← 普鲁塔克

青年如何读诗

§10#1

对比人物言行以汲取有益于德性的教训

为免被诗歌华丽的辞藻所惑,并从中发掘有益于德性与品格塑造的义理,作者论述了如何辨析人物言行的对照,以及在进谏与规劝中是否具备明智与分寸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10#1

ἐπεὶ δʼ ὥσπερ ἐν ἀμπέλου φύλλοις καὶ κλήμασιν εὐθαλοῦσι πολλάκις ὁ καρπὸς ἀποκρύπτεται καὶ λανθάνει κατασκιαζόμενος, οὕτως ἐν ποιητικῇ λέξει καὶ μυθεύμασι περικεχυμένοις πολλὰ διαφεύγει τὸν νέον ὠφέλιμα καὶ χρήσιμα δεῖ δὲ τοῦτο μὴ πάσχειν ἀποπλανᾶσθαι τῶν πραγμάτων, ἐμφύεσθαι μάλιστα τοῖς πρὸς ἀρετὴν φέρουσι καὶ δυναμένοις πλάττειν τὸ ἦθος, οὐ χεῖρόν ἐστι1 καὶ περὶ τούτων διελθεῖν ἐν βραχέσιν, ἁψάμενον ὡς ἐν τύπῳ τῶν πραγμάτων, μήκη δὲ καὶ κατασκευὰς καὶ παραδειγμάτων ὄχλον ἐῶντα τοῖς ἐπιδεικτικώτερον γράφουσι πρῶτον μὲν οὖν τὰ χρηστὰ καὶ τὰ φαῦλα γιγνώσκων ὁ νέος καὶ πρόσωπα τοῖς λεγομένοις προσεχέτω καὶ ταῖς πράξεσιν ἃς ὁ ποιητὴς ἑκατέροις προσηκόντως ἀποδίδωσιν οἷον ὁ Ἀχιλλεὺς πρὸς τὸν Ἀγαμέμνονα λέγει, καίπερ λέγων μετʼ "οὐ γὰρ σοί ποτε ἶσον ἔχω γέρας, ὁππότʼ Ἀχαιοὶ Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον" ὁ δὲ Θερσίτης τῷ αὐτῷ λοιδορούμενος λέγει "πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν, εὖτʼ ἂν πτολίεθρον ἕλωμεν" , καὶ πάλιν ὁ Ἀχιλλεὺς "αἴ κέ ποθι Ζεὺς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι" ὁ δὲ Θερσίτης "ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν" πάλιν τοῦ Ἀγαμέμνονος ἐν τῇ ἐπιπωλήσει τὸν Διομήδην λοιδορήσαντος ὁ μὲν οὐδὲν ἀντεῖπεν "αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο" , ὁ δὲ Σθένελος, οὗ μηδεὶς λόγος,2 "Ἀτρείδη, φησί, μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν. ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι" ἡ γὰρ τοιαύτη διαφορὰ μὴ παρορωμένη διδάξει τὸν νέον ἀστεῖον ἡγεῖσθαι τὴν ἀτυφίαν καὶ μετριότητα, τὴν δὲ μεγαλαυχίαν καὶ περιαυτολογίαν ὡς φαῦλον εὐλαβεῖσθαι. χρήσιμον δὲ καὶ τὸ τοῦ Ἀγαμέμνονος κατανοεῖν ἐνταῦθα· τὸν μὲν γὰρ Σθένελον ἀπροσαύδητον παρῆλθε, τοῦ δʼ Ὀδυσσέως οὐκ ἠμέλησεν ἀλλʼ ἠμείψατο καὶ προσηγόρευσεν, "ὡς γνῶ χωομένοιο·3 πάλιν δʼ ὅ γε λάζετο μῦθον" τὸ μὲν γὰρ πᾶσιν ἀπολογεῖσθαι θεραπευτικὸν καὶ οὐκ ἀξιωματικόν τὸ δὲ πάντων καταφρονεῖν ὑπερήφανον καὶ ἀνόητον. ἄριστα δʼ ὁ Διομήδης ἐν μὲν τῇ μάχῃ σιωπᾷ κακῶς ἀκούων ὑπὸ τοῦ βασιλέως, μετὰ δὲ τὴν μάχην παρρησίᾳ χρῆται πρὸς αὐτὸν "ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν" εὖ δʼ ἔχει καὶ φρονίμου διαφορὰν ἀνδρὸς καὶ μάντεως πανηγυρικοῦ μὴ παραλιπεῖν. ὁ μὲν γὰρ Κάλχας οὐ συνεῖδε τὸν καιρόν, ἀλλʼ ἐν πλήθει παρʼ οὐδὲν ἐποιήσατο κατηγορῆσαι τοῦ βασιλέως ὡς τὸν λοιμὸν αὐτοῖς ἐπαγαγόντος· ὁ δὲ Νέστωρ βουλόμενος ἐμβάλλειν λόγον ὑπὲρ τῶν πρὸς τὸν Ἀχιλλέα διαλλαγῶν, ἵνα μὴ διαβάλλειν δοκῇ τὸν Ἀγαμέμνονα πρὸς τὸ πλῆθος ὡς ἁμαρτόντα καὶ χρησάμενον ὀργῇ, "δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικὲς πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ."

然而,正如在茂盛的葡萄枝叶之间,果实常常被遮蔽在阴凉中而难被察觉,在诗意的措辞与漫溢的神话寓言中,许多有益而实用的东西也往往从青年人的眼中溜走。既然青年人不当承受这种蒙蔽、不当偏离事情的本旨,而应当紧抓那些引向德性、能够塑造品格的事物,那么,在简略的篇幅中探讨这些,提纲挈领地触及事实,将冗长、修辞藻饰以及连篇累牍的例证留给那些作夸耀性写作的人,也未尝不可。 因此,青年人首先应当辨明善美与卑劣以及人物,留心诗人恰如其分地赋予各自的言辞与行迹。例如阿基琉斯虽在盛怒中发言,却对阿伽门农说: “当阿开奥斯人攻下特洛亚人筑造精良的城镇时, 我所得的奖赏绝不会与你相等;” 而瑟息忒斯在辱骂同一位王者时却说: “你的营帐堆满了青铜,营帐里 有许多挑选出来的妇女,每当我们攻破城镇, 阿开奥斯人总是首先分给你;” 阿基琉斯又说: “若宙斯日后允许我们 将城墙坚固的特洛亚城彻底荡平;” 而瑟息忒斯却说: “或是由我捆绑押来,或是阿开奥斯其他人押来的俘虏。 ” 又如,阿伽门农巡视检阅而责骂狄俄墨得斯时,后者未发一语: “因为他敬畏受尊崇的王者的谴责;” 但无足轻重的斯忒涅罗斯却说: “阿特柔斯之子,你既然懂得如何说出实情,就切莫撒谎。 我们自夸远比父辈更为优秀。” 若不忽视这种差异,青年人便会由此知晓应当把谦抑与节制视作高尚,而把自矜自夸视作卑劣而加以戒备。在此留心阿伽门农的做法也是大有裨益的:因为他对斯忒涅罗斯置若罔闻地走过,却并未忽视奥德修斯,反而向他回应并致辞: “因他见其发怒,便收回了前言; ”因为向所有人赔礼道歉是屈意奉承且有失威严的,而蔑视所有人则是傲慢且愚蠢的。最为出色的是,狄俄墨得斯在战斗中虽受王者斥责却保持沉默,战后则对王者直言不讳: “ 你首先在达奈人中侮辱了我的勇气。” 此外,不忽略明智之士与哗众取宠的预言家之间的区别也是极好的。卡尔卡斯不识时宜,竟然在众人面前毫不顾忌地指控国王,说他招致了瘟疫;而涅斯托耳想要提议与阿基琉斯和解,为了不致在众人面前显得是在诋毁阿伽门农犯错且任凭愤怒,便说: “为长者们摆设筵席吧;这正合你身分,绝无不当。[...] 待众人聚集之时,谁能谋划最佳的方略, 你便听从于谁。”

语法注3 条
  1. 10ἐπεὶ δʼ ὥσπερ ... οὐ χεῖρόν ἐστι

    句子的主要骨架为 ἐπεὶ ... δεῖ δὲ ... οὐ χεῖρόν ἐστι。在原因从句(ἐπεὶ...)与插入的必要性从句(δεῖ δὲ...)之后,主句承接非人称表达 οὐ χεῖρόν ἐστι(“……未尝不可”)。分词 ἐῶντα 为宾格,与不定式 διελθεῖν 的逻辑主语(即省略的泛指宾格 [τινα])保持性数格一致。

  2. 29aοὗ μηδεὶς λόγος

    由关系代词属格 οὗ(先行词为 Σθένελος)与主格短语 μηδεὶς λόγος 构成的习语,字面意为“关于他并无任何言论/评价”,引申为“微不足道之人”或“不被重视之人”。

  3. 29bὡς γνῶ χωομένοιο

    感知动词 γιγνώσκω(γνῶ)直接支配荷马史诗形式的属格分词 χωομένοιο(省略了属格代词 αὐτοῦ 等),意为“当他察觉到[对方]发怒时”。感知动词常接被感知对象的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:10#1