- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐明将诗歌文句类推适用于同类事物的法则,并指出荷马诗篇中赞誉与斥责的依据在于德性与道德过失,而非肉体与偶然际遇。
τὴν δʼ ἐπὶ πλέον τῶν λεγομένων χρῆσιν ὑπέδειξεν ὀρθῶς ὁ Χρύσιππος, ὅτι δεῖ μετάγειν διαβιβάζειν ἐπὶ τὰ ὁμοειδῆ τὸ χρήσιμον. ὅ τε γὰρ Ἡσίοδος εἰπὼν "οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη" καὶ περὶ κυνὸς ταὐτὸ καὶ περὶ ὄνου λέγει καὶ περὶ πάντων ὁμοίως τῶν ἀπολέσθαι δυναμένων. καὶ πάλιν τοῦ Εὐριπίδου λέγοντος "τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;" ὑπακουστέον ὅτι καὶ περὶ πόνου καὶ νόσου ταὐτὰ εἴρηκεν. ὡς γὰρ φαρμάκου πρὸς ἓν ἁρμόσαντος νόσημα τὴν δύναμιν καταμαθόντες οἱ ἰατροὶ μετάγουσι καὶ χρῶνται πρὸς ἅπαν τὸ παραπλήσιον, οὕτω καὶ λόγον κοινοῦν καὶ δημοσιεύειν τὴν χρείαν δυνάμενον οὐ χρὴ περιορᾶν ἑνὶ πράγματι συνηρτημένον ἀλλὰ κινεῖν ἐπὶ πάντα τὰ ὅμοια, καὶ τοὺς νέους ἐθίζειν τὴν κοινότητα συνορᾶν καὶ μεταφέρειν ὀξέως τὸ οἰκεῖον, ἐν πολλοῖς παραδείγμασι ποιουμένους μελέτην καὶ ἄσκησιν ὀξυηκοΐας, ἵνα τοῦ Μενάνδρου λέγοντος "μακάριος ὅστις οὐσίαν καὶ νοῦν ἔχει" τοῦτο καὶ περὶ δόξης καὶ περὶ ἡγεμονίας καὶ περὶ λόγου δυνάμεως εἰρῆσθαι νομίζωσι, τὴν δὲ πρὸς τὸν Ἀχιλλέα τὸν ἐν Σκύρῳ καθήμενον ἐν ταῖς παρθένοις γεγενημένην ἐπίπληξιν ὑπὸ τοῦ Ὀδυσσέως "σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους, ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;" καὶ πρὸς τὸν ἄσωτον οἴωνται λέγεσθαι καὶ πρὸς τὸν αἰσχροκερδῆ καὶ πρὸς τὸν ἀμελῆ καὶ ἀπαίδευτον "πίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς," ἢ κυβεύεις ἢ ὀρτυγοκοπεῖς ἢ καπηλεύεις ἢ τοκογλυφεῖς, μηδὲν μέγα φρονῶν μηδʼ ἄξιον τῆς εὐγενείας; "μὴ πλοῦτον εἴπῃς. οὐχὶ θαυμάζω θεόν ὃν χὠ κάκιστος ῥᾳδίως ἐκτήσατο." οὐκοῦν μηδὲ δόξαν εἴπῃς μηδὲ σώματος εὐμορφίαν μηδὲ στρατηγικὴν χλαμύδα μηδʼ ἱερατικὸν στέφανον, ὧν καὶ τοὺς κακίστους ὁρῶμεν τυγχάνοντας. "τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα" καὶ ναὶ μὰ Δία τῆς ἀκολασίας καὶ τῆς δεισιδαιμονίας καὶ τοῦ φθόνου καὶ τῶν ἄλλων νοσημάτων ἁπάντων. ἄριστα δʼ εἰρηκότος Ὁμήρου τὸ "Δύσπαρι εἶδος ἄριστε" καὶ τὸ "Ἕκτορ εἶδος ἄριστε" ψόγου γὰρ ἀποφαίνει καὶ λοιδορίας ἄξιον ᾧ μηδέν ἐστιν ἀγαθὸν εὐμορφίας κάλλιον ἐφαρμοστέον τοῦτο καὶ τοῖς ὁμοίοις, κολούοντα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς μηδενὸς ἀξίοις, καὶ διδάσκοντα τοὺς νέους ὄνειδος ἡγεῖσθαι καὶ λοιδορίαν1 τὸ χρήμασιν ἄριστε καὶ δείπνοις ἄριστε καὶ παισὶν ἢ ὑποζυγίοις ἄριστε καὶ νὴ Δία τὸ λέγειν ἐφεξῆς ἄριστε δεῖ γὰρ ἐκ τῶν καλῶν διώκειν τὴν ὑπεροχὴν καὶ περὶ τὰ πρῶτα πρῶτον εἶναι καὶ μέγαν ἐν τοῖς μεγίστοις· ἡ δʼ ἀπὸ μικρῶν δόξα καὶ φαύλων ἄδοξός ἐστι καὶ ἀφιλότιμος. τοῦτο δʼ ἡμᾶς εὐθὺς ὑπομιμνῄσκει τὸ παράδειγμα τὸ τοὺς ψόγους ἀποθεωρεῖν καὶ τοὺς ἐπαίνους ἐν τοῖς Ὁμήρου μάλιστα ποιήμασιν· ἔμφασις γὰρ γίγνεται μεγάλη τοῦ τὰ σωματικὰ καὶ τυχηρὰ μὴ μεγάλης ἄξια σπουδῆς νομίζειν. πρῶτον μὲν γὰρ ἐν ταῖς δεξιώσεσι καὶ ἀνακλήσεσιν οὐ καλοὺς οὐδὲ πλουσίους οὐδʼ ἰσχυροὺς προσαγορεύουσιν, ἀλλὰ τοιαύταις εὐφημίαις χρῶνται "διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ" καὶ "Ἕκτορ υἱὲ Πριάμοιο, Διὶ μῆτιν ἀτάλαντε" καὶ "ὦ Ἀχιλεῦ Πηλέος υἱέ, μέγα κῦδος Ἀχαιῶν" καὶ "δῖε Μενοιτιάδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ" ἔπειτα λοιδοροῦσιν οὐδὲν ἐφαπτόμενοι τῶν σωματικῶν, ἀλλὰ τοῖς ἁμαρτήμασι τοὺς ψόγους ἐπιφέροντες "οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο" καί "αἶαν νεῖκος ἄριστε, κακοφραδές" καὶ "Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; οὐδὲ τί σε χρὴ λαβραγόρην ἔμεναι" καὶ "αἶαν ἁμαρτοεπὲς βουγάιε" καὶ τέλος ὁ Θερσίτης ὑπὸ τοῦ Ὀδυσσέως οὐ χωλὸς οὐ φαλακρὸς οὐ κυρτὸς ἀλλʼ ἀκριτόμυθος λοιδορεῖται, τὸν δʼ Ἥφαιστον ἡ τεκοῦσα φιλοφρονουμένη προσηγόρευσεν ἀπὸ τῆς χωλότητος "ὄρσεο κυλλοπόδιον, ἐμὸν τέκος" οὕτως Ὅμηρος καταγελᾷ τῶν αἰσχυνομένων ἐπὶ χωλότησιν ἢ τυφλότησιν, οὔτε ψεκτὸν ἡγούμενος τὸ μὴ αἰσχρὸν οὔτʼ αἰσχρὸν τὸ μὴ διʼ ἡμᾶς ἀλλʼ ἀπὸ τύχης γιγνόμενον. δύο δὴ περιγίγνεται μεγάλα τοῖς ποιημάτων ἐπιμελῶς ἐθιζομένοις ἀκούειν, τὸ μὲν εἰς μετριότητα, μηδενὶ τύχην ἐπαχθῶς καὶ ἀνοήτως ὀνειδίζειν, τὸ δʼ εἰς μεγαλοφροσύνην,2 αὐτοὺς χρησαμένους τύχαις μὴ ταπεινοῦσθαι μηδὲ ταράττεσθαι, φέρειν δὲ πράως καὶ σκώμματα καὶ λοιδορίας καὶ γέλωτας, μάλιστα μὲν τὸ τοῦ Φιλήμονος ἔχοντας πρόχειρον "ἥδιον οὐδὲν οὐδὲ μουσικώτερον ἔστʼ ἢ δύνασθαι λοιδορούμενον φέρειν" ἂν δὲ φαίνηταί τις ἐπιλήψεως δεόμενος, τῶν ἁμαρτημάτων καὶ τῶν παθῶν ἐπιλαμβάνεσθαι, ὥσπερ ὁ τραγικὸς Ἄδραστος, τοῦ Ἀλκμέωνος εἰπόντος πρὸς αὐτὸν "ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς," ἀπεκρίνατο "σὺ δʼ αὐτόχειρ γε μητρὸς ἥ σʼ ἐγείνατο" καθάπερ γὰρ οἱ τὰ ἱμάτια μαστιγοῦντες οὐχ ἅπτονται τοῦ σώματος, οὕτως οἱ δυστυχίας τινὰς ἢ δυσγενείας ὀνειδίζοντες εἰς τὰ ἐκτὸς ἐντείνονται κενῶς καὶ ἀνοήτως, τῆς ψυχῆς δʼ οὐ θιγγάνουσιν οὐδὲ τῶν ἀληθῶς ἐπανορθώσεως δεομένων καὶ δήξεως.
克律西波斯正确地指出了文句更广泛的运用方法,即必须将有用之理推移拓展至同类事物上去。因为当赫西俄德说: “若非邻人不良,一头牛亦不致丧失,”他对狗、对驴、以及对所有同样能够丧失之物,亦说了完全相同的话。又如欧里庇得斯说: “那视死如归之人,又有谁是奴隶?” 人们应当体会到,他对痛苦和疾病亦说了相同的话。正如医者在探知了一种药物适应于某种病症的功效后,便将其推移并运用于一切相类的病症一样,对于能够公之于众且具备普适效用的道理,亦不可听任其仅与单一事物相维系,而应将其推及一切相似之物;并使青年人习惯于洞察共通性,敏捷地转化切合之理,在众多范例中开展敏锐领悟的研习与训练;以便当米南德说: “兼有资财与心智者,实为有福”之时,他们能领悟到此话对声望、统率权以及言辞力量亦同样适用;而奥德修斯对枯坐于斯库罗斯岛少女群中的阿喀琉斯所发的斥责: “而你,在扑灭家族辉煌光芒的同时, 难道竟在梳理羊毛,身为希腊最卓越之父所出之子?” 他们亦能认为这正是对放荡之徒、谋取不义之财者、以及怠惰无教养之人所说: “难道你竟沉湎于饮酒,身为希腊最卓越之父所出之子?” 抑或“难道你在掷骰子、斗鹌鹑、操小贩之业、行高利贷之实,全无远大胸襟,亦不配高贵门第?”又如: “莫提财富;我绝不敬奉这样一位神明, 连最恶劣之徒亦能轻易将其获得。” 对此亦当回应道:那么亦莫提声誉,莫提体貌之美,莫提将帅之斗篷,亦莫提祭司之花冠,因这些事物我们亦见最恶劣之徒得以染指。又如: “因怯懦必孕育可耻之后代,”亦当应道:凭宙斯起誓,放纵、迷信、嫉妒以及一切其他病症亦复如是。而荷马极其精妙地道出: “可悲的帕里斯,唯容貌最卓越之人,”以及: “赫克托耳,唯容貌最卓越之人,” ——因为他昭示出,凡除容貌之美外别无更高善物者,皆当蒙受责备与斥责——此理亦当施之于相类之事,以挫抑那些因毫无价值之事而自命不凡者,并教导青年将如下称呼视为耻辱与嘲弄: “金钱上最卓越者,”与: “筵席上最卓越者,”以及: “奴仆或驮畜上最卓越者,”乃至凭宙斯起誓,接连被冠以: “最卓越者”之名。因为人应当追求在美善之事上超凡出众,在至首要之事上位列第一,在至伟大之事中彰显伟大;而源自卑小琐屑之物的声誉,乃是无光且鄙俗的。这一范例随即提醒我们要仔细考察荷马诗篇中尤其是斥责与赞誉的用法;因为其中极力彰显出肉体的和外在际遇的事物并不值得倾注莫大热忱。首先,在问候与呼告中,他们并不以美貌、富足或强健来称呼对方,而是运用诸如此类的颂词: “神圣所生拉厄耳忒斯之子,多谋的奥德修斯啊,”以及: “赫克托耳,普里阿摩斯之子,谋略堪比宙斯之人啊,”以及: “阿喀琉斯啊,佩琉斯之子,阿开奥斯人的伟大荣光啊,”以及: “神圣的墨诺伊提俄斯之子,甚合我心意之人啊。” 其次,他们在辱骂时,绝不触及任何肉体之事,而是将斥责加诸道德过失之上: “酒醉昏沉者,生着狗的眼睛,却怀着鹿的胆魄,”以及: “埃阿斯,争吵最卓越之人,狂悖之徒,”以及: “伊多墨纽斯,何故先行夸夸其谈?你断无必要做喧嚣逞能之辈,”以及: “埃阿斯,口无遮拦之狂徒。” 最后,忒耳西忒斯受奥德修斯斥责,并非因其跛脚、秃顶或驼背,而是因其言辞无序;而赫淮斯托斯的生母在亲切抚慰他时,则以其跛足来称呼他: “起来吧,足曲的吾儿。” 由此,荷马嘲弄了那些因跛足或盲目而羞愧的人,认为不属于可耻之事便不应受斥责,凡非由我们自身而是由机运所生之事亦非可耻。故而,潜心习惯于倾听诗歌者,将获致两大殊胜益处:其一通向节制,即绝不就际遇刻薄且愚妄地责难他人;其二通向弘毅之气,即当自身遭遇命运打击时,不自卑亦不慌乱,而是温和容受戏谑、讥刺与嘲弄,尤其将费勒蒙的格言铭记于心: “再没有比受辱之时能泰然处之, 更令人欣悦、更合乎教养之事了。” 但若有人看来确需针砭,则当直指其过咎与情欲,正如悲剧中的阿德剌斯托斯,在阿尔克墨翁对他言道: “你生来便是那弑夫之妇的同族亲眷”之时,他回应道: “而你却亲手弑杀了生养你的母亲。” 因为正如抽打衣衫者触及不到肉体一样,那些就厄运或门第卑微而责难他人者,只是空洞且愚妄地向外在之物发力,却根本未触及灵魂,亦未触及真正需要纠正与刺痛之处。
- 34eἐφαρμοστέον τοῦτο καὶ τοῖς ὁμοίοις, κολούοντα τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς μηδενὸς ἀξίοις, καὶ διδάσκοντα τοὺς νέους ὄνειδος ἡγεῖσθαι καὶ λοιδορίαν
动词性形容词 ἐφαρμοστέον 作非人称用法,暗含了不定代词形式的宾格逻辑主语(如 τινά)。因此,后继的分词 κολούοντα 和 διδάσκοντα 采用阳性单数宾格,与其逻辑主语保持一致。
- 35dδύο δὴ περιγίγνεται μεγάλα τοῖς ποιημάτων ἐπιμελῶς ἐθιζομένοις ἀκούειν, τὸ μὲν εἰς μετριότητα, μηδενὶ τύχην ἐπαχθῶς καὶ ἀνοήτως ὀνειδίζειν, τὸ δʼ εἰς μεγαλοφροσύνην
短语 τὸ μέν ... τὸ δʼ ... 作为部分同位语(partitive apposition),用于进一步拆解主语 δύο μεγάλα(两大益处)。各自引出表示目标方向的介词短语(εἰς μετριότητα, εἰς μεγαλοφροσύνην),并配以具体说明其内容的动词不定式(如 ὀνειδίζειν 等)。
