- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:24.1-24.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥托的获释奴奥诺马斯图斯收买军士策划叛变,而在预示凶险迫近的占卜祭礼进行之际,奥托得到约定暗号并寻借口离开了加尔巴。
ἐν δὲ τούτοις Οὐετούριος καὶ Βάρβιος, ὁ μὲν ὀπτίων, ὁ δὲ τεσσεράριος· οὕτω γὰρ καλοῦνται οἱ διαγγέλων καὶ διοπτήρων ὑπηρεσίας τελοῦντες. μεθʼ ὧν Ὄθωνος ἀπελεύθερος Ὀνόμαστος ἐπιφοιτῶν τοὺς μὲν ἀργυρίῳ, τοὺς δὲ ἐλπίσι διέφθειρεν ἤδη σαθροὺς ὄντας καὶ δεομένους προφάσεως. οὐ γὰρ ἦν ἡμερῶν τεσσάρων ἔργον ὑγιαίνοντος στρατοπέδου μεταστῆσαι πίστιν,1 ὅσαι μεταξὺ τῆς εἰσποιήσεως ἐγένοντο καὶ τῆς σφαγῆς, ἕκτῃ γὰρ ἀνῃρέθησαν, ἣν ἄγουσι Ῥωμαῖοι πρὸ δεκαοκτὼ καλανδῶν Φεβρουαρίων.
在这些人当中有韦图里乌斯和巴尔比乌斯,一人为副官,另一人为传令官;因为从事传信与侦察事务之人便如此称呼。奥托的获释奴奥诺马斯图斯与他们一道往来穿梭,以金钱诱惑一部分人,以期许诱惑另一部分人;这些人早已人心浮动,正苦于缺乏借口。因为要动摇一支健全军队的效忠之心,决非四天之工——收养与杀戮之间正是相隔四天,他们是在第六天被杀害的,即罗马人所谓的二月朔日前第十八日。
ἐκείνῃ γὰρ ἕωθεν εὐθὺς ὁ μὲν Γάλβας ἔθυεν ἐν Παλατίῳ τῶν φίλων παρόντων, ὁ δὲ θύτης Ὀμβρίκιος ἅμα τῷ λαβεῖν εἰς τὰς χεῖρας τοῦ ἱερείου τὰ σπλάγχνα καὶ προσιδεῖν οὐ διʼ αἰνιγμῶν, ἀλλʼ ἄντικρυς ἔφη σημεῖα μεγάλης ταραχῆς, καὶ μετὰ δόλου κίνδυνον ἐκ κεφαλῆς ἐπικείμενον τῷ αὐτοκράτορι,2 μονονουχὶ τὸν Ὄθωνα τοῦ θεοῦ χειρὶ ληπτὸν παραδιδόντος.3
在这一天清晨,加尔巴正在帕拉蒂乌姆山举行祭祀,众友人皆在场;而占卜官翁布里基乌斯一把祭牲的内脏捧入手中注视,便毫不隐晦、直截了当地宣称有巨大动乱之征兆,且有一场伴随阴谋、迫在眉睫的危机笼罩在皇帝头顶,神明简直如同将奥托当场擒获般交了出来。
παρῆν γὰρ ὄπισθεν τοῦ Γάλβα, καὶ προσεῖχε τοῖς λεγομένοις καὶ δεικνυμένοις ὑπὸ τοῦ Ὀμβρικίου. θορυβουμένῳ δὲ αὐτῷ καὶ χρόας ἀμείβοντι παντοδαπὰς ὑπὸ δέους παραστὰς Ὀνόμαστος ἀπελεύθερος ἥκειν ἔφη καὶ περιμένειν αὐτὸν οἴκοι τοὺς ἀρχιτέκτονας, ἦν δὲ σύμβολον καιροῦ, πρὸς ὃν ἔδει ἀπαντῆσαι τὸν Ὄθωνα τοῖς στρατιώταις.
因为奥托当时正立于加尔巴身后,倾听并注视着翁布里基乌斯所说所指之物。正当他心神慌乱、因惊恐而脸色数度变幻之际,获释奴奥诺马斯图斯走近他身旁,称营造师们已到并在家等候他;这乃是奥托应当与军士们会合之时刻的约定暗号。
εἰπὼν οὖν, ὅτι παλαιὰν ἐωνημένος οἰκίαν βούλεται τὰ ὕποπτα δεῖξαι τοῖς πωληταῖς,4 ἀπῆλθε, καὶ διὰ τῆς Τιβερίου καλουμένης οἰκίας καταβὰς ἐβάδιζεν εἰς ἀγοράν, οὗ χρυσοῦς εἱστήκει κίων, εἰς ὃν αἱ τετμημέναι τῆς Ἰταλίας ὁδοὶ πᾶσαι τελευτῶσιν.
于是奥托推托说自己买下了一所旧宅,想要向卖主指出有瑕疵之处,便抽身离去;他穿过所谓的提贝里乌斯之宅而下,径直走向广场,那里立着一根黄金圆柱,意大利所有修筑的道路皆以此为终点。
- 24.1οὐ γὰρ ἦν ἡμερῶν τεσσάρων ἔργον ὑγιαίνοντος στρατοπέδου μεταστῆσαι πίστιν
ἔργον 为表语主格,ἡμερῶν τεσσάρων 为修饰它的量度或性质属格(“四日之功”)。ὑγιαίνοντος στρατοπέδου 为修饰 πίστιν 的领属属格,与不定词 μεταστῆσαι πίστιν 一同构成主语从句(“动摇健全军队的忠诚”)。
- 24.2κίνδυνον ἐκ κεφαλῆς ἐπικείμενον τῷ αὐτοκράτορι
ἐκ κεφαλῆς 为习语,字面义为“从头上/头顶”,在此修饰分词 ἐπικείμενον,意指“迫在眉睫的灭顶之灾”或“直接笼罩在皇帝头顶的危机”。
- 24.2μονονουχὶ τὸν Ὄθωνα τοῦ θεοῦ χειρὶ ληπτὸν παραδιδόντος
独立属格结构(τοῦ θεοῦ ... παραδιδόντος)。χειρὶ ληπτόν 为惯用动词形容词短语,意为“可以用手捕获的”,即“当场拿获/人赃俱获”。形象地表明占卜极其确凿,仿佛神明亲自将奥托作为现行犯交出以供拘捕。
- 24.4τὰ ὕποπτα δεῖξαι τοῖς πωληταῖς
τὰ ὕποπτα 为形容词中性复数作名词用(宾格),指房屋中“存疑的部位、有缺陷瑕疵之处”。这是奥托借口查验房屋质量、向卖主指明可疑瑕疵以掩人耳目的说辞。
