- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克阐述将诗歌视为与绘画相当的模仿艺术的教育方法,指导青年鉴赏其精湛逼真的模仿技巧,同时唾弃诗中所描写的恶劣品行。
ἔτι δὲ μᾶλλον ἐπιστήσομεν αὐτὸν ἅμα τῷ προσάγειν τοῖς ποιήμασιν ὑπογράφοντες τὴν ποιητικὴν ὅτι μιμητικὴ τέχνη καὶ δύναμίς ἐστιν1 ἀντίστροφος τῇ ζωγραφίᾳ. καὶ μὴ μόνον ἐκεῖνο τὸ θρυλούμενον ἀκηκοὼς ἔστω, ζωγραφίαν μὲν εἶναι φθεγγομένην τὴν ποίησιν, ποίησιν δὲ σιγῶσαν τὴν ζωγραφίαν, ἀλλὰ πρὸς τούτῳ διδάσκωμεν αὐτὸν ὅτι γεγραμμένην σαύραν ἢ πίθηκον ἢ Θερσίτου πρόσωπον ἰδόντες ἡδόμεθα καὶ θαυμάζομεν οὐχ ὡς καλὸν ἀλλʼ ὡς ὅμοιον. οὐσίᾳ μὲν γὰρ οὐ δύναται καλὸν γενέσθαι τὸ αἰσχρόν· ἡ δὲ μίμησις, ἄν τε περὶ φαῦλον ἄν τε περὶ χρηστὸν ἐφίκηται τῆς ὁμοιότητος, ἐπαινεῖται. καὶ τοὐναντίον ἂν αἰσχροῦ σώματος εἰκόνα καλὴν παράσχῃ, τὸ πρέπον καὶ τὸ εἰκὸς οὐκ ἀπέδωκεν. γράφουσι δὲ καὶ πράξεις ἀτόπους ἔνιοι, καθάπερ Τιμόμαχος τὴν Μηδείας τεκνοκτονίαν καὶ Θέων τὴν Ὀρέστου μητροκτονίαν καὶ Παρράσιος τὴν Ὀδυσσέως προσποίητον μανίαν καὶ Χαιρεφάνης ἀκολάστους ὁμιλίας γυναικῶν πρὸς ἄνδρας. ἐν οἷς μάλιστα δεῖ τὸν νέον ἐθίζεσθαι, διδασκόμενον ὅτι τὴν πρᾶξιν οὐκ ἐπαινοῦμεν ἧς γέγονεν ἡ μίμησις, ἀλλὰ τὴν τέχνην εἰ μεμίμηται προσηκόντως τὸ ὑποκείμενον. ἐπεὶ τοίνυν καὶ ποιητικὴ πολλάκις ἔργα φαῦλα καὶ πάθη μοχθηρὰ καὶ ἤθη μιμητικῶς ἀπαγγέλλει, δεῖ τὸ θαυμαζόμενον ἐν τούτοις καὶ κατορθούμενον μήτʼ ἀποδέχεσθαι τὸν νέον ὡς ἀληθὲς μήτε δοκιμάζειν ὡς καλόν, ἀλλʼ ἐπαινεῖν μόνον ὡς ἐναρμόττον τῷ ὑποκειμένῳ προσώπῳ καὶ οἰκεῖον. ὥσπερ γὰρ ὑὸς βοὴν καὶ ψόφον τροχιλίας καὶ πνευμάτων ῥοῖζον καὶ θαλάττης κτύπον ἀκούοντες ἐνοχλούμεθα καὶ δυσχεραίνομεν, ἂν δέ τις πιθανῶς ταῦτα μιμῆται, καθάπερ Παρμένων τὴν ὗν καὶ Θεόδωρος τὰς τροχιλίας, ἡδόμεθα· καὶ νοσώδη μὲν ἄνθρωπον καὶ ὕπουλον ὡς ἀτερπὲς θέαμα φεύγομεν, τὸν δʼ Ἀριστοφῶντος Φιλοκτήτην καὶ τὴν Σιλανίωνος Ἰοκάστην ὁμοίους φθίνουσι καὶ ἀποθνῄσκουσι πεποιημένους ὁρῶντες χαίρομεν οὕτως ὁ νέος ἀναγιγνώσκων ἃ Θερσίτης ὁ γελωτοποιὸς ἢ Σίσυφος ὁ φθορεὺς ἢ Βάτραχος ὁ πορνοβοσκὸς λέγων ἢ πράττων πεποίηται, διδασκέσθω τὴν μιμουμένην ταῦτα δύναμιν καὶ τέχνην ἐπαινεῖν, ἃς δὲ διαθέσεις καὶ πράξεις μιμεῖται καὶ προβάλλεσθαι καὶ κακίζειν. οὐ γάρ ἐστι ταὐτὸ τὸ καλόν τι καὶ καλῶς τι μιμεῖσθαι,2 καλῶς γάρ ἐστι τὸ πρεπόντως καὶ οἰκείως, οἰκεῖα δὲ καὶ πρέποντα τοῖς αἰσχροῖς τὰ αἰσχρά. καὶ γὰρ αἱ Δαμωνίδα τοῦ χωλοῦ κρηπῖδες, ἃς ἀπολέσας εὔχετο τοῖς τοῦ κλέψαντος ἐναρμόσαι ποσί, φαῦλαι μὲν ἦσαν ἐκείνῳ δʼ ἥρμοττον. καὶ τὸ "εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν" καὶ τὸ "τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο, τὰ δʼ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖς" καὶ "τάλαντον ἡ προίξ. μὴ λάβω; ζῆν δʼ ἔστι μοι τάλαντον ὑπεριδόντι; τεύξομαι δʼ ὕπνου προέμενος; οὐ δώσω δὲ κἀν ᾍδου δίκην ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν" μοχθηροὶ μέν εἰσι λόγοι καὶ ψευδεῖς, Ἐτεοκλεῖ δὲ καὶ Ἰξίονι καὶ τοκογλύφῳ πρεσβύτῃ πρέποντες. ἂν οὖν ὑπομιμνῄσκωμεν τοὺς παῖδας ὅτι ταῦτʼ οὐκ ἐπαινοῦντες οὐδὲ δοκιμάζοντες ἀλλʼ ὡς ἄτοπα καὶ φαῦλα φαύλοις καὶ ἀτόποις ἤθεσι καὶ προσώποις περιτιθέντες γράφουσιν, οὐκ ἂν ὑπὸ τῆς δόξης βλάπτοιντο τῶν ποιητῶν. ἀλλὰ τοὐναντίον ἡ πρὸς τὸ πρόσωπον ὑποψία διαβάλλει καὶ τὸ πρᾶγμα καὶ τὸν λόγον, ὡς φαῦλον ὑπὸ φαύλου καὶ λεγόμενον καὶ πραττόμενον. οἷόν ἐστι καὶ τὸ τῆς συγκοιμήσεως τοῦ Πάριδος ἐκ τῆς μάχης ἀποδράντος. οὐδένα γὰρ ἄλλον ἀνθρώπων ἡμέρας συγκοιμώμενον γυναικὶ ποιήσας ἢ τὸν ἀκόλαστον καὶ μοιχικὸν ἐν αἰσχύνῃ δῆλός ἐστι καὶ ψόγῳ τιθέμενος3 τὴν τοιαύτην ἀκρασίαν.
此外,当我们引导青年接触诗作时,若预先向他指明:诗歌是一种与绘画对应的模仿艺术与功能,我们便能更好地使他提起注意。让他不仅听闻过那句耳熟能详的名言——诗歌是发声的图画,绘画是无声的诗歌——而且在此之外,我们还要教导他:当我们看到画中的蜥蜴、猿猴或忒耳西忒斯的面孔时,我们感到愉悦与惊叹,并非因为它是美的,而是因为它逼真。因为丑陋的事物在本质上不可能变美;但模仿无论在劣等还是优等的事物上达成了逼真,都会受到称赞。相反,若它为丑陋的躯体提供了美丽的肖像,它便未能表现出相宜与合理。有些画家还描绘骇人听闻的行径,正如提摩马科斯描绘美狄亚杀子,塞翁描绘俄瑞斯忒斯弑母,帕拉西俄斯描绘奥德修斯的装疯,沙厄勒法涅斯描绘妇人与男子的放荡苟合。青年最应当在这些范例中受到训练,被教导我们所称赞的并非那受到模仿的行为本身,而是这门艺术——只要它恰如其分地模仿了底层的对象。既然诗歌同样常常以模仿的方式叙述下劣的行为、败坏的情感与性格,那么青年在这些作品中看到令人赞叹且大获成功之处时,既不可将其视为真实而接受,亦不可将其视为高尚而认可,而只应将其作为切合于既定人物且相宜的表现予以赞赏。因为正如我们听见猪叫、滑轮嘎吱作響、狂风呼啸以及大海轰鸣时会心烦厌恶,但若有人逼真地模仿这些声音——正如帕耳墨农模仿母猪、狄奥多罗斯模仿滑轮那样——我们便感到愉悦;又如我们避开患病生疮之人将其视为令人不快的景象,而在看到阿里斯托丰笔下的菲罗克忒忒斯和西拉尼翁塑造的伊俄卡斯忒被表现为衰竭垂死之人时却感到欣喜;同样,当青年读到弄臣忒耳西忒斯、诱拐者西绪福斯或鸨父巴特拉科斯被描写成言说或行事的各种内容时,应当受教去称赞那模仿这些的本领与技艺,却去唾弃并谴责其所模仿的那些性情与行为。因为模仿美好的事物与美好地模仿某物并非同一回事;因为美好地模仿即是相称且得体地模仿,而丑陋的事物对丑陋之人而言才正是得体且相称的。正如跛足的达摩尼得斯丢失鞋子时祈愿这双鞋能套在小偷脚上一样,那双鞋虽然蹩脚,却与他本人相合。而那些诗句: “如果确实必须作恶,为了僭主权位 作恶乃是最美之事,”以及: “去获取正义的名声, 但在有利可图之处,行不择手段者的作为,”以及: “一份嫁妆有一塔兰同。我岂能不取?若忽视这一塔兰同, 我还能活吗?若放弃它,我还能睡得着吗? 难道我在哈得斯中不也会因为对一塔兰同白银犯下大不敬 而遭受惩罚吗?” 确实都是下劣而虚妄的言论,但对于厄忒俄克勒斯、伊克西翁以及放高利贷的老人来说,却是十分相称的。因此,如果我们提醒少年们,诗人们写下这些并非出于称许或赞同,而是将其作为荒谬与下劣之事赋予了下劣而荒谬的性格与人物,他们便不会因诗人的名声而受到损害。相反,对人物的戒备反倒会贬抑其行为与言辞,令人明白那是下劣之人所言所行的下劣之事。从战场逃遁的帕里斯同床共寝的情形亦是如此。因为〔荷马〕除了那个放荡奸淫之人外,没有写过任何其他人在大白天与女人同床共寝,显而易见,他是将这种无节制置于羞耻与谴责之地。
- 3ὑπογράφοντες τὴν ποιητικὴν ὅτι μιμητικὴ τέχνη καὶ δύναμίς ἐστιν
先取构词(prolepsis)。从属从句(ὅτι从句)中的逻辑主语 τὴν ποιητικήν 被提前置于主句分词 ὑπογράφοντες 的直接宾语位置。
- 18dοὐ γάρ ἐστι ταὐτὸ τὸ καλόν τι καὶ καλῶς τι μιμεῖσθαι
形容词性(宾语)修饰与副词性修饰的对照。此处在 τὸ καλόν τι(“模仿美好的事物”,καλόν为实质宾语)与 καλῶς τι μιμεῖσθαι(“美好/恰当地模仿某物”,καλῶς为方式副词,τι为直接宾语)之间作出了核心的句法区分。
- 18eἐν αἰσχύνῃ δῆλός ἐστι καὶ ψόγῳ τιθέμενος
δῆλός ἐστι + 分词的人称构文(“显而易见他在……”)。作者未使用非人称形式(δῆλόν ἐστιν 搭配不定式或ὅτι从句),而是采用与主语(荷马)一致的形容词 δῆλος 搭配分词 τιθέμενος 来表达相同含义。
