← 普鲁塔克

加尔巴传

§5.1-5.5

加尔巴起兵与尼禄宣布其为公敌

加尔巴受到聚集群众拥戴为大元帅,但他谢绝此号,仅以“元老院与罗马人民统帅”之名起兵。尼禄闻讯震怒,宣布加尔巴为公敌并下令变卖其财产,加尔巴则通过拍卖尼禄在伊比利亚的财产予以反击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἐκ τούτου προγράμματι μὲν ἐδήλωσεν ὁ Γάλβας ἡμέραν ἐν ᾗ τὰς κατά μέρος ἐλευθερώσεις ἀποδώσει τοῖς δεομένοις, λαλιὰ δὲ καὶ φήμη προεκπεσοῦσα πλῆθος ἀνθρώπων ἤθροισε προθύμων ἐπὶ τὸν νεωτερισμόν. οὐκ ἔφθη γοῦν φανερὸς ἐπὶ τοῦ βήματος γενόμενος, καὶ πάντες αὐτὸν ὁμοφώνως αὐτοκράτορα προσεῖπον.1

为此,加尔巴发布告示,定下为请求者办理个别释奴事宜的日期;然而预先传开的谈论与风声,却聚集起一大群渴望变局的人。总之,他刚一出现在讲坛之上,所有人便异口同声地尊称他为大元帅。

§5.2

ὁ δὲ ταύτην μὲν εὐθὺς οὐ προσεδέξατο τὴν προσηγορίαν, κατηγορήσας δὲ τοῦ Νέρωνος, καὶ τῶν ἀνῃρημένων ἀνδρῶν ὑπʼ αὐτοῦ τοὺς ἐπιφανεστάτους ὀλοφυράμενος, ὡμολόγησεν ἐπιδώσειν τῇ πατρίδι τὴν ἑαυτοῦ πρόνοιαν, οὔτε Καῖσαρ οὔτε αὐτοκράτωρ, στρατηγὸς δὲ συγκλήτου καὶ δήμου Ῥωμαίων ὀνομαζόμενος.

但他并没有立即接受这一称号,而是在控诉了尼禄、哀悼了死于尼禄之手的最显赫人士之后,答应为祖国奉献自己的心力,既不自称凯撒,也不自称大元帅,而仅被称为“罗马元老院与人民的统帅”。

§5.3

ὅτι δʼ ὀρθῶς ὁ Οὐίνδιξ καὶ λελογισμένως ἐξεκαλεῖτο τὸν Γάλβαν ἐπὶ τὴν ἡγεμονίαν, ἐπιστώσατο μάρτυρι τῷ Νέρωνι.2 προσποιούμενος γὰρ ἐκείνου καταφρονεῖν καὶ παρʼ οὐδὲν ἡγεῖσθαι τὰ Γαλατῶν, ἅμα τῷ πυθέσθαι τὰ περὶ Γάλβαν ἔτυχε δὲ λελουμένος καὶ ἀριστῶν ἀνέτρεψε τὴν τράπεζαν.

至于温德克斯呼吁加尔巴承担最高指挥权乃是正确且明智之举,这一点由尼禄充当见证人得到了证实。因为尼禄起初假装藐视温德克斯,对高卢人的动静不屑一顾,可一旦得悉有关加尔巴的消息——当时他恰好沐浴完毕正在用早膳——便掀翻了餐桌。

§5.4

οὐ μὴν ἀλλὰ συγκλήτου ψηφισαμένης πολέμιον τὸν Γάλβαν αὐτός τε παίζειν καὶ θρασύνεσθαι πρὸς τοὺς φίλους βουλόμενος, οὐ φαύλην ἔφη πρόρρησιν ἐμπεπτωκέναι λογισμοῦ δεομένῳ χρημάτων αὐτῷ·3 καὶ τὰ μὲν Γαλατῶν, ὅταν ὑποχείριοι γένωνται, λαφυραγωγήσεσθαι, ἡ δὲ Γάλβα πάρεστιν οὐσία χρῆσθαι καὶ πωλεῖν ἤδη πολεμίου πεφηνότος.

不过,在元老院议决宣布加尔巴为公敌之后,尼禄本人为了在友人们面前故作戏谑和勇敢,宣称一个绝佳的借口落到了正苦于资金筹划的自己手中:高卢人的财产待其臣服时自当充作战利品,而加尔巴的产业既然已显明为公敌所有,便已唾手可得,任由取用和变卖。

§5.5

οὗτός τε δὴ τὰ Γάλβα πιπράσκειν ἐκέλευε, καὶ Γάλβας ἀκούσας, ὅσα Νέρωνος ἦν ἐν Ἰβηρίᾳ κηρύττων εὕρισκε πολλοὺς προθυμοτέρους ὠνητάς.

于是尼禄下令变卖加尔巴的财产;加尔巴闻讯后,也通过告示将尼禄在伊比利亚的所有财产公开拍卖,并找到了许多更为踊跃的买主。

语法注3 条
  1. 5.1οὐκ ἔφθη γοῦν φανερὸς ἐπὶ τοῦ βήματος γενόμενος, καὶ πάντες αὐτὸν ὁμοφώνως αὐτοκράτορα προσεῖπον

    这是 οὐκ ἔφθη(φθάνω 的不定过去时)加补充分词(φανερὸς... γενόμενος)并后接 καί 分句的惯用句型,相当于“刚一……就……”(no sooner ... than ...)。此处用 καί 代替 ἤ 或 πρίν 连接前后两事,强调行动之间紧密无间的瞬时性。

  2. 5.3ἐπιστώσατο μάρτυρι τῷ Νέρωνι

    动词 ἐπιστώσατο 的主语语境上指代前面的 ὅτι 从句内容(即温德克斯的决定是正确明智的这一事实)或温德克斯本人。μάρτυρι τῷ Νέρωνι 为述语性与格或方式/伴随与格(“以尼禄为见证人”),表明尼禄自身惊慌失措的反常举动反过来有力证实了温德克斯选择的正确性。

  3. 5.4οὐ φαύλην ἔφη πρόρρησιν ἐμπεπτωκέναι λογισμοῦ δεομένῳ χρημάτων αὐτῷ

    这是由 ἔφη 引出的间接引语中的“宾格加不定式”结构。不定式 ἐμπεπτωκέναι 的逻辑主语为宾格 πρόρρησιν(意为“宣告、由头、借口”),与格短语 λογισμοῦ δεομένῳ χρημάτων αὐτῷ 作其补足语。分词 δεομένῳ 支配属格 λογισμοῦ 与 χρημάτων(“在计算开支需要金钱之时”),整句指恰在他需要资金应付账目盘算时,一个绝妙的口实/进项送上了门。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:5.1-5.5