← 普鲁塔克

青年如何读诗

§2#2

诗人的刻意虚构与关于神明死亡的成见

作者区分了诗人们刻意捏造的神话虚构与出于自身无知和成见所传播的言论,指出应对关于神明与死亡的诗句保持警惕,并以哲学家们自认缺乏此类确知作为年轻人的指引。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2#2

Τοιαῦτα γάρ ἐστιν ἃ πλάττουσιν ἑκόντες οἱ ποιηταί· πλείονα δʼ ἃ μὴ πλάττοντες ἀλλʼ οἰόμενοι καὶ δοξάζοντες αὐτοὶ προσαναχρώννυνται τὸ ψεῦδος ἡμῖν οἷον ἐπὶ τοῦ Διὸς εἰρηκότος Ὁμήρου "ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, τὴν μὲν Ἀχιλλῆος τὴν δʼ Ἕκτορος ἱπποδάμοιο, ἕλκε δὲ μέσσα λαβών ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ, ᾤχετο δʼ εἰς Ἀίδαο, λίπεν δʼ ἑ Φοῖβος Ἀπόλλων" τραγῳδίαν ὁ Αἰσχύλος ὅλην τῷ μύθῳ περιέθηκεν, ἐπιγράψας Ψυχοστασίαν καὶ παραστήσας ταῖς πλάστιγξι τοῦ Διὸς ἔνθεν μὲν τὴν Θέτιν ἔνθεν δὲ τὴν Ἠῶ, δεομένας ὑπὲρ τῶν υἱέων μαχομένων. τοῦτο δὲ παντὶ δῆλον, ὅτι μυθοποίημα καὶ πλάσμα πρὸς ἡδονὴν ἢ ἔκπληξιν ἀκροατοῦ γέγονε. τὸ δὲ "Ζεύς, ὃς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται" καὶ τὸ "θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ," ταῦτα δʼ ἤδη κατὰ δόξαν εἴρηται καὶ πίστιν αὐτῶν, ἣν ἔχουσιν ἀπάτην περὶ θεῶν καὶ ἄγνοιαν εἰς ἡμᾶς ἐκφερόντων καὶ μεταδιδόντων.1 πάλιν αἱ περὶ τὰς νεκυίας τερατουργίαι καὶ διαθέσεις ὀνόμασι φοβεροῖς ἐνδημιουργοῦσαι φάσματα καὶ εἴδωλα ποταμῶν φλεγομένων καὶ τόπων ἀγρίων καὶ κολασμάτων σκυθρωπῶν οὐ πάνυ πολλοὺς διαλανθάνουσιν ὅτι τὸ μυθῶδες αὐτοῖς πολὺ καὶ τὸ ψεῦδος ὥσπερ τροφαῖς τὸ φαρμακῶδες ἐγκέκραται. καὶ οὔθʼ Ὅμηρος οὔτε Πίνδαρος οὔτε Σοφοκλῆς πεπεισμένοι ταῦτʼ ἔχειν οὕτως ἔγραψαν "ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοὶ" καὶ "πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην" καί "στενωπὸς ᾍδου καὶ παλιρροία βυθοῦ" ὅσοι μέντοι τὸν θάνατον ὡς οἰκτρὸν ἢ τὴν ἀταφίαν ὡς δεινὸν ὀλοφυρόμενοι καὶ δεδιότες φωνὰς ἐξενηνόχασι2 καὶ "μή μʼ ἄκλαυστον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν" "ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει, ὃν πότμον γοόωσα, λιποῦσʼ ἁδρότητα καὶ ἥβην" καί "μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς λεύσσειν· τὰ δʼ ὑπὸ γῆν μὴ μʼ ἰδεῖν ἀναγκάσῃς," αὗται πεπονθότων εἰσὶ καὶ προεαλωκότων ὑπὸ δόξης καὶ ἀπάτης. διὸ μᾶλλον ἅπτονται καὶ διαταράττουσιν ἡμᾶς, ἀναπιμπλαμένους τοῦ πάθους καὶ τῆς ἀσθενείας ἀφʼ ἧς λέγονται. πρὸς ταῦτα δὴ πάλιν παρασκευάζωμεν εὐθὺς ἐξ ἀρχῆς ἔχειν ἔναυλον3 ὅτι ποιητικῇ μὲν οὐ πάνυ μέλον ἐστὶ τῆς ἀληθείας, ἡ δὲ περὶ ταῦτʼ ἀλήθεια καὶ τοῖς μηδὲν ἄλλο πεποιημένοις ἔργον ἢ γνῶσιν καὶ μάθησιν τοῦ ὄντος εὖ μάλα δυσθήρατός ἐστι καὶ δύσληπτος, ὡς ὁμολογοῦσιν αὐτοί. καὶ τὰ Ἐμπεδοκλέους ἔστω πρόχειρα ταυτί "οὕτως οὔτʼ ἐπιδερκτὰ τάδʼ ἀνδράσιν οὔτʼ ἐπακουστά οὔτε νόῳ περιληπτά" καὶ τὰ Ξενοφάνους "καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετʼ οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων" καὶ νὴ Δία τὰ Σωκράτους ἐξομνυμένου παρὰ Πλάτωνι τὴν περὶ τούτων γνῶσιν. ἧττον γὰρ ὡς εἰδόσι τι περὶ τούτων προσέξουσι τοῖς ποιηταῖς ἐν οἷς τοὺς φιλοσόφους ἰλιγγιῶντας ὁρῶσιν.

事实上,诗人们自愿虚构的正是这类事物;然而,并非他们虚构、而是由于他们自己如此确信并认为从而将虚妄传染给我们的事物则更多。例如,当荷马谈到宙斯说: “他在其中放入了痛苦死亡的两个命运, 一个是阿喀琉斯的,另一个是驯马手赫克托耳的; 他执其居中提起,赫克托耳的命运之日便沉落下去, 一直落入哈得斯,而福玻斯·阿波罗也离弃了他,”埃斯库罗斯便围绕这个神话构作了一整部悲剧,题为《量魂》,并让忒提斯站在宙斯天平的一侧,黎明女神厄俄斯站在另一侧,为交战中的儿子们恳求。任何人都清楚,这是为了听者的愉悦或震惊而产生的情节编造与虚构。然而: “宙斯,被立为人类战争的总管,”以及: “神在凡人中生出罪责, 每当他意欲将一户人家彻底毁灭之时,”诸如此类的诗句,却已是按照他们自己的成见与信念说出的,诗人们将自己对于神明所抱有的欺罔与无知向我们表露并传播。再者,关于亡魂游历冥界的怪诞神异与描绘——以可怕的词句制造出烈火燃烧之河、荒蛮之地与阴森酷刑的幻象与魅影——绝大多数人都不难看出,其中掺杂了大量的神话成分与谎言,正如食物中掺杂了药剂一般。无论是荷马、品达罗斯还是索福克勒斯,都不是确信这些事情确凿如此才写下: “自彼处,幽暗之夜的缓慢河流 喷吐出无边无际的黑暗,”以及: “他们经过了大洋的溪流与琉卡斯岩石,”以及: “哈得斯的狭窄通路与深渊的逆流。” 然而,凡是悲叹死亡之可怜或死无葬身之地之可怕,因哀恸与畏惧而吐露出话语的人,例如: “离去时切莫将我无泪无葬地抛在身后,”以及: “灵魂自肢体飞离,已然奔向哈得斯, 悲泣着自身的命运,抛下了健硕与青春,”以及: “切莫在非时之年将我毁灭;因为得见光芒 乃是甜美的;切莫强迫我去看那地下的物象,”这些言论皆出自那些深受成见与欺罔所害、早已被其俘获之人。正因如此,它们更能触动并扰乱我们,使我们也被说出这些言论的那种情感与脆弱所浸染。因此,针对这些,让我们再次从一开始就使〔年轻人〕做好准备,使其耳边时刻回响着:诗歌根本不在意真理;而关于这些事物的真理,即使对于那些除了认识与学习真实存在之外别无他业的人来说,也是极难追索和极难把握的,正如他们自己所承认的那样。且让恩培多克勒的这些诗句随时备用: “如此,凡人既不可目睹,亦不可耳闻, 更不可用心思领会这诸般事物;”以及色诺芬尼的言论: “关于众神以及我所谈论的一切,从没有一个人 曾经知晓、也绝不会有人知晓那确凿无疑之事;”对天发誓,还有在柏拉图著作中发誓否认自己对这些事物具有知识的苏格拉底的言行。因为,在看到哲学家们尚且感到眩晕目眩的问题上,他们便不会那么把诗人们当作知晓内情的人而加以重视了。

语法注3 条
  1. 17bἣν ἔχουσιν ἀπάτην περὶ θεῶν καὶ ἄγνοιαν εἰς ἡμᾶς ἐκφερόντων καὶ μεταδιδόντων

    先行词 ἀπάτην καὶ ἄγνοιαν 被吸收入关系从句 ἣν ἔχουσιν 之中。随后的属格分词 ἐκφερόντων καὶ μεταδιδόντων 与前文中的属格代词 αὐτῶν(指诗人们)在句意上相一致,表示诗人们将自己对于神明的受骗与无知表露并传播给我们。

  2. 17cὅσοι μέντοι τὸν θάνατον ὡς οἰκτρὸν ἢ τὴν ἀταφίαν ὡς δεινὸν ὀλοφυρόμενοι καὶ δεδιότες φωνὰς ἐξενηνόχασι

    此处出现破格句(anacoluthon):全句以关系从句 ὅσοι ... ἐξενηνόχασι(“凡是发出了言论的人……”)开头,在插入多句诗歌引文之后,主句承接为 αὗται πεπονθότων εἰσὶ(“这些言论出自受难者之口”),句子的主语从最初预计的“那些人”转换为引文中的“言辞本身”(αἱ φωναί)。

  3. 17dπαρασκευάζωμεν εὐθὺς ἐξ ἀρχῆς ἔχειν ἔναυλον

    劝勉语气第一人称复数虚拟式 παρασκευάζωμεν(“让我们使之准备好”)统辖不定词短语 ἔχειν ἔναυλον(“在耳边回响/时刻牢记”)。形容词 ἔναυλος 原指笛声在耳中回荡不绝,在此作宾语补足语,其具体内容由 ὅτι 引导的从句给出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:2#2