← 普鲁塔克

青年如何读诗

§2#1

诗歌的虚构本质与对诗人谎言的警惕

普鲁塔克提出阅读诗歌的首要原则:必须让年轻人随时牢记“诗人多妄言”(或出于故意,或身不由己),通过识破神话虚构的蛊惑魔力,避免盲信诗歌中关于神明德行的荒谬言论,免受过度悲剧激情的诱导。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2#1

πρῶτον μὲν οὖν εἰσάγειν εἰς τὰ ποιήματα δεῖ τὸν νέον μηδὲν οὕτω μεμελετημένον ἔχοντα καὶ πρόχειρον ὡς τὸ πολλὰ ψεύδονται ἀοιδοὶ τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες.1 ἑκόντες μέν, ὅτι πρὸς ἡδονὴν ἀκοῆς καὶ χάριν, ἣν οἱ πλεῖστοι διώκουσιν, αὐστηροτέραν ἡγοῦνται τὴν ἀλήθειαν τοῦ ψεύδους. ἡ μὲν γὰρ ἔργῳ γιγνομένη, κἂν ἀτερπὲς ἔχῃ τὸ τέλος, οὐκ ἐξίσταται· τὸ δὲ πλαττόμενον λόγῳ ῥᾷστα περιχωρεῖ καὶ τρέπεται πρὸς τὸ ἥδιον ἐκ τοῦ λυποῦντος. οὔτε γὰρ μέτρον οὔτε τρόπος οὔτε λέξεως ὄγκος οὔτʼ εὐκαιρία μεταφορᾶς οὔθʼ ἁρμονία καὶ σύνθεσις ἔχει τοσοῦτον αἱμυλίας καὶ χάριτος ὅσον εὖ πεπλεγμένη διάθεσις μυθολογίας· ἀλλʼ ὥσπερ ἐν γραφαῖς κινητικώτερόν ἐστι χρῶμα γραμμῆς διὰ τὸ ἀνδρείκελον καὶ ἀπατηλόν, οὕτως ἐν ποιήμασι μεμιγμένον πιθανότητι ψεῦδος ἐκπλήττει καὶ ἀγαπᾶται μᾶλλον τῆς ἀμύθου καὶ ἀπλάστου περὶ μέτρον καὶ λέξιν κατασκευῆς. ὅθεν ὁ Σωκράτης ἔκ τινων ἐνυπνίων ποιητικῆς ἁψάμενος αὐτὸς μέν, ἅτε δὴ γεγονὼς ἀληθείας ἀγωνιστὴς τὸν ἅπαντα βίον, οὐ πιθανὸς ἦν οὐδʼ εὐφυὴς ψευδῶν δημιουργός, τοὺς δʼ Αἰσώπου μύθους ἔπεσιν ἐνέτεινεν, ὡς ποίησιν οὐκ οὖσαν ψεῦδος μὴ πρόσεστι.·2 θυσίας μὲν γὰρ ἀχόρους καὶ ἀναύλους ἴσμεν, οὐκ ἴσμεν δʼ ἄμυθον οὐδʼ ἀψευδῆ ποίησιν. τὰ δʼ Ἐμπεδοκλέους ἔπη καὶ Παρμενίδου καὶ θηριακὰ Νικάνδρου καὶ γνωμολογίαι Θεόγνιδος λόγοι εἰσὶ κιχράμενοι παρὰ ποιητικῆς ὥσπερ ὄχημα τὸ μέτρον καὶ τὸν ὄγκον, ἵνα τὸ πεζὸν διαφύγωσιν. ὅταν οὖν ἄτοπόν τι καὶ δυσχερὲς ἐν τοῖς ποιήμασι λέγηται περὶ θεῶν ἢ δαιμόνων ἢ ἀρετῆς ὑπʼ ἀνδρὸς ἐλλογίμου καὶ δόξαν ἔχοντος, ὁ μὲν ὡς ἀληθῆ προσδεξάμενος λόγον οἴχεται φερόμενος καὶ διέφθαρται τὴν δόξαν,3 ὁ δὲ μεμνημένος ἀεὶ καὶ κατέχων ἐναργῶς τῆς ποιητικῆς τὴν περὶ τὸ ψεῦδος γοητείαν καὶ δυνάμενος λέγειν ἑκάστοτε πρὸς αὐτὴν "ὦ μηχάνημα λυγκὸς αἰολώτερον" τί παίζουσα τὰς ὀφρῦς συνάγεις, τί δʼ ἐξαπατῶσα προσποιῇ διδάσκειν; οὐδὲν πείσεται δεινὸν οὐδὲ πιστεύσει φαῦλον, ἀλλʼ ἐπιλήψεται μὲν τοῦ φοβουμένου τὸν Ποσειδῶνα4 καὶ ταρβοῦντος μὴ τὴν γῆν ἀναρρήξῃ καὶ ἀπογυμνώσῃ τὸν ᾍδην, ἐπιλήψεται δὲ τοῦ Ἀπόλλωνι χαλεπαίνοντος ὑπὲρ τοῦ πρώτου τῶν Ἀχαιῶν, "ὃν αὐτὸς ὑμνῶν αὐτὸς ἐν δαίτῃ παρὼν αὐτὸς τάδʼ εἰπὼν αὐτός ἐστιν ὁ κτανών" παύσεται δὲ τὸν φθιτὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα τὸν καθʼ ᾍδου δακρύων, ἀδυνάτους καὶ ἀσθενεῖς χεῖρας ἐπιθυμίᾳ τοῦ ζῆν ὀρέγοντας. ἂν δέ που συνταράττηται τοῖς πάθεσι καὶ κρατῆται φαρμασσόμενος, οὐκ ὀκνήσει πρὸς ἑαυτὸν εἰπεῖν "ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ" καὶ γὰρ τοῦτο χαριέντως Ὅμηρος εἰς τὴν νέκυιαν εἶπεν, ὡς γυναικὸς ἀκρόασιν οὖσαν διὰ τὸ μυθῶδες.

因此,首先,在引导年轻人接触诗作时,必须让他牢牢熟记并随时备好这样一句话,即: “诗人们讲述许多谎言”,有些是出于自愿,有些则是身不由己。出于自愿,是因为他们认为比起谎言来,真理对于听觉的快乐和悦耳(而这正是大多数人所追求的)而言过于严酷。因为实际发生的事物,即使结局令人不快,也无法改变;而用言辞虚构的事物,则极易周转腾挪,从令人痛苦转向更为令人愉悦。因为无论是格律、修辞、文句的庄严、隐喻的妥帖,还是调和与结构,都不如编织巧妙的神话情节那样具有诱惑力与魅力。相反,正如在绘画中,色彩由于其逼真肖似和欺骗性而比线条更能动人心魄,同样,在诗作中,混杂着逼真性的谎言比起缺乏神话与虚构的、仅讲求格律与文句的营构,更能震撼人心并受到喜爱。因此,苏格拉底因某些梦兆而涉足诗歌时,由于他一生都是真理的斗士,自己并不擅长也不具有捏造谎言的巧思,便将伊索的寓言改写为韵文,认为缺乏谎言便不成其为诗歌。因为我们固然知晓没有舞蹈与笛声的祭祀,却未曾见过缺乏神话与谎言的诗作。恩培多克勒和巴门尼德的诗句、尼坎德的《毒物志》以及泰奥格尼斯的箴言,不过是向诗歌借用格律与庄严作为载体以摆脱平淡散文形式的言论罢了。因此,当诗作中由某个有名望和声誉的人论及关于神明、精灵或德行的某种荒谬难堪之语时,那个将其当作真实言论接纳的人便会彻底随波逐流,并在判断上败坏无遗;而那个始终牢记并清晰把握诗歌关于谎言的蛊惑、并能随时对它说: “啊,比猞猁更为斑驳诡诈的机关, 你为何一边嬉戏一边紧蹙双眉?为何一边欺骗一边假装施教?” 的人,则绝不会遭受可怕之事,亦不会相信卑劣之谈。相反,他会遏制那畏惧波塞冬、害怕他震裂大地露出冥府的人;他也会遏制那为了阿开奥斯人中的第一人—— “正是〔阿波罗〕亲自歌颂此人,正是他亲自出席宴席, 正是他亲口说了这些话——也正是他将此人杀害!”——而对阿波罗心怀愤怒的人。 并且,他将不再为在冥府中的亡灵阿喀琉斯和阿伽门农痛哭,不再为他们因渴望活着而伸出虚弱无力的双手感到悲伤。如果他在某处被激情所扰乱、受药物迷惑而被征服,他将毫不犹豫地对自己说: “但请尽快向着光明进发;要牢记 这一切,以便日后向你的妻子述说。” 因为荷马针对冥界游历巧妙地说了这话,认为由于其神话性质,它是适合妇人聆听的谈资。

语法注4 条
  1. 2τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες

    中性宾格 τὰ μέν ... τὰ δέ 作状语(或表示范围的内部宾格),修饰动词 ψεύδονται;阳性主格形容词 ἑκόντες ... ἄκοντες 则与主语 ἀοιδοί 的性、数、格保持一致,说明其主观状态与意图。

  2. 16cὡς ποίησιν οὐκ οὖσαν ψεῦδος μὴ πρόσεστι

    此处 ὡς 接宾格分词短语 ποίησιν οὐκ οὖσαν 表达苏格拉底主观持有的观点(“认为……不是诗歌”);后面的 ψεῦδος μὴ πρόσεστι 带有条件意味或省略了关系代词(“若不带有谎言”)。

  3. 16dοἴχεται φερόμενος καὶ διέφθαρται τὴν δόξαν

    动词 οἴχεται 与现在分词 φερόμενος 连用为习惯表达,意为“被彻底冲走/随波逐流”。随后的宾格 τὴν δόξαν 为限制宾格(或关系宾格),表示“在看法/判断方面被败坏”。

  4. 16eἐπιλήψεται μὲν τοῦ φοβουμένου τὸν Ποσειδῶνα

    中动动词 ἐπιλαμβάνομαι 支配属格补足语(τοῦ φοβουμένου...),在此意为“指责”、“遏制”。而宾格 τὸν Ποσειδῶνα 则是分词 φοβουμένου 自身的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:2#1