- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol I. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1888.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:11#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了读诗当着眼于道德品性,并援引荷马史诗等作品,论证当效法明智之人视耻辱甚于死亡,以及在激愤萌生之前便未雨绸缪、加以克制的远见。
ἐπεὶ δʼ ὥσπερ ἐν ταῖς νομαῖς ἡ μὲν μέλιττα διώκει τὸ ἄνθος, ἡ δʼ αἲξ τὸν θαλλόν, ἡ δʼ ὗς τὴν ῥίζαν, ἄλλα δὲ ζῷα τὸ σπέρμα καὶ τὸν καρπόν, οὕτως, ἐν ταῖς ἀναγνώσεσι τῶν ποιημάτων ὁ μὲν ἀπανθίζεται τὴν ἱστορίαν, ὁ δʼ ἐμφύεται τῷ κάλλει καὶ τῇ κατασκευῇ τῶν ὀνομάτων, καθάπερ ὁ Ἀριστοφάνης περὶ τοῦ Εὐριπίδου φησὶ "χρῶμαι γὰρ αὐτοῦ τοῦ στόματος τῷ στρογγύλῳ" · οἱ δὲ τῶν πρὸς τὸ ἦθος εἰρημένων ὠφελίμως ἔχονται, πρὸς οὓς δὴ νῦν ἡμῖν ὁ λόγος ἐστίν, ὑπομιμνῄσκωμεν αὐτοὺς ὅτι δεινόν ἐστι1 τὸν μὲν φιλόμυθον μὴ λανθάνειν τὰ καινῶς ἱστορούμενα καὶ περιττῶς, μηδὲ τὸν φιλόλογον ἐκφεύγειν τὰ καθαρῶς πεφρασμένα καὶ ῥητορικῶς, τὸν δὲ φιλότιμον καὶ φιλόκαλον καὶ μὴ παιγνίας ἀλλὰ παιδείας ἕνεκα ποιημάτων ἁπτόμενον ἀργῶς καὶ ἀμελῶς ἀκούειν τῶν πρὸς ἀνδρείαν ἢ σωφροσύνην ἢ δικαιοσύνην ἀναπεφωνημένων, οἷα καὶ ταῦτʼ ἐστὶ "Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο· δὴ γὰρ ἔλεγχος ἔσσεται, εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ" τὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον.2 καὶ τῷ "χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ" τοιοῦτον ἐπιλογισμὸν δίδωσι, μήτε πλουσίῳ τινὶ μήτε καλῷ τὸ σῶμα μήτʼ ἰσχυρῷ τὴν θεὸν χαίρουσαν ἀλλὰ φρονίμῳ καὶ δικαίῳ ποιήσας, καὶ πάλιν τὸν Ὀδυσσέα φάσκουσα3 μὴ περιορᾶν μηδὲ προλείπειν "οὕνεκʼ ἐπητής ἐστι καὶ ἀγχίνοος καὶ ἐχέφρων," ἐνδείκνυται μόνον εἶναι τῶν ἡμετέρων θεοφιλὲς καὶ θεῖον ἀρετήν, εἴγε δὴ τὰ ὅμοια χαίρειν τοῖς ὁμοίοις πέφυκεν. ἐπεὶ δὲ μεγάλου δοκοῦντος εἶναι καὶ ὄντος τοῦ κρατεῖν ὀργῆς μεῖζόν ἐστιν ἡ φυλακὴ καὶ ἡ πρόνοια τοῦ μὴ περιπεσεῖν ὀργῇ μηδʼ ἁλῶναι, καὶ ταῦτα δεῖ τοῖς ἀναγιγνώσκουσιν ὑποδεικνύειν οὑκ μὴ παρέργως, ὅτι τὸν Πρίαμον ὁ Ἀχιλλεὺς ἀνασχετικὸς ὢν οὐδὲ πρᾶος ἡσυχίαν ἄγειν κελεύει καὶ μὴ παροξύνειν αὐτόν, οὕτως "μηκέτι νῦν μʼ ἐρέθιζε, γέρον νοέω δὲ καὶ αὐτός Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε μή σε, γέρον, οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω,4 καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς," καὶ τὸν Ἕκτορα λούσας καὶ περιστείλας αὐτὸς ἐπὶ τὴν ἀπήνην τίθησι, πρὶν ᾐκισμένον ὑπὸ τοῦ πατρὸς ὀφθῆναι, "μὴ ὁ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο, παῖδα ἰδών, Ἀχιλῆι δʼ ὀρινθείη φίλον ἦτορ καὶ ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς" τὸ γὰρ ἐπισφαλῶς πρὸς ὀργὴν ἔχοντα καὶ φύσει τραχὺν ὄντα καὶ θυμοειδῆ μὴ λανθάνειν ἑαυτὸν ἀλλʼ ἐξευλαβεῖσθαι καὶ φυλάττεσθαι τὰς αἰτίας καὶ προκαταλαμβάνειν τῷ λογισμῷ πόρρωθεν ὅπως οὐδʼ ἄκων τῷ πάθει περιπεσεῖται, θαυμαστῆς ἐστι προνοίας.5 οὕτω δὲ δεῖ καὶ πρὸς μέθην τὸν φίλοινον ἔχειν καὶ πρὸς ἔρωτα τὸν ἐρωτικόν· ὥσπερ ὁ Ἀγησίλαος οὐχ ὑπέμεινεν ὑπὸ τοῦ καλοῦ φιληθῆναι προσιόντος, ὁ δὲ Κῦρος οὐδʼ ἰδεῖν τὴν Πάνθειαν ἐτόλμησε, τῶν ἀπαιδεύτων τοὐναντίον ὑπεκκαύματα τοῖς πάθεσι συλλεγόντων καὶ πρὸς ἃ μάλιστα κακῶς καὶ ὀλισθηρῶς ἔχουσιν αὑτοὺς προϊεμένων. ὁ δʼ Ὀδυσσεὺς οὐ μόνον ἑαυτὸν ἀνέχει θυμούμενον, ἀλλὰ καὶ τὸν Τηλέμαχον ἐκ τοῦ λόγου συνιδὼν χαλεπὸν ὄντα καὶ μισοπόνηρον ἀμβλύνει καὶ παρασκευάζει πόρρωθεν ἡσυχίαν ἄγειν καὶ ἀνέχεσθαι, κελεύων "εἰ δὲ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ" "τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε ἢ βέλεσιν βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι" ὥσπερ γὰρ τοὺς ἵππους οὐκ ἐν τοῖς δρόμοις χαλινοῦσιν ἀλλὰ πρὸ τῶν δρόμων, οὕτω τοὺς δυσκαθέκτους πρὸς τὰ δεινὰ καὶ θυμοειδεῖς προκαταλαμβάνοντες τοῖς λογισμοῖς καὶ προκαταρτύοντες ἐπὶ τοὺς ἀγῶνας ἄγουσι.
正如在草场上蜜蜂追逐鲜花,山羊采食嫩芽,野猪寻觅根茎,而其他动物则觅取种子和果实一样,在阅读诗篇时,有人摘取故事,有人则留恋于文辞的优美与布局,正如阿里斯托芬谈及欧里庇得斯时所言: “因我取用他那口吻的圆熟流丽;”然而,对于那些紧握关乎品性的有益教言之人——这正是我们如今论说的对象——我们应当提醒他们:若是喜爱神话者不漏过新颖奇特的掌故,喜爱辞章者不错失纯正雄辩的措辞,那么追求荣誉与美善、非为戏谑而为教养研读诗篇的人,若对关乎英勇、节制或正义的宣示充耳不闻或漠然视之,那将是何等荒唐!正如这几句所言: “堤丢斯之子啊,我们遭遇了何事,竟忘却了迅猛的勇气? 来吧,朋友,立于我侧;若戴盔耀目的赫克托尔 夺去战船,那将是莫大的耻辱。” 因为在与众人一同面临灭亡与覆没的危险中,看到最明智之人所惧怕的乃是羞耻与非难而非死亡,必会使青年对美德产生深切的热望。又如对于: “雅典娜欣悦于明智而正直之人,”诗人亦赋予了同样的考量:他展示出女神既非欣悦于富有之人,亦非欣悦于身体健美或强壮之人,而是欣悦于明智且正直之人;女神复称其决不忽视亦不抛弃奥德修斯,“因他谦恭温雅、机警敏锐且心志坚定,”这表明在属人之物中,唯有美德得神眷顾且具有神圣性,若同类自然欣悦于同类的话。 再者,由于克制愤怒被视为——且确实是——伟大之事,而防患于未然、谨慎戒备以避免陷入愤怒并不为之所俘获则更为重大,因此人们亦应当向读者重点指明这一点,而非草草带过:阿基琉斯本非隐忍温和之人,却命普里阿摩斯保持安静且勿激怒自己,如是说: “老人啊,现在切莫再触怒我;我自身亦有意 为你赎还赫克托尔,宙斯的使者已降临我处; 免得老人啊,我连你也不容于帐棚之中, 纵使你是求告者,从而违背宙斯的戒令;”并且他在清洗并包裹赫克托尔之后,亲手将其置于马车之上,以免受损的遗体被其父看见: “免得老人目睹其子,悲痛的心难遏怒火, 从而激荡阿基琉斯爱惜的心扉, 令其将其杀害,违背宙斯的戒令。” 因为一个极易倾于愤怒、天性粗暴狂烈之人,并非对自身毫无察觉,而是心存戒备、谨防由端,从远处便以理性未雨绸缪,使其纵在无意中亦不致深陷激情,这是令人叹服的远见。好饮之人对待沉醉,多情之人对待情欲,亦当如此;正如阿格西劳斯不容美少年走近吻他,居鲁士甚至不敢正眼去看潘泰亚;而未经教化之辈则相反,他们为激情收集柴薪,自暴自弃地投向自己最脆弱、最易失足之境。奥德修斯不仅在自己发怒时克制自身,且从言辞中察觉忒勒马科斯性情严苛而嫉恶如仇,便预先使其平缓,从远处准备让他安分忍耐,吩咐道: “若他们在宅邸之中侮辱我,你的心扉 在胸膛中须当忍耐我遭受的恶待, 即便他们拽着我的双脚穿过大堂拖出门外, 或用投掷物投击我;你目睹之时亦当隐忍。” 正如人们并非在赛道上而是在进入赛道前给马戴上辔头一样,人们对于面临险境难以遏制且易于冲动之人,亦是以理性预先控制,事先加以训导,而后方引其步入争战。
- 30dἐπεὶ δʼ ὥσπερ ἐν ταῖς νομαῖς... ὑπομιμνῄσκωμεν αὐτοὺς ὅτι δεινόν ἐστι
全句始于长篇比喻('ἐπεὶ δʼ ὥσπερ... οὕτως...'),直至关系从句('πρὸς οὓς δὴ νῦν ἡμῖν ὁ λόγος ἐστίν')后,方引出主句的核心谓语动词——劝勉虚拟语气'ὑπομιμνῄσκωμεν'(让我们提醒)。此处的 ἐπεί 具有转折引入的话语标记功能,整句骨干为 ὑπομιμνῄσκωμεν + 宾格 αὐτούς + ὅτι 从句('δεινόν ἐστι...')。
- 30eτὸ γὰρ ἐν κινδύνῳ τοῦ διαφθαρῆναι καὶ ἀπολέσθαι μετὰ πάντων ὄντα τὸν φρονιμώτατον ὁρᾶν τὸ αἰσχρὸν δεδοικότα καὶ τὸ ἐπονείδιστον ἀλλὰ μὴ τὸν θάνατον, ἐμπαθῆ ποιήσει πρὸς ἀρετὴν τὸν νέον.
全句主语为冠词引导的不定式短语'τὸ ... ὁρᾶν'(看到……),主谓语动词是'ἐμπαθῆ ποιήσει'(将使……充满热情)。不定式 ὁρᾶν 的宾语是'τὸν φρονιμώτατον',并由两个同格分词'ὄντα'与'δεδοικότα'共同修饰。插入的介词短语及对照成分(ἀλλὰ μὴ τὸν θάνατον)使得主语核心与谓语动词产生大幅度离隔。
- 30eποιήσας, καὶ πάλιν τὸν Ὀδυσσέα φάσκουσα
阳性主格分词'ποιήσας'指代诗人荷马(意为“通过描写女神喜爱……”),而接下来的阴性主格分词'φάσκουσα'则将修饰对象转向了诗中说话的女神雅典娜自身。此处出现了逻辑主语由诗人转向诗中登场神祇的破格语法(anacoluthon)。
- 31aμή σε, γέρον, οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
荷马引文中,μή 与虚拟语气(或将来时直说语气)连用,省略了起支配作用的警示或担忧动词(如“唯恐/谨防”),表示威慑性告诫(“免得我连你也不容……”)。'οὐδʼ αὐτόν'起强调否定作用(“甚至连你本人也不”)。
- 31bτὸ γὰρ ἐπισφαλῶς πρὸς ὀργὴν ἔχοντα... θαυμαστῆς ἐστι προνοίας.
句首由冠词引导的不定式从句'τὸ ... μὴ λανθάνειν ἑαυτὸν ἀλλʼ ἐξευλαβεῖσθαι ...'构成全句主语。表语为性质属格'θαυμαστῆς ἐστι προνοίας'(意为“属于/是令人赞叹的远见”)。不定式在逻辑上的主语由宾格分词'ἔχοντα'(易于陷入愤怒之人)充当。
