← 普鲁塔克

青年如何读诗

§10#2

诗中希腊人与特洛亚人行为举止的对比

普鲁塔克探讨了诗作中希腊人与特洛亚人在行为举止上的差异,借此阐明希腊式的纪律、审慎等德性与蛮族式的狂妄、求饶之间的鲜明对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10#2

"" καὶ μετὰ τὸ δεῖπνον ἐξαποστέλλει τοὺς πρέσβεις· τοῦτο γὰρ ἦν ἐπανόρθωσις ἁμαρτίας, ἐκεῖνο δὲ κατηγορία καὶ προπηλακισμός Ἔτι δὲ καὶ τὰς ἐν τοῖς γένεσι διαφορὰς σκεπτέον, ὧν τοιοῦτός ἐστιν ὁ τρόπος. οἱ μὲν Τρῶες ἐπίασι μετὰ κραυγῆς καὶ θράσους, οἱ δʼ Ἀχαιοὶ "σιγῇ δειδιότες σημάντορας" τὸ γὰρ ἐν χερσὶ τῶν πολεμίων ὄντων1 φοβεῖσθαι τοὺς ἄρχοντας ἀνδρείας ἅμα καὶ πειθαρχίας σημεῖον. ὅθεν ὁ μὲν Πλάτων ἐθίζει τοὺς ψόγους φοβεῖσθαι καὶ τὰ αἰσχρὰ μᾶλλον τοὺς πόνους καὶ τοὺς κινδύνους, ὁ δὲ Κάτων ἔλεγε φιλεῖν τοὺς ἐρυθριῶντας μᾶλλον ἢ τοὺς ὠχριῶντας. ἔστι δὲ καὶ τῶν ἐπαγγελιῶν ἴδιος χαρακτήρ. ὁ μὲν γὰρ Δόλων ἐπαγγέλλεται "τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρʼ ἂν ἵκωμαι νῆʼ Ἀγαμεμνονέην," ὁ δὲ Διομήδης ἐπαγγέλλεται μὲν οὐδέν, ἧττον δʼ ἄν φησι φοβηθῆναι μεθʼ ἑτέρου πεμπόμενος. Ἑλληνικὸν οὖν καὶ ἀστεῖον ἡ πρόνοια, βαρβαρικὸν δὲ καὶ φαῦλον ἡ θρασύτης· καὶ δεῖ τὸ μὲν ζηλοῦν τὸ δὲ δυσχεραίνειν. ἔχεται δέ τινος οὐκ ἀχρήστου θεωρίας καὶ τὸ περὶ τοὺς Τρῶας καὶ τὸν Ἕκτορα πάθος, τοῦ Αἴαντος αὐτῷ μονομαχεῖν μέλλοντος. ὁ μὲν γὰρ Αἰσχύλος Ἰσθμοῖ πύκτου πληγέντος εἰς τὸ πρόσωπον καὶ κραυγῆς γενομένης, οἷον εἶπεν ἡ ἄσκησίς ἐστιν. οἱ θεώμενοι βοῶσιν, ὁ δὲ πληγεὶς σιωπᾷ τοῦ δὲ ποιητοῦ λέγοντος ὅτι τὸν Αἴαντα τῶν ὅπλων ποιούντων λαμπρὸν οἱ μὲν Ἕλληνες ἔχαιρον ὁρῶντες, "Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον, Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε" , τίς οὐκ ἂν ἀγάσαιτο τὴν διαφοράν; τοῦ μὲν κινδυνεύοντος ἡ καρδία πηδᾷ μόνον, ὥσπερ παλαίειν νὴ Δίʼ ἢ σταδιοδρομεῖν μέλλοντος, τῶν δὲ θεωμένων τρέμει καὶ πάλλεται τὸ σῶμα διʼ εὔνοιαν καὶ φόβον ὑπὲρ τοῦ βασιλέως. ἐνταῦθα δὲ καὶ τὴν τοῦ κρατίστου πρὸς τὸν κάκιστον διαφορὰν ἀποθεωρητέον. ὁ μὲν γὰρ Θερσίτης "ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι" , ὁ δʼ Αἴας ἀεί τε τῷ Ἀχιλλεῖ προσφιλὴς καὶ πρὸς τὸν Ἕκτορα λέγει περὶ αὐτοῦ "νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι, καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα2" καὶ τοῦτο μὲν Ἀχιλλέως τὸ ἐγκώμιόν ἐστι, τὰ δʼ ἑξῆς ὑπὲρ ἁπάντων εἴρηται χρησίμως "ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν καὶ πολέες" , οὔτε μόνον οὔτε ἄριστον ἀποφαίνων ἑαυτὸν ἀλλὰ μετὰ πολλῶν ὁμοίως δυνάμενον ἀμύνασθαι. ταῦτα μὲν οὖν ἱκανὰ περὶ διαφορᾶς, ἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν,3 ὅτι τῶν Τρώων ἑαλώκασι καὶ πολλοὶ ζῶντες, οὐδεὶς δὲ τῶν Ἀχαιῶν, καὶ τῶν μὲν ὑποπεπτώκασιν ἔνιοι τοῖς πολεμίοις, ὥσπερ ὁ Ἄδραστος, οἱ Ἀντιμάχου παῖδες, ὁ Λυκάων, αὐτὸς ὁ Ἕκτωρ δεόμενος περὶ ταφῆς τοῦ Ἀχιλλέως, ἐκείνων δʼ οὐδείς, ὡς βαρβαρικοῦ τοῦ ἱκετεύειν καὶ ὑποπίπτειν ἐν τοῖς ἀγῶσιν ὄντος, Ἑλληνικοῦ δὲ τοῦ νικᾶν μαχόμενον ἢ ἀποθνῄσκειν.

而在宴席之后,他派出了使节;因为这是对过失的补救,而那一种做法则是指责与辱骂。 此外,人们还应当考察各民族之间的差异,其情形如下。特洛亚人带着喧嚣与鲁莽发起冲锋,而阿开奥斯人则是: “默默无声,敬畏着指挥官;” 因为在敌人逼近眼前之时敬畏将领,乃是兼具英勇与纪律的表征。因此,柏拉图让人习惯于惧怕责难与耻辱,胜过惧怕劳苦与危险;而加图也曾说,他喜欢脸红的人胜过面色发白的人。此外,誓言亦有其独特品性。多隆发誓说: “我将长驱直入军营,直到抵达 阿伽门农的战船;” 而狄俄墨得斯则全无夸口,只说若有人同去,自己便不会那么畏惧。因此,深谋远虑是希腊式的、文雅的,而鲁莽狂妄则是蛮族式的、卑劣的;人们应当效法前者而厌弃后者。 此外,当埃阿斯即将与赫克托尔单打独斗时,特洛亚人与赫克托尔所流露的情感也包含着不可废弃的义理。埃斯库罗斯在科林斯地峡见一名拳击手面部中拳而引发众人呼喊时曾说:“训练是何等奇妙!旁观者惊呼,挨打的人却一声不吭。” 然而,既然诗人说道,当铠甲令埃阿斯光彩夺目时,希腊人见之喜悦, “ 可怕的战栗却袭上了每个特洛亚人的四肢, 连赫克托尔自己的胸膛中也是心跳怦怦;” 谁能不赞叹这般差异呢?临险者本人的心只是跳动,凭宙斯起誓,仿佛他要去摔跤或短跑一般;而旁观者由于对其君王的关切与恐惧,全身都在颤抖和悸动。在此,人们亦当观察最强者与最劣者之间的差异。瑟息忒斯 “对于阿基琉斯和奥德修斯乃是最可憎恨之人; ”而埃阿斯却始终亲近阿基琉斯,并对赫克托尔谈及他道: “如今你便将在一对一中真切知晓, 即便在裂敌军阵、勇如雄狮的阿基琉斯之后, 达奈人中亦有何等勇士同在;” 这是对阿基琉斯的颂扬,而接下来的话则是为众人有益地道出的: “我们便足以迎战于你,且大有人在;” 他既不把自身标榜为唯一的勇士,亦不标榜为最杰出的勇士,而是表明自己能与许多人一样抵御强敌。关于差异,这些便已足够;除非我们还愿补充这一点:特洛亚人中有许多人被生擒,而阿开奥斯人中却无一人被俘;特洛亚人中有些人拜伏于敌人脚下——如阿德剌斯托斯、安提马科斯的众子、吕卡翁,以及为安葬之事哀求阿基琉斯的赫克托尔本人——但阿开奥斯人中却无一人如此;因为在决斗争战中乞求与屈从是蛮族的风习,而在战斗中得胜或阵亡才是希腊人的风骨。

语法注3 条
  1. 29eἐν χερσὶ τῶν πολεμίων ὄντων

    τῶν πολεμίων ὄντων 带有分词 ὄντων,构成属格独立结构,结合成语 ἐν χερσί(“近在眼前、短兵相接之处”),在句中作时间或情境状语,意为“当敌人近在咫尺之时”。

  2. 30bκαὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα

    引自荷马《伊利亚特》卷七第228行。介词 μετά 接宾格通常表示顺序(“在……之后”),但在阿基琉斯退兵拒战的语境下,此处兼具比较与让步的意味,意为“即便在除去了阿基琉斯之后/即使缺少了阿基琉斯”。

  3. 30cἂν μὴ κἀκεῖνο βουλώμεθα προσλαβεῖν

    带有虚拟式 βουλώμεθα 的条件从句(“除非我们还希望补充那一点”)。修辞上用作提顿法/假装略过(praeteritio/paraleipsis),表面上看似不打算赘述,实则顺理成章地引出了特洛亚人屈膝求饶的事例。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg068.humanitext-grc2:10#2