← 普鲁塔克

如何区分谄媚者与朋友

§12

辨析虚假赞美与以美德粉饰恶德的危害

作者探讨了甄别谄媚者的奉承与对事迹的真正赞赏的标准,揭露了谄媚者将恶德冠以美德之名以败坏品格、甚至将历史上诸多统治者引向覆灭的严重危害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

τοῖς μὲν οὖν ταύροις τὸν οἶστρον ἐνδύεσθαι παρὰ τὸ οὖς λέγουσι, καὶ τοῖς κυσὶ τὸν κρότωνα· τῶν δὲ φιλοτίμων ὁ κόλαξ τὰ ὦτα κατέχων τοῖς ἐπαίνοις καὶ προσπεφυκὼς δυσαπότριπτός ἐστιν. ὅθεν ἐνταῦθα δεῖ μάλιστα τὴν κρίσιν ἔχειν ἐγρηγορυῖαν καὶ παραφυλάττουσαν πότερον τοῦ πράγματος ἢ τοῦ ἀνδρὸς 5 ἔπαινός ἐστιν. ἔστι δὲ τοῦ πράγματος, ἂν ἀπόντας μᾶλλον ἢ παρόντας ἐπαινῶσιν, ἂν καὶ αὐτοὶ ταὐτὰ βουλόμενοι καὶ ζηλοῦντες μὴ μόνους ἡμᾶς ἀλλὰ πάντας ἐπὶ τοῖς ὁμοίοις ἐπαινῶσιν, ἂν μὴ νῦν μὲν ταῦτα νῦν δὲ τἀναντία πράττοντες καὶ λέγοντες φαίνωνται· τὸ δὲ μέγιστον, ἂν αὐτοὶ γιγνώσκωμεν1 ἑαυτοὺς μὴ μεταμελομένους ἐφʼ οἷς ἐπαινούμεθα μηδʼ αἰσχυνομένους μηδὲ μᾶλλον ἡμῖν τἀναντία τούτων πεπρᾶχθαι καὶ λελέχθαι βουλομένους. ἡ γὰρ οἴκοθεν κρίσις ἀντιμαρτυροῦσα καὶ μὴ προσδεχομένη τὸν ἔπαινον ἀπαθής ἐστι καὶ ἄθικτος καὶ ὑπὸ τοῦ κολακεύοντος ἀνάλωτος. ἀλλʼ οὐκ οἶδʼ ὅπως οἱ πολλοὶ τὰς μὲν ἐπὶ τοῖς ἀτυχήμασι παρηγορίας οὐχ ὑπομένουσιν, ἀλλὰ μᾶλλον ὑπὸ τῶν συνεπιθρηνούντων ἄγονται καὶ συνοδυρομένων ὅταν δʼ ἁμαρτάνωσι καὶ πλημμελῶσιν, ὁ μὲν ἐλέγχῳ καὶ ψόγῳ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν ἐχθρὸς δοκεῖ καὶ κατήγορος, τὸν δʼ ἐπαινοῦντα καὶ κατευλογοῦντα τὰ πεπραγμένα ἀσπάζονται καὶ νομίζουσιν εὔνουν καὶ φίλον. ὅσοι μὲν οὖν ἢ πρᾶξιν ἢ λόγον ἢ σπουδάσαντος ὁτιοῦν ἢ σκώψαντος εὐχερῶς ἐπαινοῦσι καὶ συνεπικροτοῦσιν, εἰς τὸ παρὸν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ χεῖρα βλαβεροὶ μόνον· ὅσοι δὲ πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ τοῦ σωροῦ κλέπτουσιν ἀλλʼ ἀπὸ τοῦ σπέρματος σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν διάθεσιν καὶ τὸ ἦθος ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες. ἐν μὲν γὰρ ταῖς στάσεσι καὶ τοῖς πολέμοις ὁ Θουκυδίδης φησὶν ὅτι τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει.2 τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν ἐν δὲ ταῖς κολακείαις ὁρᾶν χρὴ καὶ παραφυλάττειν ἀσωτίαν μὲν ἐλευθεριότητα καλουμένην καὶ δειλίαν ἀσφάλειαν, ἐμπληξίαν δʼ ὀξύτητα, μικρολογίαν δὲ σωφροσύνην, τὸν δʼ ἐρωτικὸν φιλοσυνήθη καὶ φιλόστοργον, ἀνδρεῖον δὲ τὸν ὀργίλον καὶ ὑπερήφανον, φιλάνθρωπον δὲ τὸν εὐτελῆ καὶ ταπεινόν. ὥς που καὶ Πλάτων φησὶ τὸν ἐραστὴν κόλακα τῶν ἐρωμένων ὄντα τὸν μὲν σιμὸν καλεῖν ἐπίχαριν, τὸν δὲ γρυπὸν βασιλικόν, μέλανας δʼ ἀνδρικούς, λευκοὺς δὲ θεῶν παῖδας· τὸ δὲ μελίχρουν ὅλως ἐραστοῦ ποίημα εἶναι ὑποκοριζομένου καὶ εὐκόλως φέροντος τὴν ὠχρότητα. καίτοι καλὸς μὲν εἶναι πεισθεὶς ὁ αἰσχρὸς ἢ μέγας ὁ μικρὸς οὔτε χρόνον πολὺν τῇ ἀπάτῃ σύνεστι καὶ βλάπτεται βλάβην ἐλαφρὰν καὶ οὐκ ἀνήκεστον. ὁ δὲ ταῖς κακίαις ἐθίζων ἔπαινος ὡς ἀρεταῖς μὴ ἀχθόμενον ἀλλὰ χαίροντα χρῆσθαι, καὶ τὸ αἰδεῖσθαι τῶν ἁμαρτανομένων ἀφαιρῶν, οὗτος ἐπέτριψε Σικελιώτας, τὴν Διονυσίου καὶ Φαλάριδος ὠμότητα μισοπονηρίαν προσαγορεύων, οὗτος Αἴγυπτον ἀπώλεσε, τὴν Πτολεμαίου θηλύτητα καὶ θεοληψίαν καὶ ὀλολυγμοὺς καὶ τυμπάνων ἐγχαράξεις εὐσέβειαν ὀνομάζων καὶ θεῶν λατρείαν, οὗτος τὰ Ῥωμαίων ἤθη τηνικαῦτα παρʼ οὐδὲν ἦλθεν ἀνατρέψαι καὶ ἀνελεῖν, τὰς Ἀντωνίου τρυφὰς καὶ ἀκολασίας καὶ πανηγυρισμοὺς ἱλαρὰ πράγματα καὶ φιλάνθρωπα χρωμένης ἀφθόνως αὐτῷ δυνάμεως καὶ τύχης3 ὑποκοριζόμενος Πτολεμαίῳ δὲ τί περιῆψεν ἄλλο φορβειὰν καὶ αὐλούς, τί δὲ Νέρωνι τραγικὴν ἐπήξατο σκηνὴν καὶ προσωπεῖα· καὶ κοθόρνους περιέθηκεν; οὐχ ὁ τῶν κολακευόντων ἔπαινος; οἱ δὲ πολλοὶ τῶν βασιλέων οὐκ Ἀπόλλωνες μὲν ἂν μινυρίσωσι, Διόνυσοι δʼ ἂν μεθυσθῶσιν, Ἡρακλεῖς δʼ ἂν παλαίσωσι προσαγορευόμενοι καὶ χαίροντες εἰς ἅπασαν αἰσχύνην ὑπὸ τῆς κολακείας ἐξάγονται;

人们常说,牛虻钻入牛的耳朵旁,扁虱附着在狗的身上;而谄媚者则用赞词霸占好名者的耳朵,紧紧贴附其上,极难摆脱。因此,在此处最当保持清醒的判断力,警惕那赞美究竟是针对事迹,还是针对此人。如果赞美者是在人们缺席时而非当面赞扬,如果他们自己也向往并追求同样的事物,不仅赞扬我们,更就同样的德行赞美众人,如果他们不曾显出忽而这般言行忽而又背道而驰的做派,那么这就是针对事迹的赞美。而最重大的判断标准在于:我们自己省察到,并不曾对自己所受赞美之事感到悔恨或羞惭,亦不曾更愿自己说出或做出了相反之事。因为发自内心的判断若能作证抗拒、不接纳那赞词,便不会动摇,不被触及,亦不被谄媚者所攻陷。然而不知何故,大众在遭遇不幸时不能忍受慰藉,反而更易被那些一同哀戚哭诉的人所左右;但在自己犯错和失足时,凡是以揭露与责备带来刺痛和悔意之人,反倒被看作仇敌与控诉者,而赞美、颂扬其既成劣迹者,却被拥抱且被视为忠厚的朋友。 因此,凡是对任何行为、言论、无论出于严肃还是戏谑之举都随意赞美附和的人,不过是在当前之事和手头之务上带来危害而已;然而,那些以赞美触及品格,凭宙斯起誓而言,甚至以谄媚染指人性情的人,所作所为正如那些不是从粮堆里偷窃、而是从种子堆里偷窃的家奴。因为他们将恶德冠以美德之名,从而败坏了作为行为之种子的性情,以及作为生命之始基与源泉的品格。正如修昔底德所言,在内讧与战争中,“人们在各自的辩护中,改变了词语针对行为的惯常用法:盲动的鲁莽被视为忠于党同的勇敢,深谋的犹豫被视作体面的懦弱,审慎被当作怯懦的掩饰,全方位的聪慧被看作百事无成”。 在谄媚之中,亦当看清并警惕:放荡被唤作豁达,怯懦被唤作稳健,狂躁被唤作敏锐,吝啬被唤作节制,好色者被赞为亲和多情,暴躁傲慢者被赞为勇敢,卑贱低劣者被赞为仁厚。正如柏拉图在某处所言,爱恋者是心爱之人的谄媚者,因此将塌鼻梁称作妩媚,将鹰钩鼻称作王者气象,将黑皮肤赞为阳刚,将白皮肤誉为神明之子;而“蜜色”一词纯然是爱恋者为了遮掩并欣然忍受苍白而造出的昵称。诚然,一个丑陋之人被说服相信自己美丽,或矮小之人自以为高大,这种欺骗并不会长久相伴,受到的伤害也轻微且非不可救药;然而,那种诱使人把恶德当作美德、毫无痛楚反而欣然行之,并剥夺人对过失的羞耻感的赞美,正是摧毁西西里人的根源——它把狄奥尼修斯和法拉里斯的残暴称为嫉恶如仇;正是毁灭埃及的根源——它把托勒密的柔靡、狂乱、号叫与敲击手鼓唤作虔诚和侍奉神明;正是险些颠覆并毁灭当时罗马人道德风尚的根源——它把安东尼的奢靡、放纵和狂欢,文饰为权力与命运毫无保留地施展之下的欢畅与博爱。若非谄媚者的赞词,还有什么能让托勒密戴上吹笛口带、手执双簧管,又有什么能为尼禄筑起悲剧舞台、佩戴面具并穿上厚底靴?大多数君王只要低声哼唱就被呼为阿波罗,只要喝醉就被唤作狄奥尼索斯,只要角力就被奉为赫拉克勒斯,并在沾沾自喜中被谄媚彻底引向奇耻大辱,难道不正是如此吗?

语法注3 条
  1. 12τὸ δὲ μέγιστον, ἂν αὐτοὶ γιγνώσκωμεν

    句首的 τὸ δὲ μέγιστον 为独立宾格(副词性宾格),意为“而最重大的事情是”。接续的 ἂν... γιγνώσκωμεν 带虚拟语气,承接前文引出的条件从句序列,其主句部分省去了与前文平行的谓语短语 ἔστι τοῦ πράγματος(“属于对事迹的赞美”)。

  2. 56bτὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει

    引自修昔底德(3.82.4)。介词短语 ἐς τὰ ἔργα 表与行为的关联(“针对行为的 / 对照实际行事的”)。与格 τῇ δικαιώσει 作方式或手段与格,意为“按照自以为是的正当化 / 出于主观的裁定”,动词 ἀντήλλαξαν 则表示“变换 / 更替了”。

  3. 56eχρωμένης ἀφθόνως αὐτῷ δυνάμεως καὶ τύχης

    属格绝对结构。逻辑主语是 δυνάμεως καὶ τύχης(权力与命运),分词 χρωμένης 支配与格代词 αὐτῷ(安东尼)。动词 χρῆσθαι 在此意为对某人施加或运用,整句表示伴随的背景情况:“在权力和命运对他毫不吝惜地展布/挥洒之际”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:12