- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:4#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
论述如何通过并置同一诗人自身更崇高的诗句或其他哲人贤士的名言,来反驳与调解诗中荒谬或败坏的言论,从而引导青年树立正确的判断力。
" τὸ ῥᾷστον εἶπας, αἰτιάσασθαι θεούς" καὶ πάλιν "χρυσοῦ σε πλήθει, τούσδε δʼ οὐ χαίρειν χρεών σκαιὸν τὸ πλουτεῖν κἄλλο μηδὲν εἰδέναι" καὶ "τί δῆτα θύειν δεῖ σε κατθανούμενον ἄμεινον· οὐδεὶς κάματος εὐσεβεῖν θεούς." τὰ γὰρ τοιαῦτα τὰς λύσεις ἔχει προδήλους, ἄν, ὥσπερ εἴρηται, πρὸς τὰ βελτίονα τῇ κρίσει τοὺς νέους κατευθύνωμεν. ὅσα δʼ εἴρηται μὲν ἀτόπως εὐθὺς δʼ οὐ λέλυται, ταῦτα δεῖ τοῖς ἀλλαχόθι πρὸς τοὐναντίον εἰρημένοις ὑπʼ αὐτῶν ἀνταναιρεῖν, μὴ ἀχθομένους τῷ ποιητῇ μηδὲ χαλεπαίνοντας ἀλλʼ ἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους.1 εὐθύς, εἰ βούλει, πρὸς τὰς Ὁμηρικὰς τῶν θεῶν ῥίψεις ὑπʼ ἀλλήλων καὶ τρώσεις ὑπʼ ἀνθρώπων καὶ διαφορὰς καὶ χαλεπότητας "οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι2" καὶ νοεῖς νὴ Δία καὶ λέγεις κρεῖττον ἀλλαχόθι καὶ βέλτιον τὰ τοιαῦτα "θεοὶ ῥεῖα ζώοντες" καὶ "τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα" καί "ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι; ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσίν." αὗται γάρ εἰσιν ὑγιαίνουσαι περὶ θεῶν δόξαι καὶ ἀληθεῖς, ἐκεῖνα δὲ πέπλασται πρὸς ἔκπληξιν ἀνθρώπων. πάλιν Εὐριπίδου λέγοντος "πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες" οὐ χεῖρόν ἐστιν ὑπενεγκεῖν τὸ "εἰ θεοί τι δρῶσι φαῦλον, οὔκ εἰσιν θεοί" , βέλτιον εἰρημένον ὑπʼ αὐτοῦ. καὶ τοῦ Πινδάρου σφόδρα πικρῶς καὶ παροξυντικῶς εἰρηκότος "χρὴ δὲ πᾶν ἔρδοντʼ ἀμαυρῶσαι τὸν ἐχθρόν" , ἀλλʼ αὐτός γε σὺ λέγεις ὅτι3 "τὸ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά" , καὶ τοῦ Σοφοκλέους "τὸ κέρδος ἡδύ, κἂν ἀπὸ ψευδῶν ἴῃ" , καὶ μὴν σοῦ γʼ ἀκηκόαμεν ὡς "οὐκ ἐξάγουσι καρπὸν οἱ ψευδεῖς λόγοι" πρὸς δʼ ἐκεῖνα τὰ περὶ τοῦ πλούτου "δεινὸς γὰρ ἕρπειν πλοῦτος ἔς τε τἄβατα καὶ πρὸς τὰ βατὰ κἄπωθεν ὤν· πένης δʼ ἀνὴρ οὐδʼ ἐντυχὼν δύναιτʼ ἂν ὧν ἐρᾷ τυχεῖν. καὶ γὰρ δυσειδὲς σῶμα καὶ δυσώνυμον γλώσσῃ σοφὸν τίθησιν εὔμορφόν τʼ ἰδεῖν" ἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους,4 ὧν καὶ ταῦτʼ ἐστὶ "γένοιτο κἂν ἄπλουτος ἐν τιμαῖς ἀνήρ" "οὐδὲν κακίων πτωχός, εἰ καλῶς φρονεῖ" καί "ἀλλὰ τῶν πολλῶν καλῶν τίς χάρις, εἰ κακόβουλος φροντὶς ἐκτρέφει τὸν εὐαίωνα πλοῦτον;" ὁ δὲ Μένανδρος ἐπῆρε μὲν ἀμέλει τὴν φιληδονίαν καὶ ὑπεχαύνωσε τοῖς ἐρωτικοῖς καὶ διαπύροις ἐκείνοις "ἅπανθʼ ὅσα ζῇ καὶ τὸν ἥλιον βλέπει τὸν κοινὸν ἡμῖν, δοῦλα ταῦτʼ ἔσθʼ ἡδονῆς" πάλιν δʼ ἐπέστρεψε καὶ περιέσπασε πρὸς τὸ καλὸν ἡμᾶς καὶ τὴν θρασύτητα τῆς ἀκολασίας ἐξέκοψεν εἰπὼν "ὄνειδος αἰσχρὸς βίος ὅμως κἂν ἡδὺς ᾖ" ταῦτα γὰρ ἐκείνοις μέν ἐστιν ὑπεναντία, βελτίω δὲ καὶ χρησιμώτερα. δυεῖν οὖν θάτερον ἡ τοιαύτη τῶν ἐναντίων ποιήσει παράθεσις καὶ κατανόησις, ἢ παράξει πρὸς τὸ βέλτιον ἢ καὶ τοῦ χείρονος ἀποστήσει τὴν πίστιν. ἂν δʼ αὐτοὶ μὴ διδῶσι τῶν ἀτόπως εἰρημένων λύσεις, οὐ χεῖρόν ἐστιν ἑτέρων ἐνδόξων ἀποφάσεις ἀντιτάττοντας ὥσπερ ἐπὶ ζυγοῦ ῥέπειν πρὸς τὸ βέλτιον. οἷον τοῦ Ἀλέξιδος κινοῦντος ἐνίους ὅταν λέγῃ "τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. τρεῖς δʼ εἰσὶν αἵ γε τὴν δύναμιν κεκτημέναι τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ," "τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν τὰ δʼ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν" , ὑπομνηστέον ὅτι Σωκράτης τοὐναντίον ἔλεγε, τοὺς μὲν φαύλους ζῆν τοῦ ἐσθίειν καὶ πίνειν ἕνεκα, τοὺς δʼ ἀγαθοὺς ἐσθίειν καὶ πίνειν ἕνεκα τοῦ ζῆν. πρὸς δὲ τὸν γράψαντα ποτὶ τὸν πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία, τρόπον τινὰ συνεξομοιοῦσθαι κελεύοντα τοῖς πονηροῖς, τὸ τοῦ Διογένους παραβαλεῖν ἔστιν· ἐρωτηθεὶς γὰρ ὅπως ἄν τις ἀμύναιτο τὸν ἐχθρόν, αὐτός ἔφη καλὸς κἀγαθὸς γενόμενος δεῖ δὲ τῷ Διογένει καὶ πρὸς τὸν Σοφοκλέα χρήσασθαι· πολλὰς γὰρ ἀνθρώπων μυριάδας ἐμπέπληκεν ἀθυμίας περὶ τῶν μυστηρίων ταῦτα γράψας "ὡς τρισόλβιοι κεῖνοι βροτῶν, οἳ ταῦτα δερχθέντες τέλη μόλωσʼ ἐς ᾍδου· ζῆν ἔστι, τοῖς δʼ ᾄδοντι πάντʼ ἐκεῖ κακά5" Διογένης δʼ ἀκούσας τι τοιοῦτο τί λέγεις; ἔφη. κρείττονα μοῖραν ἕξει Παταικίων ὁ κλέπτης ἀποθανὼν ἢ Ἐπαμεινώνδας ὅτι μεμύηται; Τιμοθέῳ μὲν γὰρ ᾄδοντι τὴν Ἄρτεμιν ἐν τῷ θεάτρῳ μαινάδα θυιάδα φοιβάδα λυσσάδα Κινησίας εὐθὺς ἀντεφώνησε τοιαύτη σοι θυγάτηρ γένοιτο. χαρίεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα "πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν οὔθʼ ἔρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται" πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;
“你说出了最轻而易举的事:去归咎于诸神,”又如: “你理当为黄金丰盈而欣喜,但这些人不当欣喜; 只知富有而别无所知,乃是粗鄙之事,”又如: “你既将死,何必献祭? 献祭更好;敬奉诸神绝非劳苦之事。” 因为诸如此类的诗句,正如前文所说,只要我们以判断力引导青年投向较好的一面,其解答便昭然若揭。而凡是言辞荒谬且未立刻得到化解之处,则必须借由诗人们自己在别处所说的相反之论来加以抵消,既不对诗人感到不悦也不动怒,而是以戏剧性格之表现并带着戏谑之心来领会。例如,若你愿意,面对荷马诗中诸神彼此抛摔、被凡人所伤以及相互争吵龃龉的情节,人们即可反驳道: “你明知还能构想出比这更好的传说,”并且,凭宙斯起誓,你确实在别处构想并说出了关于这些事更崇高、更美好的论述: “安然度日的诸神,”以及: “福乐的诸神终日在此欢欣愉悦,”以及: “因为诸神正是如此为悲惨的凡人纺织命运, 让他们在悲戚中度日,诸神自身却无忧无虑。” 因为这些才是关于诸神健康且真实的见解,而前者则是为了震撼凡人而虚构出来的。再如欧里庇得斯说道: “诸神以诸多形式的诡计 使我们跌倒,因他们生来便强于我们,”此时引出他自己说得更好的那一句话便很妥当: “倘若诸神行下劣之事,他们便不是神。” 当品达极其刻毒而挑衅地说道: “为压制仇敌,必须无所不用其极,”人们亦可反驳道:“然而你自己分明说过: ‘背离正义的 甜蜜,终将迎来最苦涩的结局。’” 当索福克勒斯说道: “利益是甜美的,即便来自谎言,”人们亦可反驳:“可我们分明听你说过: ‘虚妄的言辞结不出果实。’” 至于针对关于财富的那些诗句: “因为财富善于潜行,无论人迹罕至之所, 还是通路之处,即便身在远方;而贫穷之人, 纵使机缘相遇,亦无法得到心爱之物。 因为丑陋残疾、声名狼藉之躯, 财富亦能以如簧之舌令其显得智慧且貌美动人,”人们大可援引索福克勒斯自己的许多言论来相对置,其中便有: “无财之人亦可身居显位,” “乞丐只要心存良善,便丝毫不显低贱,”以及: “然而诸多美好的事物中, 若有不良用心 滋养着长存的财富,又何足道哉?” 墨南德固然曾以那些充满情欲与狂热的诗句煽动纵欲之情,让人心神涣散: “一切有生之物,凡瞻仰那与我们所 共有之太阳者,皆为快乐的奴隶;”但他随即又将我们引回并拉向美善,以这句诗斩断了放荡的肆无忌惮: “可耻的生活乃是耻辱,即便它是甜蜜的。” 因为这些言辞虽与前者相反,却更为优良且更有教益。因此,对相反言论的这种并置与领会必将带来两种结果之一:要么引向较好的一面,要么使人不再轻信较坏的一面。倘若诗人们自己并未对荒谬之论提供解答,那么搬出其他名人的定论相对照,如在天平上一般使砝码偏向较善的一方,也未尝不可。例如,当亚历克西斯以如下言论蛊惑某些人时: “明智之人必须积聚欢愉。 真正对生命有所裨益的 力量,其唯三者:” “吃、喝、行阿芙罗狄忒之欢; 其余一切皆当称作附带之物,”人们便应当提醒道,苏格拉底曾提出完全相反的见解:下劣之人活着是为了吃喝,而善良之人吃喝是为了活着。对于写下“对付恶人,恶性亦非无用之武器”,在某种程度上命令我们同化于恶人的那位诗人,人们可以拿出第欧根尼的名言相对比;因为当有人问他怎样才能报复敌人时,他回答道: “通过使你自己 成为一个高尚而善良的人。” 人们在面对索福克勒斯时也当运用第欧根尼的见识;因为索福克勒斯写下关于秘仪的这些诗句,令成千上万的人陷入沮丧: “凡目睹此等秘仪 而后下至冥府的凡人, 何其三倍有福!唯有他们在彼处 得以活着,而对其余所有人,彼处皆是灾难。” 第欧根尼听闻此类言论后说道: “你在说什么? 盗贼帕泰基翁难道仅因受过秘仪灌顶,死后便能比伊巴密浓达享用更好的命运吗?” 提摩太在剧场中歌唱阿耳忒弥斯为“狂乱的、发疯的、入迷的、疯癫的”时,基内西亚斯随即应声讥讽道: “愿你生下这样一个女儿!” 而比昂针对泰奥格尼斯所说之话的驳斥也极具机趣。 泰奥格尼斯曾道: “凡被贫困所压服之人,既不能说 亦不能做任何事,其舌头已被束缚,”比昂反诘道:“那你既然是个穷人,又怎会胡扯这么多话,并对我们滔滔不绝呢?”
- 20eἐν ἤθει καὶ μετὰ παιδιᾶς δεχομένους
分词 δεχομένους 为宾格,与 δεῖ 所统辖的不定词 ἀνταναιρεῖν 的逻辑主语(泛指读者或教育者)一致。介词短语 ἐν ἤθει 在此并非指“出于道德态度”,而是在戏剧与修辞意义上指“作为剧中人物性格的体现(按人设)”,与随后的 μετὰ παιδιᾶς(带着游戏或不当真的态度)相对照,表明应当将荒谬言论视作戏剧角色的台词而非诗人自身的定见。
- 20eοἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι
此处直接引用荷马史诗中的著名套语(见《伊利亚特》第7卷358行帕里斯对安忒诺耳之语、第12卷232行赫克托耳对波吕达玛斯之语)。它被当作直接向诗人荷马喊话的插话引出,用以回应前述神祇纷争的段落,并紧密衔接下文的 καὶ νοεῖς νὴ Δία...(“凭宙斯起誓,你确实在别处构想并说得更好”)。
- 21aἀλλʼ αὐτός γε σὺ λέγεις ὅτι
采用直接向诗人(品达)呼告的拟对对话形式。在 ὅτι 引导的引文中,主语是多利亚方言阴性单数主格 πικροτάτα... τελευτά(雅典方言 πικροτάτη τελευτή,“最苦涩的结局”),中性实体化词组 τὸ πὰρ δίκαν γλυκύ(“背离正义的甘甜”)则作及物动词 μένει(“等待着”)的宾格直接宾语。
- 21bἀντιπαραθήσει πολλὰ τῶν Σοφοκλέους
第三人称单数将来时动词 ἀντιπαραθήσει 没有明确的主语,语境中指读者、教师或泛指的“人”(“人们将对照举出”)。在此,叙述由前几句中的直接对话或呼告转回为一般性的教学方法说明。
- 21eτοῖς δʼ ᾄδοντι πάντʼ ἐκεῖ κακά
在索福克勒斯的残篇引文末尾,τοῖς δʼ ᾄδοντι(语法上指哀叹者或未入秘仪之人)作表关涉或受害的与格,后接省略系词的谓语结构 πάντʼ ἐκεῖ κακά(“在彼处[冥府]一切皆为凶厄”)。
