← 普鲁塔克

青年如何读诗

§1

阅读诗歌时进行哲学引导的必要性

作者致信马尔库斯·塞达图斯,指出年轻人不应回避诗歌,而应通过哲学引导在享受其乐趣的同时剔除危害、汲取有益的教训。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

εἰ μέν, ὡς Φιλόξενος ὁ ποιητὴς ἔλεγεν, ὦ Μάρκε Σήδατε, τῶν κρεῶν τὰ μὴ κρέα ἥδιστά ἐστι καὶ τῶν ἰχθύων οἱ μὴ ἰχθύες, ἐκείνοις ἀποφαίνεσθαι παρῶμεν οἷς ὁ Κάτων ἔφη τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ὑπάρχειν.1 ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδʼ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν. οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις ἀλλὰ καὶ τὸν Ἄβαριν τὸν Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι καὶ τὰ περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθʼ ἡδονῆς ἐνθουσιῶσι. διὸ δεῖ μὴ μόνον ἐν ταῖς περὶ ἐδωδὴν καὶ πόσιν ἡδοναῖς διαφυλάττειν εὐσχήμονας αὐτούς, ἔτι δὲ μᾶλλον ἐν ταῖς ἀκροάσεσιν καὶ ἀναγνώσεσιν ἐθίζειν, ὥσπερ ὄψῳ χρωμένους μετρίως τῷ τέρποντι, τὸ χρήσιμον ἀπʼ αὐτοῦ καὶ τὸ σωτήριον διώκειν. οὔτε γὰρ πόλιν αἱ κεκλειμέναι πύλαι τηροῦσιν ἀνάλωτον, ἂν διὰ μιᾶς παραδέξηται τοὺς πολεμίους, οὔτε νέον αἱ περὶ τὰς ἄλλας ἡδονὰς ἐγκράτειαι σῴζουσιν, ἄν γε διʼ ἀκοῆς λάθῃ προέμενος αὑτόν, ἀλλʼ ὅσον μᾶλλον αὕτη τοῦ φρονεῖν καὶ λογίζεσθαι πεφυκότος ἅπτεται, τοσοῦτο μᾶλλον ἀμεληθεῖσα βλάπτει καὶ διαφθείρει τὸν παραδεξάμενον. ἐπεὶ τοίνυν οὔτʼ ἴσως δυνατόν ἐστιν οὔτʼ ὠφέλιμον ποιημάτων ἀπείργειν τὸν τηλικοῦτον ἡλίκος οὑμός τε τὸ νῦν Σώκλαρός ἐστι καὶ ὁ σὸς Κλέανδρος, εὖ μάλα παραφυλάττωμεν αὐτούς, ὡς ἐν ταῖς ἀναγνώσεσι μᾶλλον ἢ ταῖς ὁδοῖς παιδαγωγίας δεομένους. ἃ δʼ οὖν ἐμοὶ περὶ ποιημάτων εἰπεῖν πρῴην ἐπῆλθε, νῦν πρὸς σὲ γεγραμμένα πέμψαι διενοήθην. καὶ λαβὼν ταῦτα δίελθε, κὰν δοκῇ σοι μηδὲν εἶναι φαυλότερα τῶν ἀμεθύστων καλουμένων, ἅ τινες ἐν τοῖς πότοις περιάπτονται καὶ προλαμβάνουσι, μεταδίδου τῷ Κλεάνδρῳ καὶ προκαταλάμβανε τὴν φύσιν αὐτοῦ διὰ τὸ μηδαμοῦ νωθρὸν ἀλλὰ πανταχοῦ σφοδρὸν καὶ δεδορκὸς εὐαγωγοτέραν ὑπὸ τῶν τοιούτων οὖσαν. "πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν ἐν δὲ καὶ ἐσθλόν" ὅτι βρωθῆναι μέν ἐστιν ἥδιστος, δυσόνειρον δʼ ὕπνον ποιεῖ, φαντασίας ταραχώδεις καὶ ἀλλοκότους δεχόμενον, ὡς λέγουσιν. οὕτω δὴ καὶ ποιητικῇ πολὺ μὲν τὸ ἡδὺ καὶ τρόφιμον νέου ψυχῆς ἔνεστιν, οὐκ ἔλαττον δὲ τὸ ταρακτικὸν καὶ παράφορον, ἂν μὴ τυγχάνῃ παιδαγωγίας ὀρθῆς ἡ ἀκρόασις. οὐ γὰρ μόνον ὡς ἔοικε περὶ τῆς Αἰγυπτίων χώρας ἀλλὰ καὶ περὶ τῆς ποιητικῆς ἔστιν εἰπεῖν ὅτι "φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά" τοῖς χρωμένοις ἀναδίδωσιν. "ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων." οὐ γὰρ ἅπτεται τὸ ἀπατηλὸν αὐτῆς ἀβελτέρων κομιδῇ καὶ ἀνοήτων. διὸ καὶ Σιμωνίδης μὲν ἀπεκρίνατο πρὸς τὸν εἰπόντα τί δὴ μόνους οὐκ ἐξαπατᾷς Θετταλούς; ἀμαθέστεροι γάρ εἰσιν ἢ ὡς ὑπʼ ἐμοῦ ἐξαπατᾶσθαι.2 Γοργίας δὲ τὴν τραγῳδίαν εἶπεν ἀπάτην, ἣν ὅ τʼ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. πότερον οὖν τῶν νέων ὥσπερ τῶν Ἰθακησίων σκληρῷ τινι τὰ ὦτα καὶ ἀτέγκτῳ κηρῷ καταπλάσσοντες ἀναγκάζωμεν αὐτοὺς τὸ Ἐπικούρειον ἀκάτιον ἀραμένους ποιητικὴν φεύγειν καὶ παρεξελαύνειν , ἢ μᾶλλον3 ὀρθῷ τινι λογισμῷ παριστάντες καὶ καταδέοντες, τὴν κρίσιν, ὅπως μὴ παραφέρηται τῷ τέρποντι πρὸς τὸ βλάπτον, ἀπευθύνωμεν καὶ παραφυλάττωμεν; "οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος" ὑγιαίνοντα νοῦν εἶχεν, ὅτι πολλῶν μεθυσκομένων καὶ παροινούντων τὰς ἀμπέλους περιιὼν ἐξέκοπτεν ἀντὶ τοῦ τὰς κρήνας ἐγγυτέρω προσαγαγεῖν καὶ μαινόμενον θεόν, ὥς φησιν ὁ Πλάτων, ἑτέρῳ θεῷ νήφοντι κολαζόμενον σωφρονίζειν. ἀφαιρεῖ γὰρ ἡ κρᾶσις τοῦ οἴνου τὸ βλάπτον, οὐ συναναιροῦσα τὸ χρήσιμον; μηδʼ ἡμεῖς οὖν τὴν ποιητικὴν ἡμερίδα τῶν Μουσῶν ἐκκόπτωμεν μηδʼ ἀφανίζωμεν, ἀλλʼ ὅπου μὲν ὑφʼ ἡδονῆς ἀκράτου πρὸς δόξαν αὐθάδως θρασυνόμενον ἐξυβρίζει καὶ ὑλομανεῖ τὸ μυθῶδες αὐτῆς καὶ θεατρικόν, ἐπιλαμβανόμενοι κολούωμεν καὶ πιέζωμεν· ὅπου δʼ ἅπτεταί τινος μούσης τῇ χάριτι καὶ τὸ γλυκὺ τοῦ λόγου καὶ ἀγωγὸν οὐκ ἄκαρπόν ἐστιν οὐδὲ κενόν, ἐνταῦθα φιλοσοφίαν εἰσάγωμεν καὶ καταμιγνύωμεν. ὥσπερ γὰρ ὁ μανδραγόρας ταῖς ἀμπέλοις παραφυόμενος καὶ διαδιδοὺς τὴν δύναμιν εἰς τὸν οἶνον μαλακωτέραν ποιεῖ τὴν καταφορὰν τοῖς πίνουσιν, οὕτω τοὺς λόγους ἡ ποίησις ἐκ φιλοσοφίας ἀναλαμβάνουσα μιγνυμένους πρὸς τὸ μυθῶδες ἐλαφρὰν καὶ προσφιλῆ παρέχει τοῖς νέοις τὴν μάθησιν. ὅθεν οὐ φευκτέον ἐστὶ τὰ ποιήματα τοῖς φιλοσοφεῖν μέλλουσιν, ἀλλὰ προφιλοσοφητέον τοῖς ποιήμασιν ἐθιζομένους4 ἐν τῷ τέρποντι τὸ χρήσιμον ζητεῖν καὶ ἀγαπᾶν· εἰ δὲ μή, διαμάχεσθαι καὶ δυσχεραίνειν. ἀρχὴ γὰρ αὕτη παιδεύσεως, "ἔργου δὲ παντὸς ἤν τις ἄρχηται καλῶς, καὶ τὰς τελευτὰς εἰκὸς ἐσθʼ οὕτως ἔχειν" κατὰ τὸν Σοφοκλέα.

马尔库斯·塞达图斯啊,如果正如诗人斐洛克塞诺斯所说,肉中最美者乃非肉之肉,鱼中最美者乃非鱼之鱼,那么就让我们把对此下判断的事,留给那些正如加图所言其上颚比心灵更为敏锐的人吧。然而,在哲学中所论及的诸事中,极年轻的人对于那些看起来并非以哲学方式亦非郑重其事而言说的事物更为喜爱,并使自己变得顺从且易于驾驭,这对我们而言是显而易见的。因为他们不仅研读伊索式的寓言和诗歌的题材,而且还通读赫拉克利德斯的《阿巴里斯》和阿里斯同的《吕孔》,并且对于混杂着神话的关于灵魂的教义满怀欣悦地狂热着迷。因此,不仅需要在关于饮食的快乐中使他们保持得体,更需要在聆听和阅读中使他们养成习惯,如同适度使用调味品对待令人愉悦之物那样,从中追求有用与有益于拯救之物。因为关闭的城门若是从一处放进敌人,就无法保全城邦不被攻陷;关于其他快乐的克制,若是通过听觉在不知不觉中放任了自己,也无法保全年轻人;相反,这一感官越是触及那生来适于思考和推理的部分,在被忽视时就越发伤害并败坏加以接纳的人。既然将像我现在的索克拉罗斯和你的克莱安德罗斯这样年龄的人隔绝于诗作之外,既不可能亦无益处,那么就让我们极其审慎地守护他们吧,因为他们在阅读中比在道路上更需要引导。无论如何,我前些日子想到的关于诗歌的一些话,如今打算写成文字寄给你。你收下这些后请通读一番,若是你觉得它们丝毫不逊色于人们在酒席上佩戴并预先服用的所谓“紫水晶”,就把它分享给克莱安德罗斯,并预先把握他的天性,因其天性绝非迟钝,反而在各处都极为热烈而敏锐,因而极易受到此类事物的引导。 “章鱼之头中既有恶,亦有善,”因为就食用而言它是最美味的,但正如人们所说,它会带来多噩梦的、接纳纷乱而怪异幻象的睡眠。诗歌亦是如此,其中包含许多对年轻人的心灵而言甜美且具滋养性的东西,但若是聆听未能得到正确的引导,其中令人纷扰和狂乱的东西也同样不少。因为看来不仅关于埃及人的土地,而且关于诗歌也可以说: “混杂着许多良药,亦有许多害人之药,”它将这些提供给使用它的人。 “其中有爱,有欲望,有情话与 诱惑,它甚至能窃取极为睿智者的心灵。” 因为它的欺瞒性并不会触及那些全然愚蠢和无知之人。因此西蒙尼德斯在回答问他“究竟为何唯独不欺骗色萨利人”的人时说道: “因为他们太无知了,以至于无法被我欺骗。” 而高尔吉亚称悲剧为一种欺骗,“在其中欺骗者比未欺骗者更正直,被欺骗者比未被欺骗者更明智”。那么,我们究竟是应该像对待伊萨卡人那样,用某种坚硬而不透的蜡涂封年轻人的耳朵,强迫他们扬起伊壁鸠鲁的风帆逃离并驶过诗歌,还是应该用某种正确的理性来支持并约束他们,引导并守护他们的判断力,使其不至于被令人愉悦之物带向有害之物? “因为就连德律阿斯的强悍之子吕库尔戈斯”也未曾拥有健全的神智,因为当许多人沉醉酗酒时,他四处奔走砍倒葡萄树,而不是将泉水引得更近,正如柏拉图所说,“让狂暴之神被另一位清醒之神惩治,”从而使其恢复节制。因为酒的水调不正是除去了有害之物,而并未一同消灭有用之物吗?因此,我们也不要砍倒或铲除缪斯的诗性葡萄树;凡是它的神话性与戏剧性成分在纯粹的快乐驱使下为了名声而傲慢放肆、狂乱滋生的地方,我们应当抓住并修剪抑制它;凡是它以优雅触及某种缪斯之艺、言辞的甜美与吸引力并非徒劳或空洞的地方,我们就在那里引入哲学并将其调和进去。因为正如曼陀罗草生长在葡萄树旁并将力量渗透到酒中,使饮酒者的沉睡变得更加温和,诗歌从哲学中汲取言论并与神话相混合,也同样使年轻人的学习变得轻松而可亲。因此,对于将要从事哲学的人来说,诗作并非应当避开,而是应当在诗作中预先进行哲学准备,习惯于在令人愉悦之物中寻求并喜爱有用之物;若非如此,则应当抗争并反感。因为正如索福克勒斯所说: “任何事业只要有人善始, 其结局亦很可能同样良好,”这正是教育的开端。

语法注4 条
  1. 14eἐκείνοις ἀποφαίνεσθαι παρῶμεν οἷς ὁ Κάτων ἔφη τῆς καρδίας τὴν ὑπερῴαν εὐαισθητοτέραν ὑπάρχειν

    παρῶμεν(παρίημι 的劝勉虚拟语气)接与格(ἐκείνοις... οἷς)与不定式(ἀποφαίνεσθαι),意为“让我们任凭……去决断”。关系从句中的 ἔφη 引导带宾格的不定式结构(τὴν ὑπερῴαν... εὐαισθητοτέραν ὑπάρχειν),比较属格 τῆς καρδίας 依附于 εὐαισθητοτέραν。

  2. 15dἀμαθέστεροι γάρ εἰσιν ἢ ὡς ὑπʼ ἐμοῦ ἐξαπατᾶσθαι

    比较级 ἀμαθέστεροι 后接 ἢ ὡς(或 ἢ ὥστε)加不定式(ἐξαπατᾶσθαι),构成表示程度或结果的不成比例句型,意为“过于无知以至于不能被我欺骗”。

  3. 15dπότερον οὖν τῶν νέων ὥσπερ τῶν Ἰθακησίων σκληρῷ τινι τὰ ὦτα καὶ ἀτέγκτῳ κηρῷ καταπλάσσοντες ἀναγκάζωμεν αὐτοὺς τὸ Ἐπικούρειον ἀκάτιον ἀραμένους ποιητικὴν φεύγειν καὶ παρεξελαύνειν , ἢ μᾶλλον

    由 πότερον ... ἤ ... 引导的选择性审议疑问句。主动词为虚拟语气(ἀναγκάζωμεν 以及后文的 ἀπευθύνωμεν, παραφυλάττωμεν)。τῶν νέων 既可视为分词 καταπλάσσοντες 的宾语 τὰ ὦτα 的所属属格,亦可视为前置指涉全句对象的属格。

  4. 15eπροφιλοσοφητέον τοῖς ποιήμασιν ἐθιζομένους

    προφιλοσοφητέον 为中性单数非人称动词性形容词(-τέον),表必要性(“必须预先进行哲学准备”)。分词 ἐθιζομένους 采用宾格,与该动作的普遍逻辑主语保持一致,而非通常与动词性形容词搭配的与格逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:1