- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:11#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出读诗时应摒弃哲学家牵强附会的字源解说,而着力体会诗篇如何阐明英勇、节制、和善与知耻等诸德皆源于智慧,并可通过理性与教诲习得。
δεῖ δὲ μηδὲ τῶν ὀνομάτων ἀμελῶς ἀκούειν, ἀλλὰ τὴν μὲν Κλεάνθους παιδιὰν παραιτεῖσθαι· κατειρωνεύεται γὰρ ἔστιν ὅτε προσποιούμενος ἐξηγεῖσθαι τὸ "Ζεῦ πάτερ Ἴδηθεν μεδέων" καὶ τὸ "Ζεῦ ἄνα Δωδωναῖε" κελεύων ἀναγιγνώσκειν ὑφʼ ἕν, ὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα.1 καὶ Χρύσιππος δὲ πολλαχοῦ γλίσχρος ἐστίν, οὐ παίζων ἀλλʼ εὑρησιλογῶν ἀπιθάνως, καὶ παραβιαζόμενος εὐρύοπα Κρονίδην εἶναι τὸν δεινὸν ἐν τῷ διαλέγεσθαι καὶ διαβεβηκότα τῇ δυνάμει τοῦ λόγου. βέλτιον δὲ ταῦτα τοῖς γραμματικοῖς παρέντας ἐκεῖνα μᾶλλον πιέζειν2 οἷς ἅμα τὸ χρήσιμον καὶ πιθανὸν ἔνεστιν "οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς" καὶ "πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι" τήν τε γὰρ ἀνδρείαν ἀποφαίνων μάθημα καὶ τὸ προσφιλῶς ἅμα καὶ κεχαρισμένως ἀνθρώποις ὁμιλεῖν ἀπʼ ἐπιστήμης καὶ κατὰ λόγον γίγνεσθαι νομίζων προτρέπει μὴ ἀμελεῖν ἑαυτῶν, ἀλλὰ μανθάνειν τὰ καλὰ καὶ προσέχειν τοῖς διδάσκουσιν, ὡς καὶ τὴν σκαιότητα καὶ τὴν δειλίαν ἀμαθίαν καὶ ἄγνοιαν οὖσαν.3 σφόδρα δὲ τούτοις κἀκεῖνα σύμφωνά ἐστιν ἃ λέγει περὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος "ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη." θειότατον γὰρ ἀποφαίνει τὴν φρόνησιν καὶ βασιλικώτατον, ἐν ᾗ τίθεται τὴν μεγίστην ὑπεροχὴν τοῦ Διός, ἅτε δὴ καὶ τὰς ἄλλας ἀρετὰς ἕπεσθαι ταύτῃ νομίζων. ἐθιστέον δʼ ἅμα καὶ τούτων ἐγρηγορότως τὸν νέον ἀκούειν "ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστὶ" καί "Ἀντίλοχε, πρόσθεν πεπνυμένε, ποῖον ἔρεξας; ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους" καὶ "Γλαῦκε, τίη δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπας; ὦ πέπον, ἦ τʼ ἐφάμην σε περὶ φρένας ἔμμεναι ἄλλων" , ὡς οὔτε ψευδομένων τῶν φρονίμων οὔτε κακομαχούντων ἐν τοῖς ἀγῶσιν οὔτε παρʼ ἀξίαν ἑτέροις ἐγκαλούντων. καὶ τὸν Πάνδαρον δὲ πεισθῆναι λέγων διὰ τὴν ἀφροσύνην τὰ ὅρκια συγχέαι δῆλός ἐστιν οὐκ ἂν ἀδικῆσαι τὸν φρόνιμον ἡγούμενος4 ὅμοια δʼ ἔστι καὶ περὶ σωφροσύνης ὑποδεικνύειν ἐφιστάντα τοῖς οὕτω λεγομένοις "τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο, δῖʼ Ἄντεια, κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι πεῖθʼ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην" "ἡ δʼ ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές, δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν" ἐν μὲν οὖν τούτοις τῇ φρονήσει τὴν τοῦ σωφρονεῖν αἰτίαν ἀποδίδωσιν, ἐν δὲ ταῖς παρὰ τὰς μάχας κελεύσεσιν ἑκάστοτε λέγων "αἰδώς, ὦ Λύκιοι. πόσε φεύγετε; νῦν θοοὶ ἔστε" καὶ "ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν" ἀνδρείους ἔοικε ποιεῖν τοὺς σώφρονας5 διὰ τὸ αἰδεῖσθαι τὰ αἰσχρὰ καὶ τὰς ἡδονὰς δυναμένους ὑπερβαίνειν καὶ τοὺς κινδύνους ὑφίστασθαι. ἀφʼ ὧν καὶ Τιμόθεος ὁρμηθεὶς οὐ κακῶς ἐν τοῖς Πέρσαις τοὺς Ἕλληνας παρεκάλει "σέβεσθʼ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου" Αἰσχύλος δὲ καὶ τὸ πρὸς δόξαν ἔχειν ἀτύφως καὶ μὴ διασοβεῖσθαι μηδʼ ἐπαίρεσθαι τοῖς παρὰ τῶν πολλῶν ἐπαίνοις ἐν τῷ φρονεῖν τίθεται περὶ τοῦ Ἀμφιαράου γράφων "οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἀφʼ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα" τὸ γὰρ ἐφʼ ἑαυτῷ καὶ τῇ διαθέσει τῇ περὶ αὑτὸν οὔσῃ κρατίστῃ μεγαλοφρονεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι. πάντων οὖν ἀναγομένων εἰς τὴν φρόνησιν ἀποδείκνυται πᾶν εἶδος ἀρετῆς ἐπιγιγνόμενον ἐκ λόγου καὶ διδασκαλίας.
人们对词句亦不可轻率视之,而须拒绝克里安提斯的戏论;因为他时常故作反讽,佯装解说诗句: “统御伊达山的天父宙斯,”又就: “多多那的主宰宙斯,”命人将其连缀为一词来诵读,称从大地蒸腾而起的空气由于向上发散,故被称为“向上多多那的”。克律西波斯在多处亦显狭隘拘泥,并非出于戏谑,而是牵强附会地杜撰说辞,强作解人,硬说“声音远播的克罗诺斯之子”是指精于辩证、言辞之力超凡出众之人。然而,将这些留给语文学家,转而去探究那些兼具实用与合宜之处方为上策,诸如: “我的心胸未曾如此驱使我,因我已学会要做英豪,”以及: “因他懂得待所有人以谦和。” 诗人指出英勇乃可习得之物,并认为与人交往亲切和善乃出自知识与理性,以此激励我们切莫忽视自身,而当学习高尚之德,倾听训导者,因为拙劣与怯懦亦同样是无知与未受教导。与此高度吻合的,还有他论及宙斯与波塞冬时所言: “二人确属同根,且具同乡之谊, 然宙斯降生居先,所知亦复更为广博。” 因为诗人展示出智慧是最具神性、最合于王者之德,并将宙斯最大的优越性寄托于此,认为其他美德亦顺理成章地附从于此。同时,亦当使青年习惯于警醒地聆听以下文句: “他决不会说谎;因为他是极富明智之人,”以及: “安提罗科斯,昔日的明达之士,你做下了何等之事! 你玷污了我的德行,又损伤了我的骏马,”还有: “格劳科斯,像你这般人物,何以吐出如此骄横之言? 朋友,我本以为你在心智上远超旁人,”这表明明智之人既不说谎,亦不在竞技中行使卑劣手段,更不会无端指责他人。而当诗人言及潘达罗斯因愚昧而被说服去毁弃盟誓时,显然亦认为明智之人绝不会行不义之事。关于节制,亦可通过引导人们注意如下言辞来加以表明: “普洛伊托斯之妻、高贵的安忒亚痴狂地恋慕他, 意欲与他暗通款曲;但她丝毫未能 说服思虑纯正、意气英发的柏勒罗丰,”以及: “起初她确乎回绝了这丑恶之行, 高贵的克吕泰涅斯特拉;因她怀有端正的心思。” 在这些篇章中,诗人将节制的原因归于智慧;而在激战之际的号令中,他每次高呼: “知耻吧,吕喀亚人!你们奔向何方? 如今当显迅捷!” 以及: “各人当在胸膛中铭记 羞耻与公愤;因巨大的争战确已兴起,”他似乎正是借助节制之人对羞耻之事的畏惧,使他们既能战胜享乐又能承担危难,从而令其变得英勇顽强。受此启发,提摩太在《波斯人》中向希腊人发出的呼吁亦极中肯: “当敬畏羞耻,这持矛征战之德的助手。” 埃斯库罗斯亦将面对虚名不加浮夸、不被凡夫俗子的颂扬所动摇和骄矜的态度归于智慧,他在描写安菲阿剌俄斯时写道: “因他不求显为最善,而求真正至善, 从心智深犁的田垄中收获果实, 由此萌生崇高的谋略。” 因为因自身及其最为卓越的性情而保持高尚自尊,正是有识之士的本色。因此,既然一切皆归结于智慧,便证明了一切形式的美德皆是由理性与教诲所生成的。
- 31eὡς τὸν ἐκ τῆς γῆς ἀναθυμιώμενον ἀέρα διὰ τὴν ἀνάδοσιν ἀναδωδωναῖον ὄντα
由连词 ὡς 引导的带宾格分词结构(逻辑主语为 τὸν ἀέρα,分词为 ὄντα)。该结构依存于主句中的分词 κελεύων,表示克里安提斯所主张的主观缘由或解释内容(“声称……是……”)。
- 31eἐκεῖνα μᾶλλον πιέζειν
动词 πιέζω(本义为“压迫”、“紧按”)在此处作隐喻用法,意为“强调”、“着重抓住(某个论点或阐释)”。与前文的 ταῦτα τοῖς γραμματικοῖς παρέντας(“将这些留给语文学家”)形成鲜明对比。
- 31eτὴν σκαιότητα καὶ τὴν δειλίαν ἀμαθίαν καὶ ἄγνοιαν οὖσαν
位于 ὡς 之后的宾格分词结构。虽然并列的两个阴性单数名词(τὴν σκαιότητα καὶ τὴν δειλίαν)充当逻辑主语,但分词 οὖσαν 受邻近成分或阴性单数表语名词(ἀμαθίαν / ἄγνοιαν)的吸引而呈现为单数形式。
- 32bδῆλός ἐστιν οὐκ ἂν ἀδικῆσαι τὸν φρόνιμον ἡγούμενος
人称结构 δῆλός ἐστιν 搭配补充性分词(ἡγούμενος),意为“显然认为……”。分词所带的宾语从句采用 οὐκ ἄν 加不定式(ἀδικῆσαι),构成了间接引语中的非现实假设或潜在推测(“明智之人断不会作恶”)。
- 32dἀνδρείους ἔοικε ποιεῖν τοὺς σώφρονας
ἔοικε 的主语承接上下文为荷马。其后连接的分词短语 καὶ τὰς ἡδονὰς δυναμένους ὑπερβαίνειν καὶ τοὺς κινδύνους ὑφίστασθαι 用以修饰 τοὺς σώφρονας;动词 ποιεῖν 构成双宾格结构(宾语 τοὺς σώφρονας,宾语补足语 ἀνδρείους),整句结构为“他似乎使节制之人变得勇敢”。
