← 普鲁塔克

青年如何读诗

§4#1

通过诗人的道德评价与叙事情节体察教训

本段论述了应当注意诗人在作品中如何通过自身的评价与结语来贬抑恶行、推崇美德,并指出即便没有直白的道德说教,情节发展本身的结局同样提供了道德教训。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4#1

ἐν δὲ τούτοις εὖ μάλα προσεκτέον εἴ τινας ὁ ποιητὴς αὐτὸς ἐμφάσεις δίδωσι κατὰ τῶν λεγομένων ὡς δυσχεραινομένων ὑπʼ αὐτοῦ.1 καθάπερ ὁ Μένανδρος ἐν τῷ προλόγῳ τῆς Θαΐδος πεποίηκεν "ἐμοὶ μὲν οὖν ἄειδε τοιαύτην, θεά, θρασεῖαν ὡραίαν δὲ καὶ πιθανὴν ἅμα, ἀδικοῦσαν ἀποκλείουσαν αἰτοῦσαν πυκνά, μηδενὸς ἐρῶσαν, προσποιουμένην δʼ ἀεί" ἄριστα δʼ Ὅμηρος τῷ γένει τούτῳ κέχρηται· καὶ γὰρ προδιαβάλλει τὰ φαῦλα καὶ προσυνίστησι τὰ χρηστὰ τῶν λεγομένων· προσυνίστησι μὲν οὕτως "αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον" καὶ "τόνδʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς" ἐν δὲ τῷ προδιαβάλλειν μονονοὺ μαρτύρεται καὶ διαγορεύει μήτε χρῆσθαι μήτε προσέχειν ὡς οὖσιν ἀτόποις καὶ φαύλοις. οἷον τὸν τʼ Ἀγαμέμνονα μέλλων διηγεῖσθαι τῷ ἱερεῖ χρώμενον ἀπηνῶς προείρηκεν "ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει," τουτέστιν ἀγρίως καὶ αὐθάδως καὶ παρὰ τὸ προσῆκον· τῷ τʼ Ἀχιλλεῖ τοὺς θρασεῖς λόγους περιτίθησιν "οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο" τὴν αὑτοῦ κρίσιν ὑπειπὼν "Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο" καλὸν γὰρ εἰκὸς οὐδὲν εἶναι μετʼ ὀργῆς καὶ αὐστηρῶς λεγόμενον. ὁμοίως καὶ ἐπὶ τῶν πράξεων "ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα, πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας" εὖ δὲ καὶ ταῖς ἐπιρρήσεσι χρῆται, καθάπερ τινὰ ψῆφον ἰδίαν ἐπιφέρων τοῖς πραττομένοις ἢ λεγομένοις, ἐπὶ μὲν τῆς μοιχείας τοῦ Ἄρεος τοὺς θεοὺς ποιῶν λέγοντας "οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν" , ἐπὶ δὲ τῆς τοῦ Ἕκτορος ὑπερφροσύνης καὶ μεγαλαυχίας "ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη" , ἐπὶ δὲ τῆς Πανδάρου τοξείας "ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν" αὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις καὶ δόξαι παντός εἰσι κατιδεῖν τοῦ προσέχοντος·2 ἑτέρας δʼ ἐκ τῶν πραγμάτων αὐτῶν παρέχουσι μαθήσεις, ὥσπερ ὁ Εὐριπίδης εἰπεῖν λέγεται πρὸς τοὺς τὸν Ἰξίονα λοιδοροῦντας ὡς ἀσεβῆ καὶ μιαρόν, οὐ μέντοι πρότερον αὐτὸν ἐκ τῆς σκηνῆς ἐξήγαγον ἢ τῷ τροχῷ προσηλῶσαι παρὰ δʼ Ὁμήρῳ σιωπώμενόν ἐστι τὸ τοιοῦτο γένος τῆς διδασκαλίας, ἔχον δʼ ἀναθεώρησιν ὠφέλιμον ἐπὶ τῶν διαβεβλημένων μάλιστα μύθων, οὓς ταῖς πάλαι μὲν ὑπονοίαις ἀλληγορίαις δὲ νῦν λεγομέναις παραβιαζόμενοι καὶ διαστρέφοντες ἔνιοι μοιχευομένην φασὶν Ἀφροδίτην ὑπʼ Ἄρεος μηνύειν Ἥλιον, ὅτι τῷ τῆς Ἀφροδίτης ἀστέρι συνελθὼν ὁ τοῦ Ἄρεος μοιχικὰς ἀποτελεῖ γενέσεις, Ἡλίου δʼ ἐπαναφερομένου καὶ καταλαμβάνοντος οὐ λανθάνουσιν. τὸν δὲ τῆς Ἥρας καλλωπισμὸν ἐπὶ τὸν Δία καὶ τὰς περὶ τὸν κεστὸν γοητείας ἀέρος τινὰ κάθαρσιν εἶναι βούλονται τῷ πυρώδει πλησιάζοντος, ὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος.3 ἐν μὲν γὰρ τοῖς περὶ τῆς Ἀφροδίτης διδάσκει τοὺς προσέχοντας, ὅτι μουσικὴ φαύλη καὶ ᾄσματα πονηρὰ καὶ λόγοι μοχθηρὰς ὑποθέσεις λαμβάνοντες ἀκόλαστα ποιοῦσιν ἤθη καὶ βίους ἀνάνδρους καὶ ἀνθρώπους τρυφὴν καὶ μαλακίαν καὶ γυναικοκρασίαν ἀγαπῶντας "εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐνάς" . διὸ καὶ τὸν Ὀδυσσέα τῷ κιθαρῳδῷ προστάττοντα πεποίηκεν "ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον," καλῶς ὑφηγούμενος τὸ παρὰ τῶν φρονίμων καὶ νοῦν ἐχόντων χρῆναι λαμβάνειν τοὺς μουσικοὺς καὶ ποιητικοὺς τὰς ὑποθέσεις. ἐν δὲ τοῖς περὶ τῆς Ἥρας ἄριστα τὴν ἀπὸ φαρμάκων καὶ γοητείας καὶ μετὰ δόλου πρὸς τοὺς ἄνδρας ὁμιλίαν καὶ χάριν ἔδειξεν οὐ μόνον ἐφήμερον καὶ ἁψίκορον καὶ ἀβέβαιον οὖσαν, ἀλλὰ καὶ μεταβάλλουσαν εἰς ἔχθραν καὶ ὀργήν, ὅταν τὰ τῆς ἡδονῆς ἀπομαρανθῇ. τοιαῦτα γὰρ ὁ Ζεὺς ἀπειλεῖ καὶ λέγει πρὸς αὐτὴν "ὄφρα ἴδῃς ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καὶ μʼ ἀπάτησας" ἡ γὰρ τῶν φαύλων διάθεσις ἔργων καὶ μίμησις ἂν προσαποδῷ τὴν συμβαίνουσαν αἰσχύνην καὶ βλάβην τοῖς ἐργασαμένοις, ὠφέλησεν οὐκ ἔβλαψε4 τὸν ἀκροώμενον. οἱ γοῦν φιλόσοφοι παραδείγμασι χρῶνται, νουθετοῦντες καὶ παιδεύοντες ἐξ ὑποκειμένων οἱ δὲ ποιηταὶ ταὐτὰ ποιοῦσι πλάττοντες αὐτοὶ πράγματα καὶ μυθολογοῦντες. ὁ μὲν οὖν Μελάνθιος εἴτε παίζων εἴτε σπουδάζων ἔλεγε διασῴζεσθαι τὴν Ἀθηναίων πόλιν ὑπὸ τῆς τῶν ῥητόρων διχοστασίας καὶ ταραχῆς οὐ γὰρ ἀποκλίνειν ἅπαντας εἰς τὸν αὐτὸν τοῖχον, ἀλλὰ γίγνεσθαί τινα τοῦ βλάπτοντος ἀνθολκὴν ἐν τῇ διαφορᾷ τῶν πολιτευομένων. αἱ δὲ τῶν ποιητῶν ὑπεναντιώσεις πρὸς αὑτοὺς ἀνταναφέρουσαι τὴν πίστιν οὐκ ἐῶσιν ἰσχυρὰν ῥοπὴν γενέσθαι πρὸς τὸ βλάπτον. ὅπου μὲν οὖν αὐτοῖς τὸ τιθέναι σύνεγγυς ἐκφανεῖς ποιεῖ τὰς ἀντιλογίας, δεῖ τῷ βελτίονι συνηγορεῖν ὥσπερ ἐν τούτοις "πόλλʼ, ὦ τέκνον, σφάλλουσιν ἀνθρώπους θεοί."

在这些事情上,必须十分注意诗人自身是否对所言之事给出了某些暗示,表明这些言论为他本人所厌恶。正如墨南德在《萨伊斯》的序幕中所作的那样: “女神啊,请为我歌唱这样的女子, 大胆、美丽,同时善于蛊惑人心, 不义、拒人于门外、频频索要财物, 不爱任何人,却始终假装在爱。” 荷马对这一手法的运用最为出色;因为他既对所言之事中下劣的部分预先贬损,又对优良的部分预先推荐。他预先推荐时是这样写的: “他随即说出温和而有益的言辞,”以及: “他站在一旁,以温和的言辞加以制止。” 而在预先贬损时,他几乎是在作证并宣告人们既不可效法也不可听从,因为这些言行荒谬而下劣。例如,当他准备叙述阿伽门农严酷对待祭司时,便预先说道: “但这并未取悦阿特柔斯之子阿伽门农的心, 反而粗暴地将他打发走,”即野蛮、傲慢且不合体统地对待。当他将狂妄的言辞加给阿喀琉斯时: “你这醉鬼,长着狗的眼睛,鹿的心肠,”他也预先附上自己的评判: “佩琉斯之子再次用恶毒的言辞 痛斥阿特柔斯之子,怒气仍未停息。” 因为伴随愤怒且严酷地说出的言辞,自然不可能有任何美好之处。同样,在谈到行为时: “他说完,便对高贵的赫克托耳施加可耻的虐待, 将他面朝下放倒在墨诺提俄斯之子的床榻旁。” 他也极好地运用了结语评论,仿佛对所行所言之事投下了自己的一票;在谈到阿瑞斯的奸通时,他让众神说道: “恶行绝无益处;缓慢者确实会追上敏捷者,”而在谈到赫克托耳的傲慢与狂妄自夸时: “他如此夸口说道,尊贵的赫拉大为恼怒,”在谈到潘达罗斯的放箭时: “雅典娜如此说道,便说服了那愚蠢之人的心。” 言辞中的这些宣告和见解,任何用心的人都能看出来;但诗人们还从事件本身提供另一种教训,正如人们传闻欧里庇得斯对那些辱骂伊克西翁为不敬且污秽之人所说的话那样: “然而,在我将他钉上车轮之前,我并没有让他离开舞台。” 在荷马那里,这种教导方式虽未明言,但在那些最受诋毁的神话中却包含着有益的深意。对于这些神话,有些人借由昔日被称为微言大义、如今被称为寓言解说的方法,强加曲解,声称阿瑞斯与阿芙罗狄忒私通而为赫利俄斯所告发,是因为阿瑞斯之星与阿芙罗狄忒之星相合会造成奸淫的星象,而当赫利俄斯升起并追及时,便无法隐匿。他们又硬要把赫拉向宙斯展示的修饰以及关于腰带的媚术,说成是空气在接近火元素时的某种净化,仿佛诗人自己并未提供解答一般。因为在关于阿芙罗狄忒的诗段中,荷马教导用心体会的人明白:下劣的音乐、恶劣的歌谣以及采用败坏题材的言辞,会造成放荡的性格、萎靡的生活,以及喜爱奢靡、软弱和受女人支配的人: “更换的衣裳、温热的浴汤与床榻。” 因此,他也描写奥德修斯向琴师下令道: “来吧,请换个曲调,歌唱木马的构造,”极为得体地指出音乐家和诗人们应当从明智有识之人那里获取题材。而在关于赫拉的诗段中,他最出色地表明:凭借药物、媚术且伴随着欺瞒而与丈夫亲近和讨好,不仅短暂、易生餍足且不可靠,而且当欢愉消退之后,更会转变为仇恨与愤怒。因为宙斯对她发出的威胁与斥责便是如此: “好让你看看,你离开诸神前来与我交合并欺骗我的 那种情爱与床榻,是否真能助你一臂之力。” 因为对下劣行为的展现与模仿,如果同时展现了加害者所遭受的耻辱与危害,便会使听众获益而非受害。哲学家们运用范例,依据现成的事实进行劝诫和教育;而诗人们则通过自己虚构事件和讲述神话来达到同样的目的。因此墨兰提俄斯无论是在戏谑还是在认真,都曾说雅典城因演说家们的分歧与骚乱而得以保全;因为大家并非都倒向同一侧船舷,反而在政客的分歧中产生了一种抗衡有害力量的牵引。诗人们彼此之间的对立同样抵消了信服力,不让有害的倾向形成压倒之势。因此,在诗人们自身的并置使相互矛盾昭然若揭之处,应当支持那更好的一方,正如在这些诗句中一样: “孩子啊,神明常以多种方式使凡人跌倒。”

语法注4 条
  1. 4ὡς δυσχεραινομένων ὑπʼ αὐτοῦ

    紧接介词短语 κατὰ τῶν λεγομένων(针对所言之事)的分词短语。语法上虽可作属格独立结构,但更自然的是将其视为与 τῶν λεγομένων 一致的属格分词,意为“所言之事被诗人自身所厌恶”。ὡς 表示主观意图或诗人的视角立场。

  2. 19eπαντός εἰσι κατιδεῖν τοῦ προσέχοντος

    由表属性/特征的谓语性属格与不定式 κατιδεῖν 构成的句式,意为“属于任何用心注意之人去察觉”(即“任何留心之人皆能识破”)。παντὸς τοῦ προσέχοντος 作系动词 εἰσί 的表语,不定式补充说明其具体动作。

  3. 19eὥσπερ οὐκ αὐτοῦ τὰς λύσεις τοῦ ποιητοῦ διδόντος

    由 ὥσπερ 引导的属格独立结构,意为“仿佛诗人自身并未给出解答一般”。ὥσπερ 与否定词 οὐκ 连用,批判性地指明寓意解释者们所持的假设与事实不符。

  4. 20bἂν προσαποδῷ ... ὠφέλησεν οὐκ ἔβλαψε

    由 ἄν + 虚拟式(προσαποδῷ)作条件从句、直陈式不定过去时(ὠφέλησεν οὐκ ἔβλαψε)作归结从句的格言性不定过去时(gnomic aorist)构文。它不表示过去发生的特定个案,而是陈述一般性、普遍性的真理:“若一并展现……则必定使听众获益而非受害”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:4#1