← 普鲁塔克

青年如何读诗

§9

审查诗歌中道德主张的依据

作者指出读诗时应深究涉及人生品行的言论的依据,而非一味苛求琐碎细节;通过对不良说教的主动反思与驳斥,方能使读诗之举免受其害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

ἐπὶ πᾶσι τοίνυν καὶ τὸ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἐπιζητεῖν χρήσιμόν ἐστιν. ὁ μὲν γὰρ Κάτων ἔτι παιδάριον ὢν ἔπραττε μὲν ὃ προστάξειεν ὁ παιδαγωγός, αἰτίαν δὲ καὶ λόγον ἀπῄτει τοῦ προστάγματος· τοῖς δὲ ποιηταῖς οὐ πειστέον ὥσπερ παιδαγωγοῖς ἢ νομοθέταις, ἂν μὴ λόγον ἔχῃ τὸ ὑποκείμενον.1 ἕξει δέ, ἄνπερ χρηστὸν ἂν δὲ μοχθηρόν, ὀφθήσεται κενὸν καὶ μάταιον. ἀλλʼ οἱ πολλοὶ τῶν μὲν τοιούτων τὰς αἰτίας πικρῶς ἀπαιτοῦσι καὶ διαπυνθάνονται πῶς λέλεκται "μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθεν πινόντων" καὶ "ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται, ἔγχει ὀρεξάσθω" τῶν δὲ μειζόνων ἀβασανίστως δέχονται τὴν πίστιν,2 οἷα καὶ ταῦτʼ ἐστὶν "δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, ὅταν συνειδῇ μητρὸς ἢ πατρὸς κακά" , καὶ "σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα" καίτοι ταῦτα τῶν ἠθῶν ἅπτεται καὶ τοὺς βίους διαταράττει, κρίσεις ἐμποιοῦντα φαύλας καὶ δόξας ἀγεννεῖς, ἂν μὴ πρὸς ἕκαστον αὐτῶν εἰθισμένοι λέγωμεν διὰ τί σμικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα καὶ μὴ μᾶλλον ἀνταίρειν τῇ τύχῃ καὶ ποιεῖν ὑψηλὸν ἑαυτὸν καὶ ἀταπείνωτον; διὰ τί δέ, ἂν ἐκ πατρὸς φαύλου καὶ ἀνοήτου γεγονὼς αὐτὸς ὦ χρηστὸς καὶ φρόνιμος, οὐ προσήκει μοι διὰ τὴν ἐμὴν ἀρετὴν μέγα φρονεῖν ἀλλὰ καταπεπλῆχθαι καὶ ταπεινὸν εἶναι διὰ τὴν τοῦ πατρὸς ἀμαθίαν; ὁ γὰρ οὕτως ἀπαντῶν καὶ ἀντερείδων καὶ μὴ παντὶ λόγῳ πλάγιον ὥσπερ πνεύματι παραδιδοὺς ἑαυτὸν3 ἀλλʼ ὀρθῶς ἔχειν νομίζων τὸ βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ φιλεῖ ἐπτοῆσθαι πολλὰ διακρούσεται τῶν οὐκ ἀληθῶς οὐδʼ ὠφελίμως λεγομένων. ταῦτα μὲν οὖν ἀβλαβῆ παρέξει τὴν τῶν ποιημάτων ἀκρόασιν.

在这一切之外,探究每一句所言之理也是大有裨益的。因为加图尚为幼童之时,固然遵行学监的吩咐,却总要探求那吩咐的理由与根据;但对于诗人,我们绝不可像顺从学监或立法者那样去听从,除非其陈说立论本身合乎道理。若其立论善美,自然含有道理;若其立论败坏,便显露出空洞与荒谬。然而大众往往对这类事情严厉追究其缘由,深究何以有此说法: “众人饮酒之时,切莫将酒杓置于混酒缸之上” 以及: “凡从自己的战车抵达另一战车者, 当挺长矛直刺 ”;但对于更重大的义理,他们却不加省察地予以轻信,诸如此类: “纵然一个人胆气过人, 一旦知晓父母的劣迹,便心生奴颜婢膝 ”,以及: “罹遭不幸之人,当守谦卑微贱之思 ”。 然而,这些说法直接触及品性并扰乱人生,种下卑劣的判断与下贱的成见,除非我们习惯于针对其中每一句说道: “为何罹遭不幸之人就当守谦卑微贱之思,而非奋起抗拒命运、使自己高尚不屈?又为何即使生于卑劣愚蠢之父,只要我自己善良明智,便不该因自身的德性而昂首自豪,反而要因为父亲的无知而惊骇沮丧、自甘卑微?” 因为凡能如此迎头驳斥、抵御抗衡,不对一切言论都如同对风那样侧身交付自己,而是坚信此言确凿之人: “愚钝之辈往往为一切言辞所眩惑”,必能摒除诸多既非真实亦无益处的说法。故而,这些法门将使听闻诗作成为一件无害之事。

语法注3 条
  1. 28bτὸ ὑποκείμενον

    带冠词的现在分词中性单数形式,意为“置于其下的事物”、“前提”、“立论”或“论题”。在此指诗人置于其诗句教训底部的论据或设定内容。

  2. 28cτῶν δὲ μειζόνων ἀβασανίστως δέχονται τὴν πίστιν

    属格短语 τῶν δὲ μειζόνων 与前文的 τῶν μὲν τοιούτων 相对比,用作表涉及范围的“关于属格”,而 δέχονται 的直接宾语为 τὴν πίστιν,意即“对于更重大的事,他们却未经检验便予以轻信”。

  3. 28dπλάγιον ὥσπερ πνεύματι παραδιδοὺς ἑαυτὸν

    形容词 πλάγιον 作 ἑαυτόν 的谓词性修饰语,源于船只在狂风中露出侧舷因而失控随风飘荡的航海比喻,意为“如船受风倾侧一般,将自己毫无防备地横向任由摆布”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:9