- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:23.1-23.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知日耳曼叛乱后,加尔巴舍弃奥托等人,突然选定严谨的青年皮索为继承人,但恶劣的天兆及未发的赏金令全场笼罩在阴沉不安之中。落选的奥托深感愤恨与恐惧,在占星家和失势势力的怂恿下决意图谋不轨。
οὕτω μὲν ἀνηγορεύθη Οὐϊτέλλιος αὐτοκράτωρ ἐν Γερμανίᾳ. πυθόμενος δὲ τὸν ἐκεῖ νεωτερισμὸν ὁ Γάλβας οὐκέτι τὴν εἰσποίησιν ἀνεβάλλετο. γινώσκων δὲ τῶν φίλων ἐνίους μὲν ὑπὲρ Δολοβέλλα, τοὺς δὲ πλείστους ὑπὲρ Ὄθωνος ἀρχαιρεσιάζοντας, ὧν οὐδέτερον ἐδοκίμαζεν αὐτός, ἄφνω μηδὲν προειπὼν μετεπέμψατο Πείσωνα, Κράσσου καὶ Σκριβωνίας ἔκγονον, οὓς Νέρων ἀνῃρήκει, νεανίαν ἐν τῇ πρὸς πᾶσαν ἀρετὴν εὐφυΐᾳ τὸ κόσμιον καὶ αὐστηρὸν ἐμφανέστατα ἔχοντα· καὶ κατέβαινεν εἰς τὸ στρατόπεδον ἐκεῖνον ἀποδείξων Καίσαρα καὶ διάδοχον. καίτοι μεγάλαι μὲν εὐθὺς ἐξιόντι διοσημίαι παρηκολούθουν, ἀρξαμένου δὲ τὰ μὲν λέγειν ἐν τῷ στρατοπέδῳ, τὰ δὲ ἀναγινώσκειν, τοσαυτάκις ἐβρόντησε καὶ κατήστραψε, καὶ τοσοῦτος ὄμβρος καὶ ζόφος ἐξεχύθη εἰς τὸ στρατόπεδον καὶ τὴν πόλιν, ὡς κατάδηλον εἶναι μὴ προσιέμενον μηδὲ ἐπαινοῦν τὸ δαιμόνιον γινομένην οὐκ ἐπʼ ἀγαθῷ τὴν εἰσποίησιν.
维特里乌斯便是这样在日耳曼尼亚被拥立为皇帝的。加尔巴得知那里的叛乱后,便不再推迟收养养子之事。尽管他明知身边的朋友有的在为多拉贝拉奔走竞选,而绝大多数人则支持奥托,但他本人对这两者都不赞同,于是在未事先透露片言只语的情况下,突然派人召来了皮索——他是被尼禄杀害的克拉苏与斯克里博尼亚的后裔。这是一个在追求一切美德的天赋中极其显著地兼具沉稳与严谨的青年;加尔巴遂前往军营,意欲推戴他为恺撒及继承人。然而,他方一启程,巨大的凶兆便接踵而至;及至他在营中开始口授宣讲与宣读文告之际,雷电交加,狂风骤雨和浓重昏暗倾泻在军营与全城之上,以致神意不予接纳、亦不赞同这桩于不祥之中举行的收养之事,显得极为昭彰。
ἦν δὲ καὶ τὰ τῶν στρατιωτῶν ὕπουλα καὶ σκυθρωπὰ μηδὲ τότε δωρεᾶς αὐτοῖς δοθείσης. τοῦ δὲ Πείσωνος οἱ παρόντες ἐθαύμασαν τῇ τε φωνῇ τεκμαιρόμενοι καὶ τῷ προσώπῳ τὸ τηλικαύτην χάριν ἀνεμπλήκτως, οὐ μὴν ἀναισθήτως δεχόμενον,1 ὥσπερ αὖ τοῦ Ὄθωνος ἐπεφαίνετο πολλὰ σημεῖα τῇ μορφῇ πικρῶς καὶ σὺν ὀργῇ τῆς ἐλπίδος τὴν ἀπότευξιν φέροντος, ἧς πρῶτος ἀξιωθεὶς καὶ τοῦ τυχεῖν ἐγγυτάτω γενόμενος τὸ μὴ τυχεῖν ἐποιεῖτο σημεῖον ἔχθους ἅμα καὶ κακονοίας τοῦ Γάλβα πρὸς αὐτόν.
而军士们的情绪亦是心怀隐怨、神色阴沉,因为即便到了此时,依旧未曾向他们分发赏金。然而对于皮索,在场众人通过其言语和神情,惊叹于他接受如此殊荣时既不骄躁狂喜、亦绝非麻木不仁;反之,在奥托身上,其外表流露出许多痕迹,表明他正满怀怨愤与怒火承受着希望的落空。由于他曾被视为最配获得这一希望之人且距之最近,因而未能如愿便被他视作加尔巴对自己怀有敌意与恶念的明证。
ὅθεν οὐδὲ ἄφοβος ἦν περὶ τοῦ μέλλοντος, ἀλλὰ καὶ τὸν Πείσωνα δεδιὼς καὶ τὸν Γάλβαν προβαλλόμενος καὶ τῷ Οὐινίῳ χαλεπαίνων ἀπῄει πολλῶν παθῶν πλήρης, οὐδὲ γὰρ τὸ ἐλπίζον ἐκλιπεῖν οὐδὲ ἀπαγορεῦσαι παντάπασιν εἴων οἱ περὶ αὐτὸν ὄντες ἀεὶ μάντεις καὶ Χαλδαῖοι, εἰς τὰ μάλιστα δὲ Πτολεμαῖος ἰσχυριζόμενος τῷ προειπεῖν πολλάκις ὡς οὐκ ἀποκτενεῖ Νέρων αὐτόν, ἀλλὰ τεθνήξεται πρότερος, αὐτὸς δὲ περιέσται καὶ ἄρξει Ῥωμαίων ἐκεῖνο γὰρ ἀληθὲς ἀποδείξας ἠξίου μηδὲ ταῦτα ἀπελπίζειν· οὐχ ἥκιστα δʼ οἱ συναχθόμενοι κρύφα καὶ συνεπιστένοντες ὡς ἀχάριστα πεπονθότι.2 πλεῖστοι δὲ τῶν περὶ Τιγελλῖνον καὶ Νυμφίδιον ἐν τιμῇ γεγονότων ἀπερριμμένοι τότε καὶ ταπεινὰ πράττοντες ἐφθείροντο πρὸς αὐτὸν καὶ συνηγανάκτουν καὶ παρώξυνον.
因此,他对未来绝非毫无恐惧,反而在离开时充斥着百般杂乱的激变之情,既惧怕皮索,又憎恨加尔巴,并对维尼乌斯愤懑不已。因为长伴其身旁的占卜者与迦勒底人绝不容许他抛弃希望或彻底灰心,尤其是托勒密,他竭力强调自己此前曾多次预言尼禄不仅不会杀害奥托,反而会先死一步,而奥托则将幸存并统治罗马人;他既然证明了那一预言属实,便主张奥托对此番前景亦不可绝望。同样有力的还有那些暗中与他同悲共叹、将他视为遭受负心对待而一同哀伤之人。此外,多数昔日在蒂盖利努斯和宁菲狄乌斯手下享尽荣宠、如今却遭废弃而处境困顿之人,亦纷纷聚集到他门下,一同愤慨并加以煽动。
- 23.3τοῦ δὲ Πείσωνος οἱ παρόντες ἐθαύμασαν τῇ τε φωνῇ τεκμαιρόμενοι καὶ τῷ προσώπῳ τὸ τηλικαύτην χάριν ἀνεμπλήκτως, οὐ μὴν ἀναισθήτως δεχόμενον
动词 ἐθαύμασαν 的复合补足语结构。属格 τοῦ Πείσωνος 表示引起赞叹的人,而带中性定冠词的分词短语 τὸ ... δεχόμενον 则作为宾格实质名词(意为“其接受……的姿态/神情”),构成赞叹的具体内容。整句意为“在场众人惊叹于皮索接受如此殊荣时所表现出的态度”。这与后文常规的属格一致结构 τοῦ Ὄθωνος ... φέροντος 形成了修辞上的呼应与语法变化。
- 23.4οὐχ ἥκιστα δʼ οἱ συναχθόμενοι κρύφα καὶ συνεπιστένοντες ὡς ἀχάριστα πεπονθότι.
承前省略句。该句承接上文 οὐδὲ γὰρ ... εἴων οἱ περὶ αὐτὸν ὄντες ἀεὶ μάντεις(“因为常伴其身旁的占卜者们绝不容许他[灰心]”),为主语增补并列成分,需补出省略的动词 εἴων,即 οὐχ ἥκιστα [δʼ εἴων] οἱ συναχθόμενοι...(“暗中与他同悲共叹之人同样大加[劝阻/不容其放弃]”)。双重否定副词短语 οὐχ ἥκιστα(“绝不亚于/尤其”)在此起强调修饰作用。
