← 普鲁塔克

加尔巴传

§7.1-7.3

尼禄去世与加尔巴即位的消息

获释奴隶伊刻罗斯历时七天从罗马赶来,报告尼禄之死以及加尔巴获立为帝的消息,随后提图斯·维尼乌斯亦率使团赶到并获封赏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἦν δὲ θέρος ἤδη, καὶ βραχὺ πρὸ δείλης ἧκεν ἀπὸ Ῥώμης Ἴκελος ἀνὴρ ἀπελεύθερος ἑβδομαῖος.1 πυθόμενος δὲ τὸν Γάλβαν ἀναπαύεσθαι καθʼ ἑαυτὸν ἐβάδιζε συντόνως ἐπὶ τὸ δωμάτιον αὐτοῦ, καὶ βίᾳ τῶν θαλαμηπόλων2 ἀνοίξας καὶ παρελθὼν ἀπήγγειλεν ὅτι καὶ ζῶντος ἔτι τοῦ Νέρωνος, οὐκ ὄντος δὲ φανεροῦ, τὸ στράτευμα πρῶτον, εἶτα ὁ δῆμος καὶ ἡ σύγκλητος αὐτοκράτορα τὸν Γάλβαν ἀναγορεύσειεν, ὀλίγον δὲ ὕστερον ἀπαγγελθείη τεθνηκὼς ἐκεῖνος· οὐ μὴν αὐτός γε πιστεύσας ἔφη τοῖς ἀπαγγέλλουσιν, ἀλλὰ ἐπελθὼν τῷ νεκρῷ καὶ κείμενον θεασάμενος, οὕτως ἐξελθεῖν.3

当时已是夏季,在黄昏前不久,获释奴隶伊刻罗斯自罗马赶来,历时七天抵达。他得知加尔巴正独自休息,便快步走向其寝室,不顾内侍阻拦强行推门而入,报告说虽然尼禄尚在人世,但已不见踪影,起初是军队、随后是民众与元老院拥立加尔巴为大元帅,不久之后又传来尼禄已死的消息;然而他说自己并不轻信报信之人,而是亲自前去查验尸体、亲眼见其陈尸之后,方才启程赶来。

§7.3

ταῦτα ἀπαγγελλόμενα λαμπρὸν ἦρε4 τὸν Γάλβαν, καὶ συνέδραμε πλῆθος ἀνδρῶν ἐπὶ θύρας ἐκτεθαρρηκότων ὑπʼ αὐτοῦ βεβαίως, καίτοι τὸ τάχος ἦν ἄπιστον. ἀλλὰ καὶ δυσὶν ἡμέραις ὕστερον Οὐίνιος Τίτος ἀπὸ στρατοπέδου μεθʼ ἑτέρων ἀφίκετο τὰ δόξαντα τῇ συγκλήτῳ καθʼ ἕκαστον ἀπαγγέλλων. οὗτος μὲν οὖν εἰς τάξιν ἔντιμον προήχθη· τῷ δʼ ἀπελευθέρῳ δακτυλίους τε χρυσοῦς ἔδωκε καὶ Μαρκιανὸς ὁ Ἴκελος ἤδη καλούμενος εἶχε τὴν πρώτην ἐν τοῖς ἀπελευθέροις δύναμιν.

这一消息极大地振奋了加尔巴,因他而重获坚定信心的众人纷纷奔聚到门前,尽管这奔走的神速令人难以置信。不过在两天后,提图斯·维尼乌斯亦与其他人一同自军营赶到,逐一报告元老院的各项决议。于是维尼乌斯被擢升至显要之职;加尔巴则赐予该获释奴隶金戒指,而此时已被称作马尔基亚努斯的伊刻罗斯便在获释奴隶中享有了首屈一指的权势。

语法注4 条
  1. 7.1ἑβδομαῖος

    表示时间的序数形容词作谓语/副词性用法,意为“在第七天”或“历时七天”,表明其从罗马到克卢尼亚的路程仅耗时七日。

  2. 7.1βίᾳ τῶν θαλαμηπόλων

    名词 βία 的与格起介词作用支配属格(τῶν θαλαμηπόλων),表示反对或违背:“不顾侍从阻拦”或“强行推开内侍”。

  3. 7.2οὐ μὴν αὐτός γε πιστεύσας ἔφη τοῖς ἀπαγγέλλουσιν, ἀλλὰ ἐπελθὼν τῷ νεκρῷ καὶ κείμενον θεασάμενος, οὕτως ἐξελθεῖν

    间接引语的句式转换。从接续在 ἀπήγγειλεν ὅτι 之后的间接祈愿语气(ἀναγορεύσειεν, ἀπαγγελθείη),转换为由插入动词 ἔφη 引出的不定式结构(ἐξελθεῖν)。因 ἔφη 的主语与不定式的逻辑主语同为一人(伊刻罗斯),故分词及代词均使用主格(αὐτός... πιστεύσας... ἐπελθὼν... θεασάμενος)。

  4. 7.3λαμπρὸν ἦρε

    宾格形容词 λαμπρόν 与 ἦρε(αἴρω 的不定过去时)连用,作副词性修饰语(中性单数)或修饰 τὸν Γάλβαν 的表结果的补足成分(阳性单数),意为“使加尔巴精神大振”或“极大地鼓舞了加尔巴”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:7.1-7.3