- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:6#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出理解词语的日常惯用与多义性对于正确阅读诗歌至关重要,并特别说明诸神之名不仅可指神明自身,还常转喻指代火、战争、青铜器或不可抗拒的命运。
ἄλλος τοίνυν τρόπος ἐστὶ τὰς ἐν τοῖς ποιήμασιν ὑποψίας πρὸς τὸ βέλτιον ἐκ τοῦ χείρονος μεθιστὰς ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας,1 περὶ ὃν δεῖ τὸν νέον γεγυμνάσθαι μᾶλλον ἢ περὶ τὰς λεγομένας γλώττας. ἐκεῖνο μὲν γὰρ φιλόλογον, καὶ οὐκ ἀηδὲς ὅτι ῥιγεδανὸς κακοθάνατός ἐστιν εἰδέναι· δάνον γὰρ Μακεδόνες τὸν θάνατον καλοῦσι, καμμονίαν δὲ νίκην Αἰολεῖς τὴν ἐξ ἐπιμονῆς καὶ καρτερίας, Δρύοπες δὲ πόπους τοὺς δαίμονας. τουτὶ δʼ ἀναγκαῖον καὶ χρήσιμον, εἰ μέλλομεν ἐκ τῶν ποιημάτων ὠφεληθήσεσθαι καὶ μὴ βλαβήσεσθαι, τὸ γιγνώσκειν πῶς τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ χρῶνται καὶ πάλιν τοῖς τῶν κακῶν καὶ ἀγαθῶν, καὶ τί τὴν Τύχην τί τὴν Μοῖραν νοοῦντες ὀνομάζουσι, καὶ πότερον ταῦτα τῶν ἁπλῶς ἢ τῶν πολλαχῶς λεγομένων ἐστὶ παρʼ αὐτοῖς, ὥσπερ ἄλλα πολλά. καὶ γὰρ οἶκον ποτὲ μὲν τὴν οἰκίαν καλοῦσιν "οἶκον ἐς ὑψόροφον" ποτὲ δὲ τὴν οὐσίαν "ἐσθίεταί μοι οἶκος" , καὶ βίοτον ποτὲ μὲν τὸ ζῆν "ἀμενήνωσεν δέ οἱ αἰχμὴν κυανοχαῖτα Ποσειδάων, βιότοιο μεγήρας" ποτὲ δὲ τὰ χρήματα "βίοτον δέ μοι ἄλλοι ἔδουσι" , καὶ τῷ ἀλύειν ποτὲ μὲν ἀντὶ τοῦ δάκνεσθαι καὶ ἀπορεῖσθαι κέχρηται "ὣς ἔφαθʼ, ἡ δʼ ἀλύουσʼ ἀπεβήσετο, τείρετο δʼ αἰνῶς" ποτὲ δʼ ἀντὶ τοῦ γαυριᾶν καὶ χαίρειν "ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;" καὶ τῷ θοάζειν ἢ τὸ κινεῖσθαι σημαίνουσιν, ὡς Εὐριπίδης "κῆτος θοάζον ἐξ Ἀτλαντικῆς ἁλός," ἢ τὸ καθέζεσθαι καὶ θαάσσειν, ὡς Σοφοκλῆς "τίνας πόθʼ ἕδρας τάσδε μοι θοάζετε ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;" χάριεν δὲ καὶ τὸ τὴν χρείαν τῶν ὀνομάτων συνοικειοῦν τοῖς ὑποκειμένοις πράγμασιν, ὡς οἱ γραμματικοὶ διδάσκουσιν, ἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες,·2 οἷόν ἐστι "νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι" τῷ μὲν γὰρ αἰνεῖν σημαίνεται τὸ ἐπαινεῖν, αὐτῷ δὲ τῷ ἐπαινεῖν ἀντὶ τοῦ παραιτεῖσθαι νῦν κέχρηται, καθάπερ ἐν τῇ συνηθείᾳ καλῶς φαμὲν ἔχειν καὶ χαίρειν κελεύομεν, ὅταν μὴ δεώμεθα μηδὲ λαμβάνωμεν. οὕτω δὲ καὶ τὴν ἐπαινὴν Περσεφόνειαν ἔνιοί φασιν ὡς παραιτητὴν εἰρῆσθαι. ταύτην δὴ τὴν διαίρεσιν καὶ διάκρισιν τῶν ὀνομάτων ἐν τοῖς μείζοσι καὶ σπουδαιοτέροις παραφυλάττοντες ἀπὸ τῶν θεῶν ἀρχώμεθα διδάσκειν τοὺς νέους ὅτι χρῶνται τοῖς τῶν θεῶν ὀνόμασιν οἱ ποιηταὶ ποτὲ μὲν αὐτῶν ἐκείνων ἐφαπτόμενοι τῇ ἐννοίᾳ, ποτὲ δὲ δυνάμεις τινὰς ὧν οἱ θεοὶ δοτῆρές εἰσι καὶ καθηγεμόνες ὁμωνύμως προσαγορεύοντες οἷον εὐθὺς ὁ Ἀρχίλοχος, ὅταν μὲν εὐχόμενος λέγῃ "κλῦθʼ ἄναξ Ἥφαιστε καί μοι σύμμαχος γουνουμένῳ ἵλαος γενοῦ, χαρίζευ δʼ οἷάπερ χαρίζεαι" , αὐτὸν τὸν θεὸν ἐπικαλούμενος δῆλός ἐστιν· ὅταν δὲ τὸν ἄνδρα τῆς ἀδελφῆς ἠφανισμένον ἐν θαλάττῃ καὶ μὴ τυχόντα νομίμου ταφῆς θρηνῶν λέγῃ μετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν "εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη3" τὸ πῦρ οὕτως, οὐ τὸν θεὸν προσηγόρευσε. πάλιν δʼ ὁ μὲν Εὐριπίδης εἰπὼν ἐν ὅρκῳ "μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον" αὐτοὺς τοὺς θεοὺς ὠνόμασε· τοῦ δὲ Σοφοκλέους λέγοντος "τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης συὸς προσώπῳ πάντα τυρβάζει κακὰ" τὸν πόλεμον ἔστιν ὑπακοῦσαι, καθάπερ αὖ τὸν χαλκὸν Ὁμήρου λέγοντος "τῶν νῦν αἷμα κελαινὸν ἐύρροον ἀμφὶ Σκάμανδρον ἐσκέδασʼ ὀξὺς Ἄρης" πολλῶν οὖν οὕτω λεγομένων εἰδέναι δεῖ καὶ μνημονεύειν ὅτι καὶ τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι ποτὲ μὲν τὸν θεὸν ποτὲ δὲ τὴν τύχην πολλάκις δὲ τὴν εἱμαρμένην προσαγορεύουσιν. ὅταν μὲν γὰρ λέγωσι "Ζεῦ πάτερ, Ἴδηθεν μεδέων" καὶ "ὦ Ζεῦ, τίς εἶναί φησι σοῦ σοφώτερος;" τὸν θεὸν αὐτὸν λέγουσιν· ὅταν δὲ ταῖς αἰτίαις πάντων τῶν γιγνομένων ἐπονομάζωσι τὸν Δία καὶ λέγωσι "πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν - Διὸς δʼ ἐτελείετο βουλή" , τὴν εἱμαρμένην. οὐ γὰρ τὸν θεὸν ὁ ποιητὴς οἴεται κακὰ μηχανᾶσθαι τοῖς ἀνθρώποις, ἀλλὰ τὴν τῶν πραγμάτων ἀνάγκην ὀρθῶς ὑποδείκνυσιν, ὅτι καὶ πόλεσι καὶ στρατοπέδοις καὶ ἡγεμόσιν, ἂν μὲν σωφρονῶσιν, εὖ πράττειν πέπρωται καὶ κρατεῖν τῶν πολεμίων, ἂν δʼ εἰς πάθη καὶ ἁμαρτίας ἐμπεσόντες ὥσπερ οὗτοι διαφέρωνται πρὸς ἀλλήλους καὶ στασιάζωσιν, ἀσχημονεῖν καὶ ταράττεσθαι καὶ κακῶς ἀπαλλάττειν.
此外,还有一种将诗歌中的疑难之处由坏的理解引向好的理解的途径,即基于习用语词的途径。年轻人应当就此多加训练,而非倾力于所谓罕见字词。因为了解后者纯属文献学者之事,得知“里格达诺斯”意为“惨死”固然并非无趣(因为马其顿人称死亡为“达诺斯”,爱奥里斯人称出于坚忍与耐受的胜利为“坎莫尼亚”,德律俄珀斯人称神灵为“波波伊”);但对于我们若要从诗歌中获益而不受害而言,下述事项乃是必不可少且有益的:即知晓诗人们如何使用诸神的名字,以及如何使用关于恶与善的名字,知晓他们言及“机运”与“命运”时意指为何,以及这些词在他们那里究竟是单义的,还是如许多其他词汇一样具有多种涵义。事实上,诗人们有时称房屋为“家宅”: “步入高顶的家宅,”有时则指财产: “我的家宅正被吃空”;又如“生”一词,有时指生命: “深发色的波塞冬因吝惜他的生命, 折断了他的枪尖,”有时则指资财: “他人正在吞食我的生计”;至于“狂乱”一词,有时用于苦恼与无措: “他这般说完,她便狂乱地离去,痛苦万分,”有时则用于洋洋得意与欢欣: “难道你因战胜了流浪者伊罗斯,便喜得发狂么?” 又如“急趋”一词,他们有时意指行动,如欧里庇得斯所言: “从大西洋的海水中迅捷急趋的巨兽,”有时意指坐下或安坐,如索福克勒斯所言: “你们饰着祈愿的枝条, 因何事而在此对我这般安坐?” 此外,正如文法学家所教导的那样,根据不同的功用理解词义,使语词的用法贴合于底层的实情,亦是一件妙事。例如: “称许小舟,将货物装入大船。” 因为“称许”本意为赞扬,但在此处“赞扬”一词却被用来表示“推辞”,正如在日常用语中,当我们不需要也不接受某物时,会说“很好”或道声“安好”。同样,有人说“受赞许的珀耳塞福涅”也是指“当被祈求免除灾祸者”。因此,我们在处理更重大、更严肃的主题时应当恪守语词的这种划分与辨析,首先从诸神开始教导年轻人:诗人们使用诸神之名时,有时是用思想直接指涉诸神本身,有时则是借用同名来指称诸神作为施予者和掌管者的某些力量。例如阿尔基洛科斯在祈祷中说: “听我祈求,赫淮斯托斯君王,成为我的盟友, 怜悯抱膝祈求的我,赐予你素来乐赐的恩惠,”他显然是在呼唤神明本身;但当他哀悼在海中丧生而未得依礼安葬的姐夫,说到若能如此他便能更平抑地承受灾难: “若赫淮斯托斯已在洁净的寿衣中, 料理了他的头颅与秀美的肢体,”他此时这般称呼的乃是火,而非神。又如欧里庇得斯在誓言中说: “凭着星辰间的宙斯与嗜血的阿瑞斯起誓,”指称的是神明本身;而当索福克勒斯说: “女人们啊,因为盲目而目无所见的阿瑞斯, 以野猪的面孔搅扰一切灾祸,”人们可将此理解为战争;正如荷马言及青铜武器时说: “锐利的阿瑞斯如今在清流的斯卡曼德罗斯河畔, 洒遍了他们的黑血。” 既然有如此多这般的说法,人们就应当知晓并牢记:诗人们也用“宙斯”与“泽恩”之名,有时称呼神明,有时指称机运,更多时候指称命运。因为当他们说: “父神宙斯,统御伊达山者,”以及: “啊,宙斯,谁说自己比你更智慧?” 他们指的是神明本身;但当他们将一切发生之事的因由归于宙斯并说: “将许多勇士的灵魂打发往哈得斯—— 而宙斯的意志得以实现,”他们指的乃是命运。因为诗人并不认为神明在为人类设计灾祸,而是正确地揭示了事物的必然性:即对于城邦、军队和领袖而言,若持守节制,便注定亨通并战胜敌人;但若如这等人一般陷入激情与过失,彼此争吵内讧,便注定要蒙羞、陷入混乱并落得悲惨的下场。
- 6ὁ διὰ τῶν ὀνομάτων τῆς συνηθείας
带定冠词 ὁ 的介词短语与前面的分词短语 μεθιστάς 一道,对主语 ἄλλος τρόπος 起到界定与同位说明的作用,具体指明“通过日常惯用法这一途径”。
- 22eἄλλο πρὸς ἄλλην δύναμιν λαμβάνοντες
ἄλλο 与 ἄλλην 构成的相互配对分配结构,意为“根据底层事物的不同功用或特质,分别采纳不同的词义”。
- 23bμετριώτερον ἂν τὴν συμφορὰν ἐνεγκεῖν / εἰ κείνου κεφαλὴν καὶ χαρίεντα μέλεα / Ἥφαιστος καθαροῖσιν ἐν εἵμασιν ἀμφεπονήθη
间接引语中的过去与事实相反虚拟条件句:归结节采用带 ἄν 的不定式(ἂν ... ἐνεγκεῖν,对应直接引语的 ἂν ἤνεγκε),条件从句使用 εἰ 搭配直陈式过去不定时(ἀμφεπονήθη)。
