- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:6#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出诗人们使用“宙斯”之名不仅指神明本身,还借指机运或命运那不可估量的力量,并且“德性”、“恶劣”、“幸福”等词也常被借用来指称外在的权势、财富或际遇而非内在品德,强调青年在阅读诗歌时必须辨明这些语词转用,以免产生思想上的误解。
" εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.1" καὶ μὴν ὁ Ἡσίοδος τὸν Προμηθέα ποιῶν τῷ Ἐπιμηθεῖ παρακελευόμενον "μή ποτε δῶρα δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλʼ ἀποπέμπειν" ἐπὶ τῇ τῆς τύχης δυνάμει τῷ τοῦ Διὸς ὀνόματι κέχρηται· τὰ γὰρ τυχηρὰ τῶν ἀγαθῶν Διὸς δῶρα κέκληκε, πλούτους καὶ γάμους καὶ ἀρχὰς καὶ πάνθʼ ὅλως τὰ ἐκτός, ὧν ἡ κτῆσις ἀνόνητός ἐστι τοῖς χρῆσθαι καλῶς μὴ δυναμένοις. διὸ καὶ τὸν Ἐπιμηθέα ὄντα καὶ ἀνόητον οἴεται δεῖν φυλάττεσθαι καὶ δεδιέναι τὰς εὐτυχίας, ὡς βλαβησόμενον καὶ διαφθαρησόμενον ὑπʼ αὐτῶν. καὶ πάλιν ὅταν λέγῃ "μηδὲ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων" , θεόσδοτον νῦν τὸ τυχηρὸν εἴρηκεν, ὡς οὐκ ἄξιον ἐγκαλεῖν τοῖς διὰ τὴν τύχην πενομένοις, ἀλλὰ τὴν μετʼ ἀργίας καὶ μαλακίας καὶ πολυτελείας ἀπορίαν κακίζειν αἰσχρὰν καὶ ἐπονείδιστον οὖσαν. οὔπω γὰρ αὐτὸ τοὔνομα τῆς τύχης λέγοντες, εἰδότες δὲ τὴν τῆς ἀτάκτως καὶ ἀορίστως περιφερομένης αἰτίας δύναμιν ἰσχυρὰν καὶ ἀφύλακτον οὖσαν ἀνθρωπίνῳ λογισμῷ τοῖς τῶν θεῶν ὀνόμασιν ἐξέφραζον,2 ὥσπερ ἡμεῖς καὶ πράγματα καὶ ἤθη καὶ νὴ Δία καὶ λόγους καὶ ἄνδρας εἰώθαμεν δαιμονίους καὶ θείους προσαγορεύειν. οὕτω δὴ τὰ πολλὰ τῶν ἀτόπως περὶ τοῦ Διὸς λέγεσθαι δοκούντων ἐπανορθωτέον, ὧν ἐστι καὶ ταῦτα "δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν" καί "ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισι" καί "τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς" , ὡς περὶ τῆς τύχης ἢ τῆς εἱμαρμένης λεγομένων,3 ἐν αἷς τὸ ἀσυλλόγιστον ἡμῖν τῆς αἰτίας σημαίνεται καὶ ὅλως οὐ καθʼ ἡμᾶς. ὅπου δὲ τὸ προσῆκον καὶ κατὰ λόγον καὶ εἰκός ἐστιν, ἐνταῦθα κυρίως ὀνομάζεσθαι τὸν θεὸν νομίζωμεν, ὥσπερ ἐν τούτοις "αὐτὰρ ὁ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν, Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο· Ζεὺς γάρ οἱ νεμέσα ὅτʼ ἀμείνονι φωτὶ μάχοιτο" καί "Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν, τὰ μικρὰ δʼ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ" Σφόδρα δὲ δεῖ καὶ τοῖς ἄλλοις ὀνόμασι προσέχειν, κατὰ πολλὰ πράγματα κινουμένοις καὶ μεθισταμένοις ὑπὸ τῶν ποιητῶν. οἷόν ἐστι καὶ τὸ τῆς ἀρετῆς. ἐπεὶ γὰρ οὐ μόνον ἔμφρονας παρέχεται καὶ δικαίους καὶ ἀγαθοὺς ἐν πράξεσι καὶ λόγοις, ἀλλὰ καὶ δόξας ἐπιεικῶς καὶ δυνάμεις περιποιεῖται, παρὰ τοῦτο ποιοῦνται καὶ τὴν εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν,4 ὀνομάζοντες ὥσπερ ἐλαίαν τὸν ἀπὸ τῆς ἐλαίας, καὶ φηγὸν τὸν ἀπὸ τῆς φηγοῦ καρπὸν ὁμωνύμως τοῖς φέρουσιν. οὐκοῦν ὁ νέος ἡμῖν, ὅταν μὲν λέγωσι "τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν" καὶ "τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας" καὶ "εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν, εἰς ἀρετὴν καταλυσαμένους βίον" , εὐθὺς οἰέσθω λέγεσθαι ταῦτα περὶ τῆς ἀρίστης καὶ θειοτάτης ἕξεως ἐν ἡμῖν, ἣν ὀρθότητα λόγου καὶ ἀκρότητα λογικῆς φύσεως καὶ διάθεσιν ὁμολογουμένην ψυχῆς νοοῦμεν. ὅταν δʼ ἀναγιγνώσκῃ πάλιν τό τε "Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε" καὶ τὸ "πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ" , μὴ καθήσθω τοὺς πλουσίους ἐκπεπληγμένος καὶ τεθηπὼς καθάπερ ὤνιον εὐθὺς ἀργυρίου τὴν ἀρετὴν ἔχοντας, μηδʼ ἐπὶ τῇ τύχῃ κεῖσθαι τὴν αὑτοῦ φρόνησιν αὔξειν ἢ κολούειν νομίζων, ἀλλʼ ἀντὶ δόξης ἢ δυνάμεως ἢ εὐτυχίας ἤ τινος ὁμοίου τῇ ἀρετῇ κεχρῆσθαι τὸν ποιητὴν ἡγείσθω. καὶ γὰρ τῇ κακότητι ποτὲ μὲν ἰδίως σημαίνουσι κακίαν καὶ μοχθηρίαν ψυχῆς, ὡς Ἡσίοδος "τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι" , ποτὲ δʼ ἄλλην τινὰ κάκωσιν ἢ δυστυχίαν, ὡς Ὅμηρος "αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν" ἐπεὶ καὶ τὴν εὐδαιμονίαν ἐξαπατηθείη τις ἂν οὕτω τοὺς ποιητὰς οἰόμενος λέγειν, ὡς οἱ φιλόσοφοι λέγουσι τὴν παντελῆ τῶν ἀγαθῶν ἕξιν ἢ κτῆσιν ἢ καὶ τελειότητα βίου κατὰ φύσιν εὐροοῦντος, ἀλλʼ οὐχὶ καταχρωμένους πολλάκις τὸν πλούσιον εὐδαίμονα καλεῖν ἢ μακάριον καὶ τὴν δύναμιν ἢ τὴν δόξαν εὐδαιμονίαν. Ὅμηρος μὲν γὰρ ὀρθῶς κέχρηται τοῖς ὀνόμασιν "ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω" καὶ Μένανδρος "ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλοῦμʼ ὑπὸ πάντων, μακάριος δʼ ὑπʼ οὐδενός" , Εὐριπίδης δὲ πολλὴν ἐργάζεται ταραχὴν καὶ σύγχυσιν ὅταν λέγῃ "μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος" καί "τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς" ἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται.5 ταῦτα μὲν οὖν ἱκανὰ περὶ τούτων.
“因为凡人收获恶谋的恶报, 乃是命中注定的。” 确实,当赫西俄德描写普罗米修斯告诫埃庇米修斯: “切勿接受来自奥林匹斯宙斯的礼物, 而当将其送回,”他乃是针对机运的力量而使用了宙斯之名;因为他将机运所致的善好称为“宙斯的礼物”——即财富、婚姻、官职以及总括而言的一切外在之物,而对于不能善用它们的人来说,占有这些乃是毫无益处的。因此,他认为埃庇米修斯既是愚蠢的,就理应戒备并畏惧这些亨通之运,因为他注定会受其伤害并遭其毁败。又如当他说: “绝不可敢于用噬人心灵的毁灭性贫困来责备他人, 那本是永恒存在的福佑诸神的赐予,”此处他将出于机运之事称为“神赐”,表明不应归咎于那些因机运而贫穷的人,而应去谴责伴随着懒惰、懦弱和挥霍的匮乏,因为那才是可耻且当受责备的。因为古人当时尚未说出“机运”这个词本身,但知道那无秩序、不确定地转动的因由所具有的力量既强大,又是人类理性所无法防备的,便以诸神之名将其表达出来,正如我们习惯于将事物、性情,甚至凭宙斯起誓,将言论与人物称为“神妙的”或“神圣的”一样。正因如此,对于看似不合常理地谈及宙斯的许多说法,便必须依照这种方式加以纠正,其中也包括这些诗句: “在宙斯的地盘上置放着两只大瓮, 盛满了注定的命运,一瓮是善,另一瓮是恶;”以及: “高居宝座的克洛诺斯之子并未成全誓言, 反而怀着恶念,为双方定下命运;”以及: “因为那时,灾祸之端便已滚滚而来, 降临于特洛伊人与达那俄斯人,全凭伟大宙斯的意志,”这些应当被理解为论及机运或命运之语,在其中标示出因由对我们而言是不可揣度的,并且完全不在我们掌握之中。而在适宜、合乎理性且合乎情理之处,我们则当认为神是在本义上被名指的,正如在这些诗句中: “但他巡视其他战士的行列, 却避开与忒拉蒙之子埃阿斯的战斗; 因为当他与更强的人作战时,宙斯便会对他动怒;”以及: “因为宙斯眷顾凡人最重大的事项, 而将细微之事撇下给其他神灵,任其自行其是。” 对于被诗人们根据多种事物加以挪用和转义的其他语词,也极其需要加以留意。例如“德性”(阿瑞忒)这一词即是如此。因为德性不仅使人在行为与言论中显得明智、公正与良善,而且还极大地博得声誉与权势,正是出于这个原因,他们也将美誉与权势视为德性,如同将橄榄树的果实称为“橄榄”,将栎树的果实称为“栎”一样,借用产生它们的事物来同名相称。因此,我们的年轻人在遇到诗人们说: “在德性之前,诸神安置了汗水;”以及: “那时达那俄斯人凭借自己的德性冲破了战阵;”以及: “若注定要死,以此种方式死去便是美好的, 将生命终结于德性之中,”应当立刻认为这些指的是我们身上最卓越、最神圣的品质,即我们所认定的理性之正确、理性本性的巅峰以及灵魂一贯的状态。但当他又读到: “宙斯使人们的德性或增或减;”以及: “德性与荣耀伴随着财富,”切不可呆坐着惊叹并艳羡富人,仿佛他们持有可以用银钱直接买到的德性,也不要以为自身明智的增进或削损取决于机运,而当认为诗人乃是用“德性”来代指声誉、权势、幸运或类似的东西。因为对于“恶劣”(卡科忒斯)一词,他们有时特指灵魂的邪恶与恶毒,正如赫西俄德所言: “因为恶劣哪怕成群结队也可以轻易获取;”有时则指某种苦难或不幸,正如荷马所言: “因为凡人在恶境中会迅速衰老。” 同样,人们在“幸福”(欧代摩尼亚)一词上也可能受骗,以为诗人们像哲学家那样,用它指代善好的完全具备或获得,或是顺应自然而顺遂流淌的生活的完满,却不知诗人们常常滥用此词,称富人为“幸福”或“福乐”,称权势或声望为“幸福”。荷马在此词的使用上乃是正确的: “因此我绝非心怀喜悦地统治着这些财富;”米南德也说: “我拥有巨大家产,被所有人 称为富有,却无一人称我为福乐。” 但欧里庇得斯在说下述之语时,便制造了极大的骚动与混乱: “愿我不致拥有痛苦的幸福生活;”以及: “你为何尊崇僭主权位——一种幸福的不义?” 除非如前所述,人们能领会这些语词的比喻与转用。关于这些问题,谈论至此便已足够了。
- 6εἱμαρμένον γὰρ τῶν κακῶν βουλευμάτων / κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.
在非人称结构 εἱμαρμένον ἐστί 中,不定式短语 καρποῦσθαι ... 充当语法主语。属格 τῶν κακῶν βουλευμάτων 依附于宾格名词 ἀμοιβάς,作表示原因或关联的属格(“对恶谋的报应”),而 βροτοῖς 则作与格,表示不定式动作的承担者(逻辑主语)。
- 24aοὔπω γὰρ αὐτὸ τοὔνομα τῆς τύχης λέγοντες, εἰδότες δὲ τὴν τῆς ἀτάκτως καὶ ἀορίστως περιφερομένης αἰτίας δύναμιν ἰσχυρὰν καὶ ἀφύλακτον οὖσαν ἀνθρωπίνῳ λογισμῷ τοῖς τῶν θεῶν ὀνόμασιν ἐξέφραζον
主句的主要动词为未完成过去时 ἐξέφραζον(主语为承前省略的“古代诗人们”),前置了由 μέν...δέ 逻辑对照的两个分词短语:οὔπω ... λέγοντες 与 εἰδότες δέ ...。其中分词 εἰδότες 支配带有补充动名词/分词的间接陈述:τὴν ... δύναμιν 为宾格主语,οὖσαν 为其谓语分词,后接形容词补足语 ἰσχυρὰν καὶ ἀφύλακτον。
- 24bὡς περὶ τῆς τύχης ἢ τῆς εἱμαρμένης λεγομένων
此处作带有 ὡς 的属格独立结构(genitive absolute),呼应前文所引用的多组诗句(ὧν ἐστι καὶ ταῦτα ...)。它表达主观理由或理解方式,意即“应理解为是就机运或命运而言的”。
- 24dπαρὰ τοῦτο ποιοῦνται καὶ τὴν εὐδοξίαν ἀρετὴν καὶ τὴν δύναμιν
介词短语 παρὰ τοῦτο 表示原因(“正因如此”)。动词 ποιοῦνται 构成双重宾格结构,以 τὴν εὐδοξίαν 和 τὴν δύναμιν 为直接宾语,以 ἀρετήν 为谓语宾格(“将美誉与权势视作德性”)。
- 25bἂν μή τις, ὥσπερ εἴρηται, ταῖς μεταφοραῖς καὶ καταχρήσεσι τῶν ὀνομάτων ἕπηται.
此为带有 ἄν + 虚拟语气的条件从句,修饰前述主句(“欧里庇得斯……便制造了极大的骚动与混乱”)。动词 ἕπηται 支配与格(ταῖς μεταφοραῖς καὶ καταχρήσεσι),在此表示“跟从、留意、体会”词义的比喻与转用。
