← 普鲁塔克

青年如何读诗

§14

将诗歌印证于哲学以作为哲学预备教育

作者总结道,当将诗歌中的高尚义理与哲学家的教说相印证,使诗歌发挥哲学预备教育的功用,便能引导青年毫无偏见地顺畅迈入哲学之门。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

καὶ μὴν ὥσπερ ἐπάνω πρὸς τὰ φαῦλα καὶ βλαβερὰ ποιήματα λόγους καὶ γνώμας ἀντιτάσσοντες ἐνδόξων καὶ πολιτικῶν ἀνδρῶν ἐδοκοῦμεν ἀφιστάναι καὶ ἀνακρούειν τὴν πίστιν, οὕτως ὅ τι ἂν ἀστεῖον εὕρωμεν παρʼ αὐτοῖς καὶ χρηστόν, ἐκτρέφειν χρὴ καὶ αὔξειν ἀποδείξεσι καὶ μαρτυρίαις φιλοσόφοις, ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις,1 καὶ γὰρ δίκαιον καὶ ὠφέλιμον, ἰσχὺν τῆς πίστεως καὶ ἀξίωμα προσλαμβανούσης, ὅταν τοῖς ἀπὸ σκηνῆς λεγομένοις καὶ πρὸς λύραν ᾀδομένοις καὶ μελετωμένοις ἐν διδασκαλείῳ τὰ Πυθαγόρου δόγματα καὶ τὰ Πλάτωνος ὁμολογῇ, καὶ τὰ Χίλωνος παραγγέλματα καὶ τὰ Βίαντος ἐπὶ τὰς αὐτὰς ἄγῃ γνώμας ἐκείνοις τοῖς παιδικοῖς ἀναγνώσμασιν. ὅθεν οὐ παρέργως ὑποδεικτέον ὅτι τὸ μὲν "οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, ἀλλὰ σὺ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο" καὶ τὸ "Ζεὺς γάρ τοι νεμεσᾷ, ὅτʼ ἀμείνονι φωτὶ μάχοιο" οὐδὲν διαφέρει τοῦ γνῶθι σαυτόν, ἀλλὰ τὴν αὐτὴν ἔχει διάνοιαν ἐκείνῳ· τὸ δὲ "νήπιοι, οὐδʼ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς" καὶ τὸ "ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη" ταὐτόν ἐστι τοῖς Πλάτωνος ἐν Γοργίᾳ καὶ Πολιτείᾳ δόγμασι περὶ τοῦ τὸ ἀδικεῖν κάκιον εἶναι τοῦ ἀδικεῖσθαι καὶ τοῦ κακῶς πάσχειν τὸ ποιεῖν κακῶς βλαβερώτερον. ἐπιρρητέον δὲ καὶ τῷ τοῦ Αἰσχύλου "θάρσει· πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνον" ὅτι τοῦτʼ ἐστὶ τὸ παρʼ Ἐπικούρου θρυλούμενον ἀεὶ καὶ θαυμαζόμενον, ὡς οἱ μεγάλοι πόνοι συντόμως ἐξάγουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν·2 εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, οὐκ ἔστι μέγας ὁ παραμένων οὐδὲ δυσκαρτέρητος. τὰ δὲ τοῦ Θέσπιδος ταυτὶ "ὁρᾷς ὅτι Ζεὺς τῷδε πρωτεύει θεῶν, οὐ ψεῦδος οὐδὲ κόμπον οὐ μῶρον γέλων ἀσκῶν τὸ δʼ ἡδὺ μοῦνος οὐκ ἐπίσταται" τί διαφέρει τοῦ πόρρω γὰρ ἡδονῆς καὶ λύπης ἵδρυται τὸ θεῖον, ὡς Πλάτων ἔλεγε. τὸ δὲ "φάσωμεν πιστὸν κῦδος ἔχειν ἀρετάν· πλοῦτος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ" λεγόμενον ὑπὸ τοῦ Βακχυλίδου καὶ πάλιν ὑπὸ τοῦ Εὐριπίδου παραπλησίως καὶ τό "ἐγὼ δʼ οὐδὲν πρεσβύτερον νομίζω τᾶς σωφροσύνας, ἐπεὶ τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστι" "τιμᾶν τὰν τέτασθε, πλούτῳ δʼ ἀρετὰν κατεργάσασθαι δοκεῖτʼ, ἐν ἐσθλοῖς δὲ καθήσεσθʼ ἄνολβοι" ἆρʼ οὐκ ἀπόδειξίς ἐστιν ὧν οἱ φιλόσοφοι λέγουσι περὶ πλούτου καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς χωρὶς ἀρετῆς ἀνωφελῶν ὄντων καὶ ἀνονήτων τοῖς ἔχουσι; τὸ γὰρ οὕτω συνάπτειν καὶ συνοικειοῦν τοῖς δόγμασιν ἐξάγει τὰ ποιήματα τοῦ μύθου καὶ τοῦ προσωπείου, καὶ σπουδὴν περιτίθησιν αὐτοῖς χρησίμως λεγομένοις· ἔτι δὲ προανοίγει καὶ προκινεῖ τὴν τοῦ νέου ψυχὴν τοῖς ἐν φιλοσοφίᾳ λόγοις. ἔρχεται γὰρ οὐκ ἄγευστος αὐτῶν παντάπασιν οὐδʼ ἀνήκοος, οὐδʼ ἀκρίτως ἀνάπλεως ὧν ἤκουε τῆς μητρὸς ἀεὶ καὶ τίτθης καὶ νὴ Δία τοῦ πατρὸς καὶ τοῦ παιδαγωγοῦ, τοὺς πλουσίους εὐδαιμονιζόντων καὶ σεβομένων, φριττόντων δὲ τὸν θάνατον καὶ τὸν πόνον, ἄζηλον δὲ τὴν ἀρετὴν καὶ τὸ μηδὲν ἄνευ χρημάτων καὶ δόξης ἀγόντων. οἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος,3 οὐ προσιεμένους οὐδʼ ὑπομένοντας, ἂν μὴ καθάπερ ἐκ σκότους πολλοῦ μέλλοντες ἥλιον ὁρᾶν ἐθισθῶσιν οἷον ἐν νόθῳ φωτὶ κεκραμένης μύθοις ἀληθείας αὐγὴν ἔχοντι μαλακὴν ἀλύπως διαβλέπειν τὰ τοιαῦτα καὶ μὴ φεύγειν. προακηκοότες γὰρ ἐν τοῖς ποιήμασι καὶ προανεγνωκότες "τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά, τὸν δʼ αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων" καὶ "ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυεῖν μόνον Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;" καὶ "ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη" καὶ "ἡ βροτῶν τʼ εὐπραξία τῶν τἀλάχιστα γίγνεται λυπουμένων" ἧττον ταράττονται καὶ δυσκολαίνουσι παρὰ τοῖς φιλοσόφοις ἀκούοντες ὡς ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς καὶ ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ εὔδαιμον καὶ μακάριον οὐ χρημάτων πλῆθος οὐδὲ πραγμάτων ὄγκος οὐδʼ ἀρχαί τινες ἔχουσιν οὐδὲ δυνάμεις, ἀλλʼ ἀλυπία καὶ πραότης παθῶν καὶ διάθεσις ψυχῆς τὸ κατὰ φύσιν ὁρίζουσα. Διὸ καὶ τούτων ἕνεκα καὶ τῶν προειρημένων ἁπάντων ἀγαθῆς δεῖ τῷ νέῳ κυβερνήσεως περὶ τὴν ἀνάγνωσιν, ἵνα μὴ προδιαβληθεὶς ἀλλὰ μᾶλλον προπαιδευθεὶς εὐμενὴς καὶ φίλος καὶ οἰκεῖος ὑπὸ ποιητικῆς ἐπὶ φιλοσοφίαν προπέμπηται.

再者,正如前文针对劣质而有害的诗作,我们通过将显赫政治家的言论与见解置于其对立面,似乎得以消除并遏止人们对其信任一样;同样,凡在诗作中发现高雅而有益之处,我们都应当借助哲学论证与见证加以培育和光大,并将这一创见的功劳归于诗人们。因为这不仅公允,而且极为有益:当剧场所述、伴随七弦琴所唱以及在学堂中所修习的诗句,与毕达哥拉斯和柏拉图的学说相吻合,且喀隆与庇阿斯的教诫也引向与那些童年读物相同的判断时,信念便能增添力量与威望。因此,我们应当郑重地指明: “我的孩子,征战之事并未交托于你, 你且去执掌令人愉悦的婚配之事吧”以及: “当你与更强者交战,宙斯必向你发怒”这些诗句与: “认识你自己”毫无二致,且包含着完全相同的思想;而: “愚人啊,他们甚至不知半数较全体多出几何”与: “恶谋于谋划者本身最为不利”则与柏拉图在《高尔吉亚篇》和《理想国》中关于“作恶甚于受恶,施加伤害甚于遭受伤害”的学说完全相同。对于埃斯库罗斯所云: “振作起来;因极度痛苦决难久留”我们亦当补充道,这正是伊壁鸠鲁所屡屡称引与赞赏的论断:“剧烈之痛速致解脱,持久之痛难称宏大”;此二者中,埃斯库罗斯已阐明其一,而另一命题亦紧邻其所言之理。因为倘若剧烈而强烈的痛苦并不持久,那么持久的痛苦便非宏大,亦非难以忍受。而忒斯庇斯的这些诗句: “你可见宙斯以此在众神中独占鳌头, 不施谎言、不尚浮夸、不发愚妄之笑, 唯独他不识欢愉”与柏拉图所常言的: “因神圣之物远离快乐与痛苦而安立”又有何异?此外,巴克基利德斯所唱: “我们要宣称 美德方具恒久之荣光; 而财富连世间怯懦之徒亦相伴随”以及欧里庇得斯相类的诗句: “而我 以为无物比节制更为尊贵, 因它常与善人相守”以及: “你们倾力去崇敬,自以为借财富可博取美德, 却将在丰裕之中坐抱不幸”难道不正是哲学家们关于财富与外在善物之论断的佐证吗——即若无美德,外在善物对占有者毫无助益亦全无用处?如此将诗歌与哲学学说相联结并同化,便能将诗作从虚构神话与戏剧面具中引出,赋予那些有益的言辞以庄严的分量;更在青年的心灵中预先开启并激发对哲学言论的向往。因为这样一来,青年走向哲学时,便非全无涉猎或未曾听闻,亦非盲目充塞着始终从母亲、乳母、甚至凭宙斯起誓从父亲和仆从那里听来的见闻——他们赞美并膜拜富人,对死亡与苦痛心惊胆战,将美德视同敝履,以为若无金钱声誉便一无是处。当青年初次听到与这些世俗见闻相反的哲人言论时,震惊、慌乱与错愕往往会攫住他们,使他们既不愿接纳亦不能忍受;除非他们如久处幽暗而将视骄阳之人一般,在带有混杂着神话的真理之柔和光辉、仿佛伪光般的光亮中,习惯于毫无痛苦地正视这等义理而不致逃遁。因为他们已在诗篇中预先听过并读过: “诞生之人当为之啼哭,念其将遭逢几多灾厄; 逝去而息止劳苦之人, 则当满怀喜悦与祝祷送出家门”以及: “凡人除了仅有的两样—— 得墨忒耳之粮与引流之甘泉外,复有何求?” 以及: “嗟乎,蛮夷之徒所珍爱的僭政!” 以及: “凡人的幸福, 往往降临于忧伤最寡之人”因此,当他们在哲学家那里听到“死亡于我们毫无相干”、“自然之财富有其限度”、以及“幸福与安详不取决于资财丰饶、事务浩大,抑或某些官职与权势,而在于免除痛苦、情欲温和以及界定何为合乎自然的心灵状态”时,便较少感到惊扰与反感。 故而,既出于这些缘由,亦鉴于前文所言及的一切,青年人在阅读诗歌时亟需良善的引导,以便不致预先怀有偏见,反能预先受到教益,怀着亲善、友爱与亲近之心,由诗歌护送而迈向哲学。

语法注3 条
  1. 14ἀποδιδόντας τὴν εὕρεσιν ἐκείνοις

    指示代词 ἐκείνοις 在此语境中并非指由紧邻的形容词 φιλοσόφοις(“哲学的”)所联想到的“哲人们”,而是指创制诗句的“诗人们”。其论理逻辑在于:将这一发现(εὕρεσις)的首创之功归于诗人,同时借助哲学家的论证与见证对其加以深化和充实。

  2. 36bὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρακείμενόν ἐστιν

    关系代词 ὧν 为部分属格,先行词是紧接在前的伊壁鸠鲁的两项命题(即“剧痛速除[τὸ μέν]”与“久痛非巨[τὸ δέ]”)。埃斯库罗斯明确言明了前者,而后者则作为逻辑推论紧随其后。

  3. 36eοἷς ἀντίφωνα τὰ τῶν φιλοσόφων ἀκούοντας αὐτοὺς τὸ πρῶτον ἔκπληξις ἴσχει καὶ ταραχὴ καὶ θάμβος

    关系代词 οἷς 是承接前文世俗见解(母亲、乳母等赞美财富、畏惧死亡的观念)的连接性代词,作 ἀντίφωνα(作对立之声/与……相悖)的补足语。宾格分词短语 ἀκούοντας αὐτοὺς 则充当主句谓语动词 ἴσχει 的直接宾语(意即“当他们听到……之时,震惊……攫住了他们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:14