- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:9.1-9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了关于宁菲狄乌斯身世的传闻(被指为卡利古拉或角斗士之子),以及他独揽推翻尼禄之功、图谋篡夺皇位并派人格利阿努斯前往伊比利亚刺探局势的情形。
οὕτω δὲ προσάγων ὁ Νυμφίδιος ἐγγυτέρω ταῖς ἐλπίσιν οὐκ ἔφευγε Γαΐου Καίσαρος υἱὸς λέγεσθαι τοῦ μετὰ Τιβέριον ἄρξαντος. ἐγνώκει γὰρ ὁ Γάϊος, ὡς ἔοικε, τὴν τεκοῦσαν αὐτὸν ἔτι μειράκιον ὢν οὐκ ἀειδῆ τὴν ὄψιν οὖσαν, ἐκ δʼ ἀκεστρίας ἐπιμισθίου Καλλίστῳ, Καίσαρος ἀπελευθέρῳ, γεγενημένην.1
就这样,随着宁菲狄乌斯的野心日益逼近目标,他并不排斥被称为继提贝里乌斯之后掌权的盖乌斯·凯撒之子。因为据说盖乌斯在青年时代便与他的母亲有染;此女容貌不俗,是一名雇佣女裁缝为凯撒的获释奴卡利斯图斯所生的女儿。
ἀλλʼ ἦν ἡ πρὸς Γάϊον ἔντευξις αὐτῆς, ὡς ἔοικε, νεωτέρα τῆς Νυμφιδίου γενέσεως, αἰτίαν δὲ ἔσχεν ἐκ Μαρτιανοῦ τοῦ μονομάχου γεγονέναι, τῆς Νυμφιδίας ἐρασθείσης διὰ δόξαν αὐτοῦ, καὶ μᾶλλον ἐδόκει καθʼ ὁμοιότητα τῆς ἰδέας ἐκείνῳ προσήκειν.
然而,她与盖乌斯的往来似乎比宁菲狄乌斯的出生更晚,当时人们传说他是角斗士马尔提阿努斯所生,因为宁菲狄亚曾因该人的声名而爱慕他;从面貌相似度来看,他似乎也更应归于此人。
ἀλλʼ ὁμολογῶν γε Νυμφιδίας εἶναι μητρὸς ἔργον μὲν αὑτοῦ μόνου τὴν Νέρωνος ἐποιεῖτο κατάλυσιν, ἆθλα δὲ αὐτῆς οὐ νομίζων ἱκανὰ καρποῦσθαι τὰς τιμὰς καὶ τὰ χρήματα καὶ τὸ Σπόρῳ τοῦ Νέρωνος συγκαθεύδειν,2 ὃν εὐθὺς ἀπὸ τῆς πυρᾶς ἔτι καιομένου τοῦ νεκροῦ μεταπεμψάμενος ἐκεῖνος ἐν γαμετῆς εἶχε τάξει καὶ Ποππαίαν προσηγόρευεν, ἐπὶ τὴν διαδοχὴν παρεδύετο τῆς ἡγεμονίας.
不过,即便承认生母是宁菲狄亚,他却将推翻尼禄完全归功于自己一人;他认为仅仅享有荣誉、金钱以及与尼禄的斯波鲁斯同寝并不算推翻尼禄的充分奖赏——他在尸身尚在燃烧时便立即从火葬堆将其召来,置于正妻地位并称其为波帕埃亚——因而暗中向最高统治权的继承渗透。
καὶ τὰ μὲν αὐτὸς ἐν Ῥώμῃ διὰ τῶν φίλων ὑπειργάζετο, καὶ γυναικῶν τινων αὐτῷ καὶ συγκλητικῶν ἀνδρῶν κρύφα συλλαμβανομένων, ἕνα δὲ τῶν φίλων, Γελλιανόν, εἰς Ἰβηρίαν ἔπεμψεν κατασκεψόμενον.
一方面,他自己在罗马通过朋友暗中筹划,并得到若干妇女和元老院议员的暗中协助;另一方面,他派遣朋友之一格利阿努斯前往伊比利亚刺探虚实。
- 9.1ἐκ δʼ ἀκεστρίας ἐπιμισθίου Καλλίστῳ, Καίσαρος ἀπελευθέρῳ, γεγενημένην
与格 Καλλίστῳ 与分词 γεγενημένην 连用,表示所属或利害关系(即“由凯撒的获释奴卡利斯图斯……所生”)。另一种可能的句法解法是将其与 ἐπιμισθίου 连结(意为“受雇于卡利斯图斯的女裁缝”)。无论哪种解法,此处均表明宁菲狄乌斯的母亲(宁菲狄亚)是这一阶层的产物。
- 9.3ἆθλα δὲ αὐτῆς οὐ νομίζων ἱκανὰ καρποῦσθαι τὰς τιμὰς καὶ τὰ χρήματα καὶ τὸ Σπόρῳ τοῦ Νέρωνος συγκαθεύδειν
代词 αὐτῆς 指向前文的 τὴν Νέρωνος κατάλυσιν(推翻尼禄),为所有或关联属格(“推翻尼禄的奖赏”)。ἆθλα ἱκανά 作为不定词 καρποῦσθαι(省略 εἶναι)的宾语补足语,καρποῦσθαι 其后支配三个并列宾语:τὰς τιμάς、τὰ χρήματα 以及冠词化不定词 τὸ ... συγκαθεύδειν。
