- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:25.1-25.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥托在广场受到极少数兵士的拥戴,勉强乘轿前往军营,沿途附从者渐增并顺利控制营地;与此同时,警讯传至帕拉蒂乌姆山,加尔巴身边的近臣与皮索等人紧急展开应对。
ἐνταῦθα τοὺς πρώτους ἐκδεξαμένους αὐτὸν καὶ προσειπόντας αὐτοκράτορά φασι μὴ πλείους τριῶν καὶ εἴκοσι γενέσθαι, διό, καίπερ οὐ κατὰ τὴν τοῦ σώματος μαλακίαν καὶ θηλύτητα τῇ ψυχῇ διατεθρυμμένος, ἀλλὰ ἰταμὸς ὢν πρὸς τὰ δεινὰ καὶ ἄτρεπτος, ἀπεδειλίασεν.
据说,在那里最初迎接他并称他为皇帝的人不超过二十三名;因此,奥托的内心虽不像其肉体的柔弱与阴柔那样萎靡不振,反倒临危大胆且毫不退缩,此时却也心生胆怯。
οἱ δὲ παρόντες οὐκ εἴων, ἀλλὰ τοῖς ξίφεσι γυμνοῖς περιϊόντες αὐτοῦ τὸ φορεῖον ἐκέλευον αἴρεσθαι, παραφθεγγομένου πολλάκις ἀπολωλέναι καὶ τοὺς φορειαφόρους ἐπιταχύνοντος.1 ἐξήκουον γὰρ ἔνιοι θαυμάζοντες μᾶλλον ἢ ταραττόμενοι διὰ τὴν ὀλιγότητα τῶν ἀποτετολμημένων, φερομένῳ δὲ οὕτω διʼ ἀγορᾶς ἀπήντησαν ἕτεροι τοσοῦτοι,2 καὶ πάλιν κατὰ τρεῖς καὶ τέτταρας ἄλλοι προσεπέλαζον.
然而在场的人不容他〔退缩〕,反倒手持出鞘的利剑围住他的轿子,命人将轿抬起;其间奥托连连嘀咕自己已经完了,催促轿夫加快脚步。因为有些人听在耳中,由于这桩铤而走险之事参与者竟如此之少,与其说是恐慌,毋宁说是深感惊异;正当他被这般抬着穿过广场时,又有相同人数的一伙人迎面而来,接着其他人又三三两两地聚拢过来。
εἶτα συνανέστρεφον ἅπαντες ἀνακαλούμενοι Καίσαρα καὶ γυμνὰ τὰ ξίφη προϊσχόμενοι. τῶν δὲ χιλιάρχων ὁ τὴν φυλακὴν ἔχων τοῦ στρατοπέδου Μαρτίαλις, ὥς φασι, μὴ συνειδώς, ἐκπλαγεὶς δὲ τῷ ἀπροσδοκήτῳ καὶ φοβηθεὶς ἐφῆκεν εἰσελθεῖν. γενομένῳ δὲ ἐντὸς οὐδεὶς ἀντέπεσεν. οἱ γὰρ ἀγνοοῦντες τὰ πραττόμενα τοῖς εἰδόσι καὶ συνεστῶσιν ἐκ παρασκευῆς ἐμπεριεχόμενοι καθʼ ἕνα καὶ δύο σποράδες, ὑπὸ δέους τὸ πρῶτον, εἶτα πεισθέντες ἐπηκολούθησαν.
随后,众人一同折返,高呼凯撒之名,将出鞘的利剑横举在身前。在诸位军团长中,负责营地防务的马尔蒂亚利斯据说并未参与同谋,但因这突如其来的变故惊慌失措,在恐惧之下便放他们进入营内。他一旦进入营中,便无人敢于反抗;因为不知内情的人被那些心知肚明且预先串通的人逐一或两两分散地包围住,起初出于恐惧,继而被劝诱说服,便都随之跟从。
εἰς δὲ τὸ Παλάτιον εὐθὺς μὲν ἀπηγγέλη τῷ Γάλβᾳ παρόντος ἔτι τοῦ θύτου καὶ τῶν ἱερῶν ἐν χερσὶν ὄντων, ὥστε καὶ τοὺς πάνυ πρὸς τὰ τοιαῦτα δυσπειθῶς καὶ ἀτενῶς ἔχοντας ἐκπλήττεσθαι καὶ θαυμάζειν τὸ θεῖον ὄχλου δὲ παντοδαποῦ συρρέοντος ἐξ ἀγορᾶς, αὐτῷ μὲν Οὐίνιος καὶ Λάκων καὶ τῶν ἀπελευθέρων ἔνιοι γυμνὰ τὰ ξίφη προϊσχόμενοι παρέστησαν, ὁ δὲ Πείσων προελθὼν τοῖς φυλάττουσι τὴν αὐλὴν δορυφόροις ἐνετύγχανε.
在帕拉蒂乌姆山,当占卜官尚在场且祭肉仍握于手中之际,消息便立即传到加尔巴耳中,以至于连那些对此类征兆极度不信且顽固不化之人,也震惊不已并惊叹于神意。随着各色各样的人群从广场涌来,维尼乌斯、拉科以及若干获释奴拔剑横前护在加尔巴身旁,皮索则向前走去,向守卫宫廷的禁卫军兵士喊话交涉。
τοῦ δʼ Ἰλλυρικοῦ τάγματος ἐν τῇ καλουμένῃ παστάδι Βιψανίᾳ στρατοπεδεύοντος ἀπεστάλη Μάριος Κέλσος, ἀνὴρ ἀγαθός, προκαταληψόμενος.3
又因伊利里亚军团正驻扎在所谓的维普萨尼乌斯回廊中,品格高尚之人马略·凯尔苏斯遂被派去预先拉拢并控制该军团。
- 25.2παραφθεγγομένου πολλάκις ἀπολωλέναι καὶ τοὺς φορειαφόρους ἐπιταχύνοντος
未明确标出逻辑主语的属格绝对结构。根据上下文,分词 παραφθεγγομένου 和 ἐπιταχύνοντος 的主语当指前文 αὐτοῦ τὸ φορεῖον 中的代词 αὐτοῦ 所代表的奥托。
- 25.2φερομένῳ δὲ οὕτω διʼ ἀγορᾶς ἀπήντησαν ἕτεροι τοσοῦτοι
与格分词 φερομένῳ 作动词 ἀπήντησαν(相遇、迎面而来)所要求的间接宾语,构成“对被如此抬着穿过广场的他(奥托),又有同等人数的其他人迎面而来”的句式。
- 25.5προκαταληψόμενος
修饰动词 ἀπεστάλη(被派遣)的将来时中动分词,表示目的(“为了预先控制/争取”)。在此指抢先稳住伊利里亚军团,以防其倒向叛乱一方。
