- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出,诗歌作为摹仿,在运用修饰与情节突转唤起惊奇的同时仍保持其真实感;因此青年不应在诗中寻求斯多亚派式的道德两极论,因为诗艺恰恰依赖于人性的不完美与冲突。
ἐκεῖνο δʼ οὐχ ἅπαξ ἀλλὰ πολλάκις ὑπομνηστέον ἐστὶ τοὺς νέους, ἐνδεικνυμένους αὐτοῖς1 ὅτι μιμητικὴν ἡ ποίησις ὑπόθεσιν ἔχουσα κόσμῳ μὲν καὶ λαμπρότητι χρῆται περὶ τὰς ὑποκειμένας πράξεις καὶ τὰ ἤθη, τὴν δʼ ὁμοιότητα τοῦ ἀληθοῦς οὐ προλείπει , τῆς μιμήσεως ἐν τῷ πιθανῷ τὸ ἀγωγὸν ἐχούσης. διὸ καὶ κακίας καὶ ἀρετῆς σημεῖα μεμιγμένα ταῖς πράξεσιν ἡ μὴ παντάπασι τῆς ἀληθείας ὀλιγωροῦσα συνεκφέρει μίμησις, ὥσπερ ἡ Ὁμήρου πολλὰ πάνυ τοῖς Στωϊκοῖς χαίρειν φράζουσα,2 μήτε τι φαῦλον ἀρετῇ προσεῖναι μήτε κακίᾳ χρηστὸν ἀξιοῦσιν, ἀλλὰ πάντως μὲν ἐν πᾶσιν ἁμαρτωλὸν εἶναι τὸν ἀμαθῆ, περὶ πάντα δʼ αὖ κατορθοῦν τὸν ἀστεῖον. ταῦτα γὰρ ἐν ταῖς σχολαῖς ἀκούομεν· ἐν δὲ τοῖς πράγμασι καὶ τῷ βίῳ τῶν πολλῶν κατὰ τὸν Εὐριπίδην "οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, ἀλλʼ ἔστι τις σύγκρασις" ἄνευ δὲ τοῦ ἀληθοῦς3 μάλιστα μὲν ἡ ποιητικὴ τῷ ποικίλῳ χρῆται καὶ πολυτρόπῳ. τὸ γὰρ ἐμπαθὲς καὶ παράλογον καὶ ἀπροσδόκητον, ᾧ πλείστη μὲν ἔκπληξις ἕπεται πλείστη δὲ χάρις, αἱ μεταβολαὶ παρέχουσι τοῖς μύθοις τὸ δʼ ἁπλοῦν ἀπαθὲς καὶ ἄμυθον. ὅθεν οὔτε νικῶντας ἀεὶ πάντα ποιοῦσι τοὺς αὐτοὺς οὔτʼ εὐημεροῦντας οὔτε κατορθοῦντας ἀλλʼ οὐδὲ τοῖς θεοῖς, ὅταν εἰς ἀνθρωπίνας ἐμπέσωσι πράξεις, ἀπαθέσι χρῶνται καὶ ἀναμαρτήτοις, ἵνα μηδαμοῦ τό τε ταράττον καὶ τὸ ἐκπλῆττον ἀργῇ τῆς ποιήσεως ἀκίνδυνον καὶ ἀναγώνιστον γιγνόμενον.
然而,人们不当仅一次、而应当屡次向青年提醒那一要点,向他们指出:诗歌由于具有摹仿性的题材,因而对所涉及的行为与性格施以饰辞与华美,却并未舍弃真实之近似性,因为摹仿的引人入胜之力正系于可信性之中。因此,并非全然无视真实的摹仿,乃是将行为中恶德与美德交织的痕迹一并呈现出来,正如荷马的摹仿极大地与斯多亚派道别一样;斯多亚派主张美德中绝无任何卑劣之物,恶德中亦无任何有益之物,反而愚昧之人必定在万事上皆犯过失,明智之人则反过来在万事上皆能成功。因为这些乃是我们在讲堂中所听闻的说教;但按照欧里庇得斯之言,在现实事务与凡夫俗子的生活中: “善事与恶事绝不可能截然分离, 反而总有某种掺杂。” 此外,即使撇开真实不谈,诗艺也尤其利用变幻与多样之物。因为转折为情节提供了动人、非理性与出人意料的元素,并伴随着最大的惊奇与最大的魅力,而单调的情节则是毫无激情且不成其为故事的。因此,诗人们既不把相同的人物描写成总是在万事上得胜、顺遂或成功,甚至在诸神卷入人事时,也不把他们塑造成毫无激情、全无过失的存在,以免诗歌中令人震颤与惊骇的力量因变得无险阻、无冲突而在任何地方失去功用。
- 7ἐκεῖνο δʼ οὐχ ἅπαξ ἀλλὰ πολλάκις ὑπομνηστέον ἐστὶ τοὺς νέους, ἐνδεικνυμένους αὐτοῖς
动形容词 ὑπομνηστέον 保留了动词 ὑπομιμνῄσκω 的双宾格结构(表示提醒内容的 ἐκεῖνο 和表示对象的 τοὺς νέους)。随后的分词 ἐνδεικνυμένους 为阳性宾格复数,它与无人称动形容词结构中隐含的施动者(即作为施教者的“我们”ἡμᾶς)在格上一致,类似于不定式从句的主语置于宾格的句法交替。
- 25cπολλὰ πάνυ τοῖς Στωϊκοῖς χαίρειν φράζουσα
短语 χαίρειν φράζω(等同于 χαίρειν λέγω)是表示“向……告别”、“分道扬镳”或“置之不理”的习语。结合副词短语 πολλὰ πάνυ(极大地),形象地说明荷马的诗艺摹仿彻底摒弃了斯多亚派关于全善智者与全过愚人的极端严苛二分法。
- 25dἄνευ δὲ τοῦ ἀληθοῦς
介词短语 ἄνευ τοῦ ἀληθοῦς 意为“即使撇开真实不谈”或“除却真实之外”。它标志着论述从先前对“真实之摹仿”的要求,转向诗艺为了在虚构中唤起快感与惊奇而追求“转折与多变”的独立艺术要求。
