为惯用表达,意为“当场抓住把柄/立即顺着对方的话茬”。不定过去时分词 ἑλών(源自 αἱρέω,“抓住/取得”)与副词 αὐτόθεν(“当场、立即”)连用,表示谄媚者敏锐地以对方预料之中的否认(ἀρνουμένου)为契机转而大肆赞扬,修饰主要动词 ἐμβέβληκεν。

  3. 58aἐλεγκτέον ἐπίτηδες ἀτόπους ἐκτάττοντα συμβουλίας

    非人称动形容词 ἐλεγκτέον(“必须揭露/驳斥”)的逻辑主语(施事者)并未按常规使用与格,而是采用了宾格分词 ἐκτάττοντα ... ποιούμενον。这是由于非人称动形容词结构受到了等价的 δεῖ ἐλέγχειν(带宾格不定式)句式同化与牵引而产生的混合构文。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:13-14