← 普鲁塔克

青年如何读诗

§12

从可疑诗句汲取教训与批判性修正

作者以阿伽门农和阿喀琉斯为例,阐明如何从诗歌中看似不当的描写中汲取有益教训,并展示了如何效仿哲学家通过批判性地修正和反驳诗句来引导青年向善。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ἡ μὲν οὖν μέλιττα φυσικῶς ἐν τοῖς δριμυτάτοις ἄνθεσι καὶ ταῖς τραχυτάταις ἀκάνθαις ἐξανευρίσκει τὸ λειότατον μέλι καὶ χρηστικώτατον, οἱ δὲ παῖδες, ἂν ὀρθῶς ἐντρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς1 τῆς στρατείας τὸν πλούσιον ἐκεῖνον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ "δῶρʼ, ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεν Ζεὺς ἄφενος." ὀρθῶς δὲ γʼ ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας· οὐδὲ γὰρ κυνὸς ἀντάξιος οὐδʼ ὄνου μὰ Δία δειλὸς ἀνὴρ καὶ ἄναλκις, ὑπὸ πλούτου καὶ μαλακίας διερρυηκώς πάλιν αἴσχιστα δοκεῖ τὸν υἱὸν ἡ Θέτις ἐφʼ ἡδονὰς παρακαλεῖν καὶ ἀναμιμνῄσκειν ἀφροδισίων. ἀλλὰ κἀνταῦθα δεῖ παραθεωρεῖν τὴν τοῦ Ἀχιλλέως ἐγκράτειαν, ὅτι τῆς Βρισηίδος ἐρῶν ἡκούσης πρὸς αὐτόν, εἰδὼς τὴν τοῦ βίου τελευτὴν ἐγγὺς οὖσαν οὐ σπεύδει τῶν ἡδονῶν πρὸς ἀπόλαυσιν οὐδʼ ὥσπερ οἱ πολλοὶ πενθεῖ τὸν φίλον ἀπραξίᾳ καὶ παραλείψει τῶν καθηκόντων; ἀλλὰ τῶν μὲν ἡδονῶν διὰ τὴν λύπην ἀπέχεται, ταῖς δὲ πράξεσι καὶ ταῖς στρατηγίαις ἐνεργός ἐστι. πάλιν ὁ Ἀρχίλοχος οὐκ ἐπαινεῖται λυπούμενος μὲν ἐπὶ τῷ ἀνδρὶ τῆς ἀδελφῆς διεφθαρμένῳ κατὰ θάλασσαν, οἴνῳ δὲ καὶ παιδιᾷ πρὸς τὴν λύπην μάχεσθαι διανοούμενος. αἰτίαν μέντοι λόγον ἔχουσαν εἴρηκεν "οὔτε τι γὰρ κλαίων ἰήσομαι οὔτε κάκιον θήσω τερπωλὰς καὶ θαλίας ἐφέπων" εἰ γὰρ ἐκεῖνος οὐδὲν ἐνόμιζεν ποιήσειν κάκιον τερπωλὰς καὶ θαλίας ἐφέπων, πῶς ἡμῖν τὰ παρόντα χεῖρον ἕξει φιλοσοφοῦσι καὶ πολιτευομένοις καὶ προιοῦσιν εἰς ἀγορὰν καὶ καταβαίνουσιν εἰς Ἀκαδήμειαν καὶ γεωργίαν ἐφέπουσιν; ὅθεν οὐδʼ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης, ὁ μὲν εὖ μάλα τοὺς Ἀθηναίους ἰδὼν θορυβήσαντας ἐν τῷ θεάτρῳ "τί δʼ αἰσχρὸν εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ;" παραβάλλων εὐθὺς "αἰσχρὸν τὸ γʼ αἰσχρόν, κἂν δοκῇ κἂν μὴ δοκῇ," ὁ δὲ Κλεάνθης2 περὶ τοῦ πλούτου "φίλοις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσὸν δαπάναισι σῶσαι" μεταγράφων οὕτω "πόρναις τε δοῦναι σῶμὰ τʼ εἰς νόσους πεσόν δαπάναις ἐπιτρῖψαι." καὶ ὁ Ζήνων ἐπανορθούμενος τὸ τοῦ Σοφοκλέους "ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ" μετέγραφεν "οὐκ ἔστι δοῦλος, ἢν ἐλεύθερος μόλῃ," τῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ3 καὶ μεγαλόφρονα καὶ ἀταπείνωτον. τί δὴ κωλύει καὶ ἡμᾶς ταῖς τοιαύταις ὑποφωνήσεσι τοὺς νέους παρακαλεῖν πρὸς τὸ βέλτιον, οὕτω πως χρωμένους τοῖς λεγομένοις; "τόδʼ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ." οὔκ. ἀλλʼ "ὅτῳ τόξον μερίμνης εἰς ὃ συμφέρει πέσῃ." τὸ γὰρ ἃ μὴ δεῖ βουλόμενον λαμβάνειν καὶ τυγχάνειν οἰκτρόν ἐστι καὶ ἄζηλον. καὶ "οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι" μὰ Δία, φήσομεν, ἀλλὰ δεῖ σε χαίρειν, μὴ λυπεῖσθαι τυγχάνοντα μετρίων "οὐ γὰρ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς." "αἰαῖ τόδʼ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή." θηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν4 εἰδότα τὸ βέλτιον ὑπὸ τοῦ χείρονος ἐξ ἀκρασίας καὶ μαλακίας ἄγεσθαι. "τρόπος ἔσθʼ ὁ πείθων τοῦ λέγοντος, οὐ λόγος.ʼ" καὶ τρόπος μὲν οὖν καὶ λόγος ἢ τρόπος διὰ λόγου, καθάπερ ἱππεὺς διὰ χαλινοῦ καὶ διὰ πηδαλίου κυβερνήτης, οὐδὲν οὕτω φιλάνθρωπον οὐδὲ συγγενὲς ἐχούσης τῆς ἀρετῆς ὄργανον ὡς τὸν λόγον. "πρὸς θῆλυ νεύει μᾶλλον ἢ ʼπὶ τἄρρενα; ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος." ἦν δὲ βέλτιον εἰπεῖν "ὅπου προσῇ τὸ σῶφρον, ἀμφιδέξιος" ὡς ἀληθῶς καὶ ἰσόρροπος· ὁ δʼ ὑφʼ ἡδονῆς καὶ ὥρας ὧδε κἀκεῖ μετοιακιζόμενος ἐπαρίστερος καὶ ἀβέβαιος. "φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν." καὶ μὴν οὐδαμῶς, ἀλλὰ "θάρσος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν." φόβος δὲ τοῖς ἄφροσι καὶ ἀνοήτοις καὶ ἀχαρίστοις ὅτι καὶ τὴν παντὸς αἰτίαν ἀγαθοῦ δύναμιν καὶ ἀρχὴν ὡς βλάπτουσαν ὑφορῶνται καὶ δεδίασι τὸ μὲν οὖν τῆς ἐπανορθώσεως γένος τοιοῦτόν ἐστι.

正如蜜蜂凭着天性,能在最辛烈的花朵与最粗砺的荆棘中寻得最温润、最受用的蜜糖一样,青年人若在诗歌中得到正当的培育,即便面对含有低劣反常嫌疑的内容,亦将学会从中以某种方式汲取有用且有益的教益。例如,阿伽门农由于免去了那位赠予他牝马埃忒的富翁随军出征之役,立刻招致受贿之嫌: “赠礼,以便他无须跟随他前往多风的伊利昂, 而留居彼处享乐;因宙斯曾赐予他 丰厚的财富。” 然而正如亚里士多德所言,他看重一匹良马胜过这等人物,做法实属正当;凭宙斯起誓,一个因财富和软弱而销蚀得毫无勇力的怯懦之徒,连一条狗、乃至一头驴的价值都不如。再者,忒提斯劝诱儿子享乐并提醒他行男女之事,看似极其可耻。但在此处亦须同时观察阿喀琉斯的自制:他在布里塞伊丝来到身边时虽深爱着她,并深知自己寿命将尽,却不急于享乐;他亦不像常人那样以怠惰和荒废职责来哀悼朋友,反而在因悲痛而远避享乐的同时,在战事行动和统帅大局上始终保持奋发。又如,阿尔基罗科斯因妹夫葬身大海而悲痛,却打算以美酒与嬉戏来排遣哀思,因而未获赞誉。然而他道出的缘由亦不无道理: “因我纵然哭泣亦无所补益,而若寻欢作乐、 大排筵宴,亦不会使事情变得更糟。” 因为假若他认为寻欢作乐、大排筵宴绝不会使境况更糟,那么对于我们这些研习哲学、参与城邦政务、出入集市、走入阿卡德米学园以及从事农耕的人而言,当下的处境又怎会变坏?因此,克里安提斯与安提斯泰尼所采用的纠正性篡改,亦绝非毫无价值。后者在剧场中见雅典人对如下诗句大加喝彩: “若行为者不自以为耻,何耻之有?” 便随即针锋相对道: “可耻之事终归可耻,无论人以为然或不以为然;”而克里安提斯关于财富的诗句: “既能赠予友人,亦能耗费资财 以拯救罹患疾病之身躯,”则改写为: “既能赠予娼妓,亦能耗费资财 以摧残罹患疾病之身躯。” 芝诺亦修正索福克勒斯的文句: “凡前往僭主之处者, 即为其奴隶,即便他身为自由人而去;”将其改写为: “绝非其奴隶,只要他是身为自由人而去;”他在此用“自由人”一词一并昭示了无所畏惧、心胸高阔且不甘卑屈之人。那么,我们借助此类反诘来勉励青年趋向至善,并将所引诗句依此用法加以活用,又有何妨呢? “此乃世人所欣羡之事:即其 心力之弓能命中其所愿。” 不,而当是: “其心力之弓能命中其所益。” 因为希求并获得乃至遭遇不当得之事,实为可怜且不值欣羡。 又如: “阿特柔斯生下你,阿伽门农, 并非为了尽享万般福泽; 你理当悲欣交集。” 凭宙斯起誓,我们当说:“不,只要你获得中庸之境,你便当欢喜,而不当悲伤; ‘因阿特柔斯生下你,阿伽门农, 并非为了尽享万般福泽。’” 又如: “呜呼,此乃降于人间的神圣之祸, 当有人明知善之所在,却不去践行。” 对此应答道:明知较善之途,却因放纵与柔弱而受较恶之事牵引,实乃兽性、非理性且可怜的。又如: “是说话者的人品在施加说服,而非其言辞。” 对此应答道:宁可说是人品与言辞并举,或是通过言辞体现的人品,如同骑手借缰绳、舵手借船舵一般,因为德性没有任何工具比言辞更富于温情与亲和力。 又如: “他是倾心于女色,还是更爱男童? 凡有美色之处,他皆能左右逢源。” 但这本应说得更好: “凡有节制之处,他皆能左右逢源,”方为真正的公正与中正;而那些受享乐与青春美貌驱使而在两端摇摆不定的人,则是笨拙且不稳固的。 又如: “神圣之事令凡人中的节制者心怀敬畏。” 万非如此,而当是: “神圣之事令凡人中的节制者怀抱自信,”它令愚笨、无知且忘恩负义之徒恐惧,是因为他们甚至将作为一切善之原因的力量与根源,疑忌并畏惧为有害之物。由此可见,文句纠正的类型大略如此。

语法注4 条
  1. 12ὡς διὰ δωροδοκίαν ἀφεὶς

    连词 ὡς 搭配主格分词 ἀφείς,与主句主语 ὁ Ἀγαμέμνων 一致,表示外界主观认定的嫌疑理由(“被怀疑借由受贿而免除……”),而非述说客观既成事实。

  2. 33cὁ μὲν ... ὁ δὲ Κλεάνθης

    照应前文并列提及的“克里安提斯与安提斯泰尼”(Κλεάνθης καὶ Ἀντισθένης),此处 ὁ μέν 指代后出现的安提斯泰尼,而接下来的 ὁ δὲ Κλεάνθης 则指代先前提到的克里安提斯,构成交叉照应(chiasmus)。

  3. 33dτῷ ἐλευθέρῳ νῦν συνεκφαίνων τὸν ἀδεᾶ

    与格 τῷ ἐλευθέρῳ 表手段,意为“借助‘自由人’(这一词语)”;νῦν 意为“在此语境中”;宾格短语 τὸν ἀδεᾶ 以下部分作分词 συνεκφαίνων(“并置昭示”)的直接宾语。

  4. 33eθηριῶδες μὲν οὖν καὶ ἄλογον καὶ οἰκτρὸν

    非人称述语结构,省略系动词 ἐστί,以带宾格的不定式短语 εἰδότα τὸ βέλτιον ... ἄγεσθαι 作为其主语,用以简明反驳并改换所引诗句的立论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:12