- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:6.1-6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在马凯尔与维吉尼乌斯各自为政之际,温德克斯的军队与维吉尼乌斯军交战溃败并自尽,深感恐惧的加尔巴遂退居克卢尼亚消极自处。
ἀφισταμένων δὲ πολλῶν τοῦ Νέρωνος καὶ πάντων ἐπιεικῶς τῷ Γάλβᾳ προστιθεμένων, μόνος Κλώδιος Μάκρος ἐν Λιβύῃ καὶ Οὐεργίνιος Ῥοῦφος ἐν Γαλατίᾳ τοῦ Γερμανικοῦ στρατεύματος ἡγούμενος αὐτοὶ καθʼ ἑαυτοὺς ἔπραττον, οὐ τὴν αὐτὴν αἵρεσιν ἔχοντες.
在许多人背叛尼禄、几乎所有人都在倒向加尔巴之际,只有利比亚的克劳狄·马凯尔与在高卢统帅日耳曼军团的维吉尼乌斯·鲁福斯各自独立行动,两人各怀不同主张。
ἀλλʼ ὁ μὲν Κλώδιος, ἐν ἁρπαγαῖς πραγμάτων γεγονὼς καὶ φόνοις ἀνδρῶν διʼ ὠμότητα καὶ πλεονεξίαν, δῆλος ἦν ἐν τῷ μήτε κατέχειν μήτε ἀφιέναι τὴν ἀρχὴν δύνασθαι περιφερόμενος;1 Οὐεργίνιος δὲ ταγμάτων ἐπιστατῶν δυνατωτάτων πολλάκις αὐτὸν ἀναγορευόντων αὐτοκράτορα καὶ βιαζομένων οὔτε αὐτὸς ἔφη λήψεσθαι τὴν ἡγεμονίαν οὔτε ἄλλῳ περιόψεσθαι διδομένην,2 ὃν ἂν μὴ ἡ σύγκλητος ἕληται.
克劳狄因其残暴与贪婪而已陷入抢掠财产、残害人命的行径中,显然已在既不能固守权力又不能放弃职权之间徘徊不定;而维吉尼乌斯统率着最为强大的军团,尽管部下屡次拥立他为大元帅并施加逼迫,他却声明自己既不会亲自接受最高统帅权,也不会坐视这权力授予元老院未曾选定之人。
ταῦτα τὸν Γάλβαν οὐ μετρίως ἐθορύβει τὸ πρῶτον· ἐπεὶ δὲ τὰ Οὐεργινίου καὶ Οὐίνδικος στρατεύματα τρόπον τινὰ βίᾳ τοὺς ἡγεμόνας, ὥσπερ ἡνιόχους κρατῆσαι χαλινῶν μὴ δυνηθέντας, εἰς μάχην ἐξενεγκόντα μεγάλην συνέρραξαν,3 καὶ Οὐίνδικος ἑαυτὸν ἀνελόντος ἐπὶ δισμυρίοις Γαλατῶν πεσοῦσι, διῆλθε λόγος ὡς βουλομένων πάντων ἐπὶ νίκῃ τοσαύτῃ τὸν Οὐεργίνιον ἀναδέξασθαι τὴν ἡγεμονίαν ἢ πάλιν μεταβαλουμένων πρὸς Νέρωνα, τότε δὴ παντάπασι περίφοβος γενόμενος ὁ Γάλβας ἔγραψε τῷ Οὐεργινίῳ, παρακαλῶν κοινοπραγεῖν καὶ διαφυλάσσειν ἅμα τὴν ἡγεμονίαν καὶ τὴν ἐλευθερίαν Ῥωμαίοις· αὖθις δὲ μετὰ τῶν φίλων εἰς Κλουνίαν, Ἰβηρικὴν πόλιν, ἀναχωρήσας ἐν τῷ μετανοεῖν περὶ τῶν γεγονότων καὶ ποθεῖν τὴν συνήθη καὶ σύντροφον ἀπραγμοσύνην μᾶλλον ἢ πράττειν τι τῶν ἀναγκαίων διέτριβεν.
这些情况起初便令加尔巴深感不安;后来,维吉尼乌斯与温德克斯的军队在某种程度上强行裹挟着各自统帅——宛如驾车人无法勒住缰绳一般——冲入一场大战并激烈交锋,且在两万高卢人阵亡后温德克斯自尽身亡,此时流言四起,称众人在此大胜之下皆渴望维吉尼乌斯接管最高统治权,否则便将再度倒向尼禄。于是加尔巴陷入极度恐慌,致信维吉尼乌斯,敦促其共同行动,为罗马人同时保全帝权与自由;随后,他与友人们退往伊比利亚城邦克卢尼亚,终日沉溺于为已发生之事懊悔,渴念自己往昔习惯的清闲隐退生活,而无心从事任何必要之事务。
- 6.2δῆλος ἦν ... περιφερόμενος
“δῆλός ἐστι + 分词”的人称句式,语义上等同于非人称的“显而易见他在……”。分词 περιφερόμενος 为阳性单数主格,与主语 ὁ Κλώδιος 一致。介词短语 ἐν τῷ ... δύνασθαι 由带冠词的不定式构成,表示其徘徊动摇的具体领域。
- 6.2οὔτε ἄλλῳ περιόψεσθαι διδομένην
动词 περιοράω(坐视、容许)接补充性分词 διδομένην 的句式。在间接引语中,将来时不定式 περιόψεσθαι 支配阴性单数宾格的现在被动态分词 διδομένην(其逻辑主语为前文的 τὴν ἡγεμονίαν),意为“坐视统治权被给予他人”。
- 6.3εἰς μάχην ἐξενεγκόντα μεγάλην συνέρραξαν
中性复数主语 τὰ ... στρατεύματα 搭配一致的中性复数主格分词 ἐξενεγκόντα,后者以宾格 τοὺς ἡγεμόνας 为宾语(意为“将指挥官们裹挟入大战”),并由主要动词 συνέρραξαν(复数不定过去时)统摄。中性复数主语搭配了复数动词,中插的明喻(ὥσπερ ἡνιόχους...)使句式结构产生了分离与延展。
