← 普鲁塔克

加尔巴传

§27.1-27.6

加尔巴遇害与奥托庇护凯尔苏斯

加尔巴自翻倒的轿中跌落并惨遭兵士杀害,头颅被穿于长矛示众。皮索与维尼乌斯等人亦相继遇害,众人争相冒功领赏,奥托则以留待审讯为由将马利乌斯·凯尔苏斯自暴怒的群情中保全下来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

τὸν δέ Γάλβαν, ἀποκλιθέντος τοῦ φορείου περὶ τὸν Κουρτίου καλούμενον λάκκον, ἐκκυλισθέντα τεθωρακισμένον ἔτυπτον ἐπιδραμόντες.1 ὁ δὲ τὴν σφαγὴν προτείνας, δρᾶτε, εἶπεν, εἰ τοῦτο τῷ δήμῳ Ῥωμαίων ἄμεινόν ἐστι.

加尔巴本人在轿子翻倒于所谓的库尔提乌斯池附近时,身着胸甲滚落出来,众人奔上前去殴打他。他则伸出咽喉,“动手吧,”说道,“若这对罗马人民更有利。”

§27.2

πολλὰς μὲν οὖν ἔλαβε πληγὰς εἴς τε τὰ σκέλη καὶ τοὺς βραχίονας, ἀπέσφαξε δὲ αὐτόν, ὡς οἱ πλεῖστοι λέγουσι, Καμούριός τις ἐκ τοῦ πεντεκαιδεκάτου τάγματος, ἔνιοι δὲ Τερέντιον, οἱ δὲ Λεκάνιον ἱστοροῦσιν, οἱ δὲ Φάβιον Φάβουλον, ὃν καί φασιν ἀποκόψαντα τὴν κεφαλὴν κομίζειν τῷ ἱματίῳ συλλαβόντα, διὰ τὴν ψιλότητα δυσπερίληπτον οὖσαν· ἔπειτα τῶν σὺν αὐτῷ κρύπτειν οὐκ ἐώντων, ἀλλʼ ἐκφανῆ πᾶσι ποιεῖν τὴν ἀνδραγαθίαν, περιπείραντα περὶ λόγχην καί ἀναπήλαντα πρεσβύτου πρόσωπον, ἄρχοντός τε κοσμίου καί ἀρχιερέως καί ὑπάτου, δρόμῳ χωρεῖν,2 ὥσπερ αἱ βάκχαι, πολλάκις μεταστρεφόμενον, καί κραδαίνοντα τὴν λόγχην αἵματι καταρρεομένην. τὸν δʼ Ὄθωνα, τῆς κεφαλῆς κομισθείσης, ἀνακραγεῖν λέγουσιν οὐδέν ἐστι τοῦτο, ὦ συστρατιῶται, τὴν Πείσωνός μοι κεφαλὴν δείξατε.

于是他的腿部和双臂遭受了许多创伤,但据大多数人所说,割断他喉咙的是第十五军团的一个名叫卡穆里乌斯的人,亦有人记载是特伦提乌斯,还有人说是莱卡尼乌斯,另有人说是法比乌斯·法布鲁斯;据说正是这名法布鲁斯斩下了他的头颅,并用外袍裹着带走,因为头部秃顶而难以用手抓住;随后,由于同伴们不容他隐匿,反倒要让所有人见识这一英勇事迹,他便将头颅穿刺在长矛上,高高挑起这位老者、严正统治者、大祭司与执政官的面孔,如巴克科斯狂女般狂奔,频频转身并挥舞着鲜血淋漓的长矛。当头颅被送来时,据说奥托大声喊道: “战友们,这算不得什么,把皮索的头拿来给我看!”

§27.4

μετʼ ὀλίγον δὲ ἧκε κομιζομένη τρωθεὶς γὰρ ἔφευγεν ὁ νεανίσκος, καί καταδιωχθεὶς ὑπὸ Μούρκου τινὸς ἀπεσφάγη πρὸς τῷ ἱερῷ τῆς Ἑστίας, ἀπεσφάττετο δὲ καί Οὐίνιος ὁμολογῶν κοινωνὸς γεγονέναι τῆς ἐπὶ τὸν Γάλβαν συνωμοσίας· ἐβόα γὰρ ἀποθνήσκειν παρὰ τὴν Ὄθωνος γνώμην. ἀλλὰ γὰρ καί τούτου τὴν κεφαλὴν ἀποτεμόντες καί Λάκωνος ἐκόμισαν πρὸς τὸν Ὄθωνα δωρεὰς αἰτοῦντες.

不多时那颗头颅也被送了过来;因为那年轻人负伤奔逃,被一个名叫穆尔库斯的人追及,在维斯塔神庙旁被斩杀;维尼乌斯亦被击杀,他承认自己参与了反对加尔巴的密谋,因为他高呼自己被杀是违背奥托心意的。然而众人还是斩下他的头以及拉科的头,送去给奥托索取赏赐。

§27.5

ὡς δέ φησιν Ἀρχίλοχος, "ἑπτὰ γὰρ νεκρῶν πεσόντων, οὓς ἐμάρψαμεν ποσίν, χίλιοι φονῆες ἐσμέν," οὕτως τότε πολλοὶ τοῦ φόνου μὴ συνεφαψάμενοι, χεῖρας δὲ καί ξίφη καθαιμάσσοντες ἐπεδείκνυντο καὶ δωρεὰς ᾔτουν βιβλία διδόντες τῷ Ὄθωνι. εἴκοσι γοῦν καί ἑκατὸν εὑρέθησαν ὕστερον ἐκ τῶν γραμματίων, οὓς ὁ Οὐϊτέλλιος ἀναζητήσας ἅπαντας ἀπέκτεινεν.

正如阿基罗库斯所言: “盖因追赶击倒七名亡者, 我等杀人者却有上千,” 当时亦是如此,许多并未参与行凶之人,将双手与利剑涂抹上鲜血予以展示,并呈递请愿书向奥托索求赏金。后来根据文书查出了足有一百二十人,维特利乌斯将他们全部搜捕并处死。

§27.6

ἧκε δὲ καί Μάριος Κέλσος εἰς τὴν παρεμβολήν. καί πολλῶν αὐτοῦ κατηγορούντων ὅτι τοὺς στρατιώτας ἔπειθε τῷ Γάλβᾳ βοηθεῖν, καί τοῦ πλήθους ἀποκτιννύειν βοῶντος, Ὄθων οὐκ ἐβούλετο· φοβούμενος δὲ ἀντιλέγειν οὐχ οὕτως ἔφη ταχέως ἀποκτενεῖν αὐτόν· εἶναι γὰρ ἃ δεῖ πρότερον ἐκπυθέσθαι παρὰ τοῦ ἀνδρός,3 ἐκέλευσεν οὖν δήσαντας φυλάττειν, καί παρέδωκε τοῖς μάλιστα πιστευομένοις.

马利乌斯·凯尔苏斯亦来到营中。许多人控告他曾劝说士兵援助加尔巴,群情激愤高呼将其处死,奥托却不愿如此;但他不敢违逆众人,便声称不会这么快杀他,因为有些事情必须先向该人查问;于是他下令将其绑缚看管,并交付给自己最信任的人员。

语法注3 条
  1. 27.1τὸν δέ Γάλβαν, ἀποκλιθέντος τοῦ φορείου περὶ τὸν Κουρτίου καλούμενον λάκκον, ἐκκυλισθέντα τεθωρακισμένον ἔτυπτον ἐπιδραμόντες

    句首的前置宾格 τὸν δέ Γάλβαν 因插入了属格绝对结构 ἀποκλιθέντος τοῦ φορείου 而与修饰它的分词 ἐκκυλισθέντα 以及主要动词 ἔτυπτον 隔开,构成倒装(hyperbaton)。该句的基本骨架为 τὸν δὲ Γάλβαν ἐκκυλισθέντα ἔτυπτον ἐπιδραμόντες(“众人奔上前去殴打滚落出来的加尔巴”)。

  2. 27.2ὃν καί φασιν ἀποκόψαντα τὴν κεφαλὴν κομίζειν ... ἔπειτα τῶν σὺν αὐτῷ κρύπτειν οὐκ ἐώντων ... περιπείραντα ... χωρεῖν

    由 ὃν καί φασιν 引出的间接引语结构。不定式 κομίζειν 与 χωρεῖν 均受 φασίν 支配,其逻辑主语为关系代词 ὃν(指法比乌斯·法布鲁斯),修饰它的分词(ἀποκόψαντα、περιπείραντα、μεταστρεφόμενον、κραδαίνοντα 等)均与之保持宾格一致,中间夹有属格绝对结构 τῶν σὺν αὐτῷ κρύπτειν οὐκ ἐώντων。

  3. 27.6εἶναι γὰρ ἃ δεῖ πρότερον ἐκπυθέσθαι παρὰ τοῦ ἀνδρός

    承接前文 ἔφη 的间接引语(oratio obliqua)不定式结构。尽管由表示原因的连词 γάρ 引出,其动词却未用直陈语气,而是采用不定式 εἶναι,体现出间接陈述语气的延续。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:27.1-27.6