- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:8.1-8.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在罗马,近卫军长官宁菲狄乌斯·萨比努斯独揽大权,专横跋扈并威慑元老院与执政官,同时放任民众私刑处决尼禄的旧部。
ἐν δὲ Ῥώμῃ Νυμφίδιος Σαβῖνος, οὐκ ἠρέμα καὶ κατὰ μικρόν, ἀλλὰ συλλήβδην ὁμοῦ, πάντα πράγματα φέρων περιήνεγκεν εἰς ἑαυτόν, ὡς Γάλβαν μὲν ὄντα πρεσβύτην καὶ μόλις εἰς Ῥώμην ἐξαρκέσοντα φοράδην κομισθῆναι διὰ γῆρας1 ἦν γὰρ ἐτῶν τριῶν καὶ ἑβδομήκοντα· τὰ δὲ αὐτόθι στρατεύματα, καὶ πάλαι πρὸς αὐτὸν εὐνόως ἔχοντα καὶ νῦν ἑνὸς ἐξηρτημένα μόνου, διὰ τὸ τῆς δωρεᾶς μέγεθος εὐεργέτην ἐκεῖνον ἡγεῖσθαι, Γάλβαν δὲ χρεωφειλέτην.
然而在罗马,宁菲狄乌斯·萨比努斯并非缓慢或逐步地,而是一举将所有政务包揽于一身并归于自己名下。这是因为他料定加尔巴年事已高,因衰老而几乎仅能乘担架勉强被抬入罗马(因为他已年满七十三岁);又料定本地的军队久已对他怀有善意,如今更完全依仗他一人,由于恩赏数额之巨,士兵们视他为恩人,而视加尔巴为欠债者。
εὐθὺς οὖν Τιγελλίνῳ μὲν τῷ συνάρχοντι προσέταξεν ἀποθέσθαι τὸ ξίφος, ὑποδοχὰς δὲ ποιούμενος ἐδείπνιζε τοὺς ὑπατικοὺς καὶ τοὺς ἡγεμονικούς, ἔτι τὸ Γάλβα προστιθεὶς ὄνομα ταῖς κλήσεσιν, ἔν τε τῷ στρατοπέδῳ πολλοὺς παρεσκεύασε λέγειν ὡς πεμπτέον ἐστὶ πρὸς Γάλβαν αἰτουμένους ἔπαρχον εἰσαεὶ Νυμφίδιον ἄνευ συνάρχοντος.
于是他立即命令他的同僚提盖利努斯交出佩剑,并设宴款待执政官级和统兵将领级的人物,只是请柬上仍附上加尔巴的名字;在军营中,他安排许多人公开宣称,应当派使者向加尔巴请求任命宁菲狄乌斯为终身长官,且不设同僚。
ἃ δὲ ἡ σύγκλητος εἰς τιμὴν ἔπραττεν αὐτοῦ καὶ δύναμιν, ἀνακαλοῦσα εὐεργέτην καὶ συντρέχουσα καθʼ ἡμέραν ἐπὶ θύρας καὶ παντὸς ἐξάρχειν δόγματος ἀξιοῦσα καὶ βεβαιοῦν, ἔτι περαιτέρω τόλμης ἀνῆγεν αὐτόν, ὥστε ὀλίγου χρόνου τοῖς θεραπεύουσι μὴ μόνον ἐπίφθονον, ἀλλὰ καὶ φοβερὸν εἶναι.
元老院为了迎合他的荣宠与权势所做之事——称他为恩人,每日成群奔赴其府门前,并请他主持并批准每一项决议——更将他推向了肆无忌惮的狂妄,以致在极短时间内,那些谄媚侍奉他的人不仅嫉妒他,更是畏惧他。
τῶν δʼ ὑπάτων οἰκέτας δημοσίους προχειρισαμένων τὰ δόγματα κομίζοντας τῷ αὐτοκράτορι, καὶ τὰ καλούμενα διπλώματα σεσημασμένα δόντων, ἃ γνωρίζοντες οἱ κατὰ πόλιν ἄρχοντες ἐν ταῖς τῶν ὀχημάτων ἀμοιβαῖς ἐπιταχύνουσι τὰς προπομπὰς τῶν γραμματηφόρων, οὐ μετρίως ἠγανάκτησεν ὅτι μὴ παρʼ αὐτοῦ καὶ σφραγῖδα καὶ στρατιώτας λαβόντες ἀνέπεμψαν, ἀλλὰ λέγεται καὶ βουλεύσασθαι περὶ τῶν ὑπάτων, εἶτα τὴν ὀργὴν ἀπολογησαμένοις καὶ δεηθεῖσιν ἀνῆκε.
当执政官们指派公家奴隶将决议呈送给皇帝,并交给他们盖有印章的所谓通行牒文——各城镇的官员辨识这些牒文便会在驿站换车时加速护送邮差前行——宁菲狄乌斯因执政官们未向他索取印信与卫兵便派遣信使而极为恼怒;据说他甚至谋划惩治这些执政官,后因执政官们谢罪并恳求,他才消除了怒火。
τῷ δὲ δήμῳ χαριζόμενος οὐκ ἐκώλυε τὸν παραπίπτοντα τῶν Νέρωνος2 ἀποτυμπανίζειν. Σπῖκλον μὲν οὖν τὸν μονομάχον ἀνδριάσι Νέρωνος ἑλκομένοις ὑποβαλόντες ἐν ἀγορᾷ διέφθειραν, Ἀπόνιον δέ τινα τῶν κατηγορικῶν ἀνατρέψαντες ἁμάξας λιθοφόρους ἐπήγαγον, ἄλλους δὲ διέσπασαν πολλούς, ἐνίους μηδὲν ἀδικοῦντας, ὥστε καὶ Μαύρικον, ἄνδρα τῶν ἀρίστων καὶ ὄντα καὶ δοκοῦντα, πρὸς τὴν σύγκλητον εἰπεῖν ὅτι φοβεῖται μὴ ταχὺ Νέρωνα ζητήσωσιν.3
此外,为了讨好民众,他放任众人将撞上手的尼禄亲信杖杀致死。于是,他们将角斗士斯皮基卢斯推入广场上正被拖拉的尼禄雕像之下处死,将告密者之一的某个阿波尼乌斯推倒在地并以载石马车轧过,还撕碎了许多其他人,其中有些人毫无罪过,以至于无论是实质还是名望皆属最杰出之人的毛里克斯在元老院中声称,他唯恐人们不久便会思念起尼禄来。
- 8.1ὡς Γάλβαν μὲν ὄντα πρεσβύτην καὶ μόλις εἰς Ῥώμην ἐξαρκέσοντα φοράδην κομισθῆναι διὰ γῆρας
连词 ὡς 表主观动机或判断,在此引导宾格分词结构(Γάλβαν μὲν ὄντα... ἐξαρκέσοντα),并与后文的“宾格加不定式”结构(τὰ δὲ αὐτόθι στρατεύματα... ἡγεῖσθαι)并列,均属于宁菲狄乌斯主观推算和图谋的内容。
- 8.5τὸν παραπίπτοντα τῶν Νέρωνος
短语 τῶν Νέρωνος 是冠词带属格的省略表达,意为“尼禄党羽/亲信之属”,在此作为部分属格,修饰名词化分词 τὸν παραπίπτοντα(“碰巧撞上的/落入其手中的人”)。
- 8.5φοβεῖται μὴ ταχὺ Νέρωνα ζητήσωσιν
这是由表示恐惧的动词(φοβεῖται)后接 μή 加虚拟语气(ζητήσωσιν)构成的标准惧怕从句(“唯恐/担忧会……”)。动词 ζητέω 在此带有“怀念、渴求失去之物”的引申义,表示担忧暴民的肆虐反倒会使人们怀念起尼禄的统治。
