← 普鲁塔克

加尔巴传

§10.1-10.4

维尔吉尼乌斯拒绝称帝并归顺加尔巴

尼禄死后局势向好,统率大军且声名显赫的维尔吉尼乌斯·鲁福斯虽令人担忧,但他拒绝称帝并说服将士归顺加尔巴,将兵权移交后得以远离争斗安享晚年。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

τῷ δὲ Γάλβᾳ μετὰ τὴν Νέρωνος τελευτὴν ἐχώρει πάντα. Οὐεργίνιος δὲ Ῥοῦφος ἀμφίβολος ὢν ἔτι φροντίδα παρεῖχε, μὴ τῷ δυνάμεως πολλῆς καὶ μαχιμωτάτης ἄρχειν προσειληφὼς τὸ νενικηκέναι1 Οὐίνδικα καὶ κεχειρῶσθαι μέγα μέρος τῆς Ῥωμαίων ἡγεμονίας, ἐν σάλῳ γενομένην ἀποστατικῷ Γαλατίαν ἅπασαν, ὑπακούσαι τοῖς παρακαλοῦσιν αὐτὸν ἐπὶ τὴν ἀρχήν.

另一方面,对加尔巴而言,尼禄死后一切进展顺利。然而,维尔吉尼乌斯·鲁福斯尚态度未决,这引发了担忧,人们害怕他在统领一支庞大而极善作战的军队之外,又增添了击败温德克斯并征服了罗马帝国很大一部分疆土——即整个曾陷于叛乱动荡中的高卢——的功绩,从而顺从那些劝诱他攫取最高权力的人。

§10.2

οὐδενὸς γὰρ ἦν ὄνομα μεῖζον, οὐδὲ εἶχε δόξαν οὐδεὶς ὅσην ὁ Οὐεργίνιος, ὡς μεγίστη ῥοπὴ τοῖς Ῥωμαίων πράγμασι τυραννίδος ὁμοῦ χαλεπῆς καὶ Γαλατικῶν πολέμων ἀπαλλαγῇ γενόμενος, ἀλλʼ ἐκεῖνος τότε τοῖς ἐξ ἀρχῆς ἐμμένων λογισμοῖς ἐφύλαττε τῇ συγκλήτῳ τὴν αἵρεσιν τοῦ αὐτοκράτορος. καίτοι φανερᾶς γε τῆς Νέρωνος τελευτῆς γενομένης τό τε πλῆθος ἐνέκειτο τῷ Οὐεργινίῳ πάλιν, καὶ τῶν χιλιάρχων τις τῶν ἐν τῇ σκηνῇ σπασάμενος τὸ ξίφος ἐκέλευε τὸν Οὐεργίνιον δέχεσθαι τὴν ἡγεμονίαν ἢ τὸν σίδηρον.

因为当时没有人的名头比他更大,也没有人享有维尔吉尼乌斯这般的名望,人们视他兼除严苛的暴政与高卢的战乱,成了罗马国运的最重大转机。然而,他当时坚守最初的考量,将皇帝的选择权留给元老院。话虽如此,当尼禄之死确凿无疑后,士兵大众再次逼迫维尔吉尼乌斯,营帐中的一名军团千夫长甚至拔剑命令维尔吉尼乌斯:要么接受帝位,要么接受利刃。

§10.3

ἐπεὶ δὲ Φάβιος Οὐάλης ἄρχων ἑνὸς τάγματος ὥρκωσε πρῶτος εἰς Γάλβαν, καὶ γράμματα ἧκεν ἀπὸ Ῥώμης περὶ ὧν ἡ σύγκλητος ἐψηφίσατο, χαλεπῶς μὲν καὶ μόλις, ἔπεισε δʼ οὖν τοὺς στρατιώτας αὐτοκράτορα τὸν Γάλβαν ἀνειπεῖν καὶ πέμψαντος αὐτοῦ διάδοχον Φλάκκον Ὁρδεώνιον ἐδέξατο. καὶ παραδοὺς ἐκείνῳ τὴν δύναμιν αὐτὸς ἀπήντησε τῷ Γάλβᾳ πρόσω χωροῦντι, καὶ συνανέστρεφεν, οὔτε ὀργῆς οὔτε τιμῆς ἐπιδήλου τυγχάνων.

但当一个军团的长官法比乌斯·瓦伦斯率先主持对加尔巴的效忠宣誓,罗马关于元老院决议的信函也送达后,维尔吉尼乌斯虽历经艰难险阻,终究说服了士兵们拥立加尔巴为皇帝,并接纳了加尔巴派来接替他的弗拉库斯·霍尔德奥尼乌斯。将大军移交给他之后,维尔吉尼乌斯亲自前去迎接向前推进的加尔巴,并折返随行,未曾受到显露的怒意,也未曾获得显著的荣宠。

§10.4

αἴτιος δὲ τοῦ μὲν αὐτὸς ὁ Γάλβας αἰδούμενος τὸν ἄνδρα, τοῦ δὲ οἱ φίλοι2 καὶ μάλιστα Οὐίνιος Τίτος, ὑπὸ φθόνου τὸν Οὐεργίνιον οἰόμενος μὲν κολούειν, ἠγνόει δὲ ἄρα τῷ Οὐεργινίου χρηστῷ δαίμονι συνεργῶν, ἤδη τὸν ἄνδρα πολέμων καὶ κακῶν, ὅσα τοὺς ἄλλους ἡγεμόνας κατέσχεν, ἐκτὸς εἰς βίον ἀκύμονα καὶ γῆρας εἰρήνης καὶ ἡσυχίας μεστὸν ὑπεκτιθεμένῳ.3

造成前者的是加尔巴本人出于对他的敬意;造成后者的则是加尔巴的朋友们,尤其是提图斯·维尼乌斯,此人出于嫉妒以为自己在打压维尔吉尼乌斯,却不知自己实际上正协助着维尔吉尼乌斯的善神——那善神此时已将他护送出吞噬其他领袖的战争与祸患之外,引向风平浪静的余生和充满和平与安宁的晚年。

语法注3 条
  1. 10.1μὴ τῷ δυνάμεως πολλῆς καὶ μαχιμωτάτης ἄρχειν προσειληφὼς τὸ νενικηκέναι

    由表示忧虑的名词 φροντίδα 所引出的 μὴ 从句(接祈愿语气 ὑπακούσαι 的惧怕从句)。分词 προσειληφώς 带表示追加的与格名词化不定式 τῷ ... ἄρχειν("在统领……之外"),并以带冠词的完成时不定式 τὸ νενικηκέναι ... καὶ κεχειρῶσθαι("击溃并征服")作为直接宾语。

  2. 10.4αἴτιος δὲ τοῦ μὲν αὐτὸς ὁ Γάλβας αἰδούμενος τὸν ἄνδρα, τοῦ δὲ οἱ φίλοι

    τοῦ μὲν 与 τοῦ δὲ 是由 αἴτιος 支配的中性属格代词(省略系词 ἦν),分别回指前文 οὔτε ὀργῆς οὔτε τιμῆς ἐπιδήλου τυγχάνων 中的两个部分("前者[未显怒意]的原因……后者[未获显荣]的原因……")。

  3. 10.4τῷ Οὐεργινίου χρηστῷ δαίμονι συνεργῶν, ἤδη τὸν ἄνδρα πολέμων καὶ κακῶν, ὅσα τοὺς ἄλλους ἡγεμόνας κατέσχεν, ἐκτὸς εἰς βίον ἀκύμονα καὶ γῆρας εἰρήνης καὶ ἡσυχίας μεστὸν ὑπεκτιθεμένῳ

    分词 συνεργῶν 支配与格 τῷ ... δαίμονι,而句末的分词 ὑπεκτιθεμένῳ 在格、性、数上与此与格短语 δαίμονι 一致并修饰它。副词及介词短语 ἐκτὸς ... εἰς βίον ... 修饰 ὑπεκτιθεμένῳ,表明善神正悄然将维尔吉尼乌斯转移至灾祸之外、引向平稳的人生。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:10.1-10.4