← 普鲁塔克

青年如何读诗

§8#2

辨析人物晦暗动机与悲剧辩辞的方法

作者阐明在诗歌人物意图晦暗时引导青年辨析善恶两种解释的方法,并告诫不可被悲剧中的巧妙辩辞所迷惑而放弃对恶行的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8#2

καὶ γὰρ τὸν Μελέαγρον ἐπεισάγει τοῖς πολίταις ὀργιζόμενον, εἶτα πραϋνόμενον, ὀρθῶς τὰ πάθη ψέγων, τὸ δὲ μὴ συνακολουθεῖν ἀλλʼ ἀντιτάττεσθαι καὶ κρατεῖν καὶ μετανοεῖν ἐπαινῶν ὡς καλὸν καὶ συμφέρον. ἐνταῦθα μὲν οὖν ἡ διαφορὰ πρόδηλος· ὅπου δʼ ἀσαφῆ τὰ τῆς γνώμης, διοριστέον οὕτω πως ἐφιστάντας τὸν νέον. εἰ μὲν ἡ Ναυσικάα ξένον ἄνδρα τὸν Ὀδυσσέα θεασαμένη καὶ παθοῦσα τὸ τῆς Καλυψοῦς πάθος πρὸς αὐτόν, ἅτε δὴ τρυφῶσα καὶ γάμων ὥραν ἔχουσα, τοιαῦτα μωραίνει πρὸς τὰς θεραπαινίδας "αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν" , ψεκτέον τὸ θράσος αὐτῆς καὶ τὴν ἀκολασίαν εἰ δὲ τοῖς λόγοις τοῦ ἀνδρὸς τὸ ἦθος ἐνιδοῦσα καὶ θαυμάσασα τὴν ἔντευξιν αὐτοῦ πολὺν νοῦν ἔχουσαν εὔχεται τοιούτῳ συνοικεῖν μᾶλλον ἢ πλωτικῷ τινι καὶ ὀρχηστικῷ τῶν πολιτῶν, ἄξιον ἄγασθαι. πάλιν τῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δʼ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος Ὀδυσσεὺς1 "οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμόν" εἰ μὲν ἐπὶ τῇ δωροδοκίᾳ καὶ πλεονεξίᾳ χαίρει, τὸν κωμῳδούμενον ὑπερβάλλει μαστροπείᾳ Πολίαγρον "εὐδαίμων Πολίαγρος οὐράνιον αἶγα πλουτοφόρον τρέφων" εἰ δὲ μᾶλλον οἰόμενος ὑποχειρίους ἕξειν διὰ τὴν ἐλπίδα θαρροῦντας καὶ τὸ μέλλον οὐ προσδοκῶντας, λόγον ἔχει τὸ ἡδόμενον αὐτῷ καὶ θαρροῦν. ὁμοίως ἐπὶ τῇ διαριθμήσει τῶν χρημάτων,2 ἃ συνεξέθηκαν οἱ Φαίακες αὐτῷ καὶ ἀπέπλευσαν, εἰ μὲν ἀληθῶς ἐν ἐρημίᾳ τοσαύτῃ καὶ τῶν καθʼ αὑτὸν ἀσαφείᾳ καὶ ἀδηλότητι γεγονὼς περὶ τῶν χρημάτων φοβεῖται "μὴ τί οἱ οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες" , οἰκτείρειν ἄξιον ἢ βδελύττεσθαι νὴ Δία τὴν φιλοπλουτίαν· εἰ δʼ, ὥσπερ ἔνιοι λέγουσι, περὶ τῆς Ἰθάκης ἀμφιδοξῶν οἴεται τὴν τῶν χρημάτων σωτηρίαν ἀπόδειξιν εἶναι τῆς τῶν Φαιάκων ὁσιότητος οὐ γὰρ ἂν ἀκερδῶς φέροντας αὐτὸν εἰς ἀλλοτρίαν ἐκβαλεῖν χώραν καὶ καταλιπεῖν, ἀποσχομένους τῶν χρημάτων, οὔτε φαύλῳ τεκμηρίῳ χρῆται καὶ τὴν πρόνοιαν ἄξιον ἐπαινεῖν. ἔνιοι δὲ καὶ τὴν ἔκθεσιν αὐτὴν εἰ μὲν ἀληθῶς ἐγένετο καθεύδοντος ψέγουσι, καὶ Τυρρηνοὺς ἱστορίαν τινά φασι διαφυλάττειν ὡς ὑπνώδους φύσει τοῦ Ὀδυσσέως γενομένου καὶ δυσεντεύκτου διὰ τοῦτο τοῖς πολλοῖς ὄντος. εἰ δʼ οὐκ ἦν ἀληθὴς ὁ ὕπνος, ἀλλʼ αἰδούμενος μὲν ἀποπέμψαι τοὺς Φαίακας ἄνευ ξενίων καὶ φιλοφροσύνης, μὴ δυνάμενος δὲ τοὺς ἐχθροὺς λαθεῖν ἐκείνων συμπαρόντων ἐχρήσατο τῆς ἀπορίας παρακαλύμματι, κοιμωμένῳ ποιήσας ὅμοιον ἑαυτόν, ἀποδέχονται. καὶ ταῦτα δὴ τοῖς νέοις ὑποδεικνύοντες οὐκ ἐάσομεν φορὰν πρὸς τὰ φαῦλα γίγνεσθαι τῶν ἠθῶν ἀλλὰ τῶν βελτιόνων ζῆλον καὶ προαίρεσιν, εὐθὺς τοῖς μὲν τὸ ψέγειν τοῖς δὲ τὸ ἐπαινεῖν ἀποδιδόντες. μάλιστα δὲ τοῦτο δεῖ ποιεῖν ἐν ταῖς τραγῳδίαις, ὅσαι λόγους ἔχουσι πιθανοὺς καὶ πανούργους ἐν πράξεσιν ἀδόξοις καὶ πονηραῖς. οὐ πάνυ γὰρ ἀληθὲς τὸ τοῦ Σοφοκλέους λέγοντος "οὐκ ἔστʼ ἀπʼ ἔργων μὴ καλῶν ἔπη καλά3" καὶ γὰρ οὗτος εἴωθεν ἤθεσι φαύλοις καὶ ἀτόποις πράγμασι λόγους ἐπιγελῶντας καὶ φιλανθρώπους αἰτίας πορίζειν. καὶ ὁ σύσκηνος αὐτοῦ πάλιν ὁρᾷς ὅτι τήν τε Φαίδραν καὶ προσεγκαλοῦσαν τῷ Θησεῖ πεποίηκεν ὡς διὰ τὰς ἐκείνου παρανομίας ἐρασθεῖσαν τοῦ Ἱππολύτου. τοιαύτην δὲ καὶ τῇ Ἑλένῃ παρρησίαν κατὰ τῆς Ἑκάβης ἐν ταῖς Τρῳάσι δίδωσιν, οἰομένῃ δεῖν ἐκείνην κολάζεσθαι μᾶλλον ὅτι μοιχὸν αὐτῆς ἔτεκε. μηδὲν οὖν τούτων κομψὸν ἡγεῖσθαι καὶ πανοῦργον ὁ νέος ἐθιζέσθω, μηδὲ προσμειδιάτω ταῖς τοιαύταις εὑρησιλογίαις ἀλλὰ βδελυττέσθω τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα τῆς ἀκολασίας.

因为诗人确实引出墨勒阿革洛斯向同胞发怒,继而怒气平息,在此他正确地谴责了情欲,却赞美了不随顺情欲、反而挺身对抗、克制情欲并心生懊悔之举,视其为崇高且有益的。因此,这里的界限显而易见;但若人物的心思意图晦暗不明,我们便当引导青年的注意,作如下辨别:如果瑙西卡阿看见了陌生男子奥德修斯,由于生活娇奢且正值妙龄待嫁之年,便对他产生了卡吕普索式的情欲,向侍女们说出这般痴言妄语: “啊,但愿这样一位男子能被称为我的丈夫, 定居在此,且愿他乐意留在此地”,那么她的鲁莽与放肆理当受到斥责;但若她是从那男子的言辞中洞见其品性,赞叹他谈吐中蕴含的大智,从而祈愿与这样的人结合,而非与同胞中那些只知航海和跳舞之辈为伴,她便值得钦佩。再如,佩涅洛佩以并非冷酷的态度与求婚者们攀谈,而求婚者们赠予她衣袍与别的饰物,奥德修斯对此感到欣喜: “因她从他们那里索取礼物,并迷住了他们的心魄”;此时,他若是因为收受贿赂和贪婪而喜悦,便在拉皮条的勾当上超过了喜剧中被讽刺的波利阿格罗斯: “幸福的波利阿格罗斯, 饲养着带来财富的天国牝山羊”;但若他主要是料想他们因抱有希望而安心大意、未曾防备将来,从而更容易受他掌控,那么他的喜悦与自信便大有道理。同样,关于清点那些淮阿喀亚人同他一起搬上岸便扬帆而去的财物:若他当真是在如此孤寂、对自身处境晦暗未卜之际,竟然为了财物而担惊受怕: “唯恐他们乘着空凹的船只顺手带走了什么”,那么指着宙斯起誓,人们理当怜悯,抑或厌恶他这般贪恋钱财;但若正如某些人所言,他在怀疑此地是否真是伊萨卡时,认为财物的完好乃是淮阿喀亚人虔敬正直的凭证——因为若不能获利,他们绝不会在弃绝其财物的同时,将他抛弃遗留在异邦土地上——那么他所运用的便绝非拙劣的证据,其深谋远虑值得称赞。更有甚者,有些人对于那次将他弃置岸边的举动本身,若确是在他熟睡时发生的,亦表示非难;据说第勒尼安人还保留着一种传闻,称奥德修斯天生嗜睡,因此对大众而言往往难以接近。但若那次睡眠并非真实,而是他既羞于在没有回赠礼物和热情款待的情况下打发淮阿喀亚人,又无法在他们留在身旁时避开敌人的耳目,于是假装入睡以作为脱困的掩护,人们便会赞许他。我们将这些指明给青年看,便不会任由他们的性情滑向卑劣之事,而是促成对善美之事的效法与择取,随即将谴责施于前者、赞美归于后者。在包含着针对恶劣可鄙行径的巧妙雄辩的悲剧中,尤当如此行。因为索福克勒斯所言: “恶行之中断无善言”,绝非全然属实;因为他自己也常常为卑劣的性格和荒谬的行径提供看似从容的辞令和体面的借口。而他的同侪,你同样可以看到,他让淮德拉甚至反过来控告忒修斯,仿佛她是由于忒修斯的非分之举才爱上希波吕托斯的;他在《特洛伊妇女》中同样赋予海伦当面反驳赫卡柏的这般放肆,竟认为赫卡柏才更应受罚,因她生下了诱拐自己的奸夫。因此,青年绝不可习惯于将这些视为聪慧与机智,不可对这等巧言令色报以微笑,反而应当厌恶这些言辞,甚于厌恶放纵的恶行本身。

语法注3 条
  1. 27bτῆς Πηνελόπης τοῖς μνηστῆρσι προσδιαλεγομένης οὐκ ἀπανθρώπως, ἐκείνων δʼ αὐτῇ χαριζομένων ἱμάτια καὶ κόσμον ἄλλον, ἡδόμενος Ὀδυσσεὺς

    此处出现破格句(anacoluthon):先是由独立属格(τῆς Πηνελόπης... ἐκείνων δʼ...)引出背景,随后承接主格分词 ἡδόμενος Ὀδυσσεύς,但并未出现预期的主句主动词,而是直接转入 εἰ μὲν... εἰ δὲ... 的两个条件分支,以对奥德修斯的心理动机进行二分阐述。

  2. 27cοὐ γὰρ ἂν ἀκερδῶς φέροντας αὐτὸν εἰς ἀλλοτρίαν ἐκβαλεῖν χώραν καὶ καταλιπεῖν, ἀποσχομένους τῶν χρημάτων

    在间接引语中使用了 ἄν 加不定式(ἐκβαλεῖν 与 καταλιπεῖν),对应直接引语中带有 ἄν 的直陈式过去时(与过去事实相反的假想)或带有 ἄν 的祈愿式(潜在推断)。其逻辑在于:如果淮阿喀亚人有意图谋财物,他们绝不可能毫无所获地将他抛弃在异地,却对其财宝秋毫无犯。

  3. 27eοὐκ ἔστʼ ἀπʼ ἔργων μὴ καλῶν ἔπη καλά

    在所引用的索福克勒斯残篇中,修饰 ἔργων 的否定词使用了 μή 而非 οὐ,这是因为此处具有通用或假设性质(“凡是不善的行径 / 倘若是恶行”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:8#2