- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:4.1-4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加尔巴因体恤属民疾苦而深得民心;高卢的温德克斯起兵反抗尼禄并推举他为领袖,维尼乌斯则力劝加尔巴果断起事。
ἐπεὶ δέ, τῶν ἀλιτηρίων ἐπιτρόπων ὠμῶς καὶ ἀγρίως τὰς ἐπαρχίας ἐκείνῳ διαφορούντων, ἄλλο μὲν εἶχεν οὐδὲν βοηθεῖν, αὐτῷ δὲ τῷ φανερὸς εἶναι συναλγῶν καὶ συναδικούμενος1 ἁμῶς γέ πως ἀναπνοήν τινα καὶ παραμυθίαν τοῖς καταδικαζομένοις καὶ πωλουμένοις παρέσχε· καὶ ποιημάτων εἰς Νέρωνα γινομένων καὶ πολλαχοῦ περιφερομένων καὶ ᾀδομένων, οὐκ ἐκώλυεν οὐδὲ συνηγανάκτει τοῖς ἐπιτρόποις· ἐφʼ οἷς ἔτι μᾶλλον ἠγαπᾶτο ὑπὸ τῶν ἀνθρώπων.
然而,当奸恶的代理官们在加尔巴治下残酷暴虐地劫掠各属州时,他虽然毫无其他救助手段,但仅仅通过公然显出与众人同受苦难、同遭不公的态度,便以某种方式给那些被定罪和被贩卖的人带去了一丝喘息与安慰。而且,当针对尼禄的诗作被创作出来并广泛流传传唱时,他既不加阻拦,也不随同代理官们一同愤慨;因此,他更加受到当地人民的爱戴。
καὶ γὰρ ἦν ἤδη συνήθης, ἔτος ὄγδοον ἐκεῖνο τὴν ἀρχὴν ἔχων ἐν ᾧ Ἰούνιος Οὐίνδιξ ἐπανέστη Νέρωνι, Γαλατίας ὢν στρατηγός. λέγεται μὲν οὖν καὶ πρὸ τῆς ἐμφανοῦς ἀποστάσεως γράμματα πρὸς αὐτὸν ἀφικέσθαι παρὰ τοῦ Οὐίνδικος, οἷς μήτε πιστεῦσαι μήτε μηνῦσαι καὶ κατειπεῖν, ὡς ἕτεροι τῶν ἡγεμονικῶν ἐπιστολὰς αὐτοῖς γραφείσας ἔπεμψαν πρὸς Νέρωνα καὶ διέφθειραν ὅσον ἐπʼ αὐτοῖς τὴν πρᾶξιν, ἧς ὕστερον μετασχόντες ὡμολόγησαν αὑτῶν οὐδὲν ἧττον ἢ ἐκείνου προδόται γεγονέναι.
事实上,当高卢统领尤尼乌斯·温德克斯反叛尼禄时,加尔巴在那里任职已历经第八个年头,对当地事务已极为熟悉。据说甚至在公开叛乱之前,温德克斯的信件就已送达加尔巴手中,但他既没有轻信,也没有告发检举;不像其他属州总督那样,把写给自己的信件呈送给尼禄,从而在自身权能所及的范围内毁掉了这一事业——而那些总督后来又参与了这一事业,承认自己背叛自己绝不亚于背叛他。
ἀλλʼ ἐπειδὴ λαμπρῶς τὸν πόλεμον ἐκφήνας ὁ Οὐίνδιξ ἔγραψε τῷ Γάλβᾳ παρακαλῶν ἀναδέξασθαι τὴν ἡγεμονίαν καὶ παρασχεῖν ἑαυτὸν ἰσχυρῷ σώματι ζητοῦντι κεφαλήν, ταῖς Γαλατίαις δέκα μυριάδας ἀνδρῶν ὡπλισμένων ἐχούσαις ἄλλας τε πλείονας ὁπλίσαι δυναμέναις, προὔθηκε βουλὴν τοῖς φίλοις. ὧν οἱ μὲν ἠξίουν περιμένειν καραδοκοῦντα τίνα κίνησιν ἡ Ῥώμη καὶ φορὰν ἕξει πρὸς τὸν νεωτερισμόν·
但是,当温德克斯公开挑起战端并致信加尔巴,恳求他承担最高指挥权,为一具正在寻找头颅的强健躯体充当头颅——即拥有十万武装士兵并有能力武装更多军队的高卢诸州——加尔巴便向友人们征询意见。他们中有些人主张按兵不动,密切注视罗马对这场变局会产生何种动向与倾向。
Τίτος δὲ Οὐίνιος ὁ τοῦ στρατηγικοῦ τάγματος ἡγεμὼν αὐτοῖς εἶπεν· ὦ Γάλβα, τίνα τρόπον βουλεύεσθε; τὸ γὰρ ζητεῖν Νέρωνι εἰ πιστοὶ μενοῦμεν, οὐκ ἤδη μενόντων ἐστίν,2 ὡς οὖν ὑπάρχοντος ἐχθροῦ Νέρωνος οὐ δὴ προετέον τὴν τοῦ Οὐίνδικος φιλίαν, ἢ καὶ κατηγορητέον εὐθὺς αὐτοῦ καὶ πολεμητέον, ὅτι σὲ βούλεται Ῥωμαίους ἔχειν ἄρχοντα μᾶλλον ἢ Νέρωνα τύραννον.
然而,副将护卫步兵队指挥官提图斯·维尼乌斯对他们说道: “加尔巴啊,你们是以何种方式在讨论呢?因为探究我们是否将对尼禄保持忠诚本身,便已经是不再保持忠诚之人的所为了。因此,既然尼禄已然成为事实上的仇敌,我们绝不能放弃与温德克斯的友谊;否则,就应当立即指控他并向他宣战,因为他宁愿罗马人拥立你为统治者,也不愿让尼禄充当暴君。”
- 4.1αὐτῷ δὲ τῷ φανερὸς εἶναι συναλγῶν καὶ συναδικούμενος
带冠词的不定式(αὐτῷ τῷ... εἶναι)作方式或手段与格,其表语形容词 φανερὸς 与表语分词 συναλγῶν καὶ συναδικούμενος 均采用主格。由于不定式的逻辑主语与整句主语(加尔巴)一致,故表语成分依主从一致原则采取主格而非宾格(意为“仅凭他公然显出与众人一同承受痛苦、一同遭受不公这一事实本身”)。
- 4.4οὐκ ἤδη μενόντων ἐστίν
分词属格 μενόντων 作表语属格,表示特征或属性;其主语为前文带有冠词的不定式短语 τὸ γὰρ ζητεῖν Νέρωνι εἰ πιστοὶ μενοῦμεν,全句意为“探究我们是否将对尼禄保持忠诚,已经不属于恪守忠诚之人的行事特征了”。
