- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:26.1-26.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加尔巴误信奥托已被诛杀的流言而乘舆进入广场,旋即遭到叛军袭击,唯有百夫长塞姆普罗尼乌斯·登苏斯挺身独力奋战护驾。
βουλευομένου δὲ τοῦ Γάλβα προελθεῖν, καὶ Οὐινίου μὲν οὐκ ἐῶντος, Κέλσου δὲ καὶ Λάκωνος παρορμώντων καὶ σφοδρότερον τοῦ Οὐινίου καθαπτομένων, θροῦς διῆλθε πολὺς ὡς ἀνῃρημένου τοῦ Ὄθωνος1 ἐν τῷ στρατοπέδῳ· καὶ μετὰ μικρὸν ὤφθη Ἰούλιος Ἄττικος τῶν οὐκ ἀσήμων ἐν τοῖς δορυφόροις στρατευόμενος γυμνῷ τῷ ξίφει προσφερόμενος καὶ βοῶν ἀνῃρηκέναι τὸν Καίσαρος πολέμιον ὠσάμενος δὲ διὰ τῶν προεστώτων ἔδειξε τῷ Γάλβᾳ τὸ ξίφος ᾑμαγμένον.
正当加尔巴权衡是否应当出巡,维尼乌斯极力阻拦,凯尔苏斯与拉科则从旁敦促并更加激烈地驳斥维尼乌斯之际,营中盛传奥托已被杀死的流言。不多时,禁卫军中一位颇有名声的兵士尤利乌斯·阿提库斯拔剑直冲上前,高呼自己斩杀了凯撒的敌人;他穿过侍立在前的人群,向加尔巴展示那把沾满鲜血的利剑。
ὁ δὲ βλέψας πρὸς αὐτόν, τίς σε, εἶπεν, ἐκέλευσε; τοῦ δὲ ἀνθρώπου τὴν πίστιν εἰπόντος καὶ τὸν ὅρκον ὃν ὤμοσε, καὶ τοῦ πλήθους ἐπιβοῶντος ὡς εὖ, καὶ κροτοῦντος, ἐμβὰς εἰς τὸ φορεῖον ἐκομίζετο τῷ τε Διῒ θῦσαι καὶ φανῆναι τοῖς πολίταις βουλόμενος. ἐμβαλόντος δὲ εἰς τὴν ἀγοράν, ὥσπερ τροπαία πνεύματος, ἀπήντησε φήμη κρατεῖν τὸν Ὄθωνα τοῦ στρατεύματος.
加尔巴注视着他,“是谁,”说道,“命令了你?” 那人回答说是出于忠诚以及自己所立的誓言,众人亦高呼“好啊!”并鼓掌喝彩,加尔巴便坐进轿内前行,想要向朱庇特献祭并向公民们露面。然而刚进入广场,正如一阵回风突至,迎面传来消息称奥托已掌控了军队。
οἷα δὲ ἐν πλήθει τοσούτῳ, τῶν μὲν ἀναστρέφειν, τῶν δὲ προϊέναι, τῶν δὲ θαρρεῖν, τῶν δὲ ἀπιστεῖν βοώντων, καὶ τοῦ φορείου, καθάπερ ἐν κλύδωνι, δεῦρο κἀκεῖ διαφερομένου καὶ πυκνὸν ἀπονεύοντος, ἐφαίνοντο πρῶτον ἱππεῖς, εἶτα ὁπλῖται διὰ τῆς Παύλου βασιλικῆς προσφερόμενοι, μιᾷ φωνῇ μέγα βοῶντες ἐκποδὼν ἵστασθαι τὸν ἰδιώτην.2
正如在如此众多的人群中所常有的,有的喊着后退,有的喊着前进,有的喊着要鼓起勇气,有的喊着切莫轻信,轿子亦如在惊涛骇浪中一般被冲撞得东倒西歪并不住倾斜,这时,先是骑兵、继而是重装步兵穿过保卢斯巴西利卡逼近而来,齐声高呼让平民滚开。
τῶν μὲν οὖν πολλῶν δρόμος ἦν, οὐ φυγῇ σκιδναμένων, ἀλλʼ ἐπὶ τὰς στοὰς καὶ τὰ μετέωρα τῆς ἀγορᾶς, ὥσπερ θέαν καταλαμβανόντων. Ἀτιλλίου δὲ Βεργελίωνος εἰκόνα Γάλβα προσουδίσαντος, ἀρχὴν τοῦ πολέμου ποιησάμενοι περιηκόντισαν τὸ φορεῖον ὡς δὲ οὐκ ἔτυχον αὐτοῦ, προσῆγον ἐσπασμένοις τοῖς ξίφεσιν. ἤμυνε δὲ οὐδεὶς οὐδὲ ὑπέστη πλὴν ἑνὸς ἀνδρός, ὃν μόνον ἥλιος ἐπεῖδεν ἐν μυριάσι τοσαύταις ἄξιον τῆς Ῥωμαίων ἡγεμονίας·
于是众多民众奔跑起来,却并非四散逃窜,而是奔向广场的柱廊与高处,仿佛在争抢观看演出的位置。当阿提利乌斯·维尔吉利奥将加尔巴的肖像摔向地面时,叛军以此为开战信号,从四面向轿子掷去标枪;及至未能击中他,便拔剑逼近。然而除了一人之外,无人抵抗亦无人挺身而出——在如此万千之人中,唯有他被太阳视为配得上罗马霸业:
Σεμπρώνιος ἦν Δῆνσος ἑκατοντάρχης,οὐδὲν ἰδίᾳ χρηστὸν ὑπὸ Γάλβᾳ πεπονθώς, τῷ δὲ καλῷ καὶ τῷ νόμῳ βοηθῶν προέστη τοῦ φορείου, καὶ τὸ κλῆμα πρῶτον, ᾧ κολάζουσιν ἑκατοντάρχαι τοὺς πληγῶν δεομένους, ἐπαράμενος τοῖς ἐπιφερομένοις ἐβόα καὶ διεκελεύετο φείδεσθαι τοῦ αὐτοκράτορος. ἔπειτα συμπλεκομένων αὐτῷ σπασάμενος τὸ ξίφος ἠμύνατο πολὺν χρόνον, ἕως τυφθεὶς τὰς ἰγνύας3 ἔπεσε.
他就是百夫长塞姆普罗尼乌斯·登苏斯;他个人虽未受过加尔巴的恩惠,却为扶助正道与法律而挺立在轿前,起先举起百夫长惩治当受鞭笞之人所用的葡萄藤杖,向扑来的兵士高声呼喊并喝令他们饶过皇帝。随后当兵士们向他围攻扑击时,他拔出佩剑英勇格斗良久,直至腿弯处被击中方才倒下。
- 26.1ὡς ἀνῃρημένου τοῦ Ὄθωνος
由 ὡς 引导的属格独立结构,表明该事实属于传闻或主观声称(“据传奥托已被诛杀”),而非陈述既成客观事实。
- 26.3ἐκποδὼν ἵστασθαι τὸν ἰδιώτην
由 βοῶντες 引导的间接命令之“宾格加不定式”结构(ἐκποδὼν ἵστασθαι)。不定式的逻辑主语 τὸν ἰδιώτην(“平民/非军人”)为集合单数,指与士兵相对的在场民众。
- 26.5τυφθεὶς τὰς ἰγνύας
修饰被动分词 τυφθείς(被击打/斩击)的关系宾格(限制宾格)τὰς ἰγνύας(“膝弯处/腘窝”),指身体受创的部位,意为“膝弯被击中”。
