- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:22.1-22.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
上日耳曼尼亚的军团叛离加尔巴并捣毁其肖像,随后推戴下日耳曼尼亚的维特里乌斯为新皇帝。
καταλαμβάνει δʼ αὐτὸν ἔτι μέλλοντα καὶ βουλευόμενον ἐκραγέντα τὰ Γερμανικά,1 κοινῇ γὰρ ἅπαντες οἱ στρατευόμενοι τὸν Γάλβαν ἐμίσουν οὐκ ἀποδιδόντα τὴν δωρεάν, ἰδίας δὲ ἐκεῖνοι προφάσεις ἐποιοῦντο Οὐεργίνιόν τε Ῥοῦφον ἀπερριμμένον ἀτίμως καὶ Γαλατῶν τοὺς πολεμήσαντας αὐτοῖς δωρεῶν τυγχάνοντας, ὅσοι δὲ μὴ προσέθεντο Οὐΐνδικι κολαζομένους, ᾧ μόνῳ τὸν Γάλβαν χάριν εἰδέναι2 καὶ τιμᾶν τεθνηκότα καὶ γεραίρειν δημοσίοις ἐναγισμοῖς, ὡς ὑπʼ ἐκείνου Ῥωμαίων ἀποδεδειγμένον αὐτοκράτορα.
正当加尔巴仍在迟疑沉思之际,日耳曼尼亚的叛乱爆发,令他措手不及。原来,全体军士一致憎恨加尔巴不发赏金;但他们(上日耳曼军)另有自己的借口,声称维尔吉尼乌斯·鲁富斯被不名誉地废弃,与他们作战的那些高卢人反而获得赏赐;凡未归附文德克斯者皆受惩罚,而加尔巴唯独对文德克斯感恩戴德,在其死后予以尊崇,并以国祭加以祭奠,因为他是被文德克斯推戴为罗马人的皇帝的。
τοιούτων ἀναφανδὸν ἤδη λόγων ἐν τῷ στρατοπέδῳ περιφερομένων ἐπῆλθεν ἡ νουμηνία τοῦ πρώτου μηνός, ἣν καλάνδας Ἰανουαρίας καλοῦσι· τοῦ δὲ Φλάκκου συναγαγόντος αὐτοὺς ἐπὶ τὸν ὅρκον ὃν ἔθος ἐστὶν ὀμνύειν ὑπὲρ τοῦ αὐτοκράτορος, τὰς μὲν εἰκόνας τοῦ Γάλβα προσελθόντες ἀνέτρεψαν καὶ κατέσπασαν, αὐτοὶ δὲ ὀμόσαντες ὑπὲρ συγκλήτου καὶ δήμου Ῥωμαίων διελύθησαν.
随着营中早已公然传布此类言论,首月的新月——即人们所称的一月朔日——到来了。当弗拉库斯召集他们进行按例为皇帝效忠的宣誓时,他们上前推翻并捣毁了加尔巴的肖像,而自己则在为元老院和罗马人民宣誓后散去。
εἶτα τοῖς ἡγεμονικοῖς παρίστατο δεδοικέναι τὴν ἀναρχίαν ὡς ἀπόστασιν. λέγει δέ τις ἐν αὐτοῖς· τί πάσχομεν, ὦ συστρατιῶται, μήτʼ ἄλλον ἡγεμόνα ποιούμενοι μήτε τὸν νῦν ὄντα φυλάττοντες, ὥσπερ οὐ Γάλβαν, ἀλλʼ ὅλως ἄρχοντα καὶ τὸ ἄρχεσθαι φεύγοντες;
随后,军官们意识到这种无领袖状态无异于叛乱,因而深感恐惧。其中有人说道: “战友们,我们在做什么?我们既不另立统帅,也不维护现任统帅,就好像我们所逃避的不是加尔巴,而是统治者本身以及受统治的地位一样!
Φλάκκον μὲν οὖν Ὁρδεώνιον οὐδὲν ἄλλο ἢ σκιὰν ὄντα Γάλβα καὶ εἴδωλον ἐατέον, ἡμέρας δὲ μιᾶς ὁδὸν ἀφέστηκεν ἡμῶν Οὐϊτέλλιος, ὁ τῆς ἑτέρας Γερμανίας ἡγούμενος, πατρός τε τιμητοῦ καὶ τρὶς ὑπάτου γενομένου καὶ Κλαυδίῳ Καίσαρι τρόπον τινὰ συνάρξαντος, αὐτός τε τὴν λοιδορουμένην ὑπʼ ἐνίων πενίαν δεῖγμα λαμπρὸν ἔχων χρηστότητος καὶ μεγαλοφροσύνης, φέρε, τοῦτον ἑλόμενοι δείξωμεν ἀνθρώποις πᾶσιν ὡς Ἰβήρων καὶ Λυσιτανῶν ἀμείνους ἐσμὲν αὐτοκράτορα αἱρεῖσθαι.
霍尔德奥尼乌斯·弗拉库斯不过是加尔巴的影子和幻象,应当置之不理;然而距离我们仅有一日行程之处,正有统领另一日耳曼尼亚的维特里乌斯,其父曾任监察官、三次担任执政官,并在某种意义上与克劳狄乌斯恺撒共治,而他本人虽因贫困受某些人非议,这贫困反而是其仁厚与豁达的光辉明证。来吧,让我们选戴他,向天下昭示我们比伊比利亚人和卢西塔尼亚人更善于推戴皇帝!”
ταῦτα τῶν μὲν ἤδη προσιεμένων, τῶν δʼ οὐ προσιεμένων, εἷς ὑπεξελθὼν σημαιοφόρος ἀπήγγειλε τῷ Οὐϊτελλίῳ νυκτός, ἑστιωμένων πολλῶν παρʼ αὐτῷ. τοῦ δὲ λόγου διαπεσόντος εἰς τὰ στρατεύματα πρῶτος Φάβιος Οὐάλης, ἡγεμὼν ἑνὸς τάγματος, τῇ ὑστεραίᾳ μετὰ ἱππέων συχνῶν ἐλάσας αὐτοκράτορα τὸν Οὐϊτέλλιον προσεῖπεν.
对此有人当即赞同,有人尚未赞同,一名旗手趁夜潜出,报告了维特里乌斯,当时有许多宾客正在他家中饮宴。这消息传遍军中后,首先是一个军团的长官法比乌斯·瓦伦斯于次日率众多骑兵赶来,向维特里乌斯欢呼皇帝。
ὁ δὲ τὰς μὲν ἔμπροσθεν ἡμέρας ἐδόκει διωθεῖσθαι καὶ ἀναδύεσθαι, τὸ μέγεθος τῆς ἀρχῆς φοβούμενος, τότε δέ φασιν οἴνου διάπλεων καὶ τροφῆς ὄντα μεσημβρινῆς προελθεῖν καὶ ὑπακοῦσαι Γερμανικὸν ὄνομα θεμένων αὐτῷ, τὸ δὲ Καίσαρος οὐ προσδεξάμενον.
维特里乌斯前几日因惧怕帝国大权的沉重,表面上似乎推拒退缩,但据说此时他满腹午间酒食,便步出接受,顺从了众人为他加上的‘日耳曼尼库斯’称号,却未接受‘恺撒’之名。
εὐθὺς δὲ καὶ τὸ μετὰ Φλάκκου στράτευμα τοὺς καλοὺς ἐκείνους καὶ δημοκρατικοὺς εἰς σύγκλητον ὅρκους ἀφέντες ὤμοσαν3 Οὐϊτελλίῳ τῷ αὐτοκράτορι ποιήσειν τὸ προστασσόμενον.
紧接着,弗拉库斯帐下的军队也放弃了那些向元老院发出的崇高而共和式的誓言,宣誓服从皇帝维特里乌斯的一切号令。
- 22.1καταλαμβάνει δʼ αὐτὸν ἔτι μέλλοντα καὶ βουλευόμενον ἐκραγέντα τὰ Γερμανικά
中性复数主语 τὰ Γερμανικά(日耳曼局势)及其一致的中性主格不定过去时被动分词 ἐκραγέντα 构成主语核心,单数谓语动词 καταλαμβάνει 依规则与中性复数主语连用,宾语为带分词修饰的代词 αὐτὸν ἔτι μέλλοντα καὶ βουλευόμενον(加尔巴)。
- 22.1ἰδίας δὲ ἐκεῖνοι προφάσεις ἐποιοῦντο Οὐεργίνιόν τε Ῥοῦφον ἀπερριμμένον ἀτίμως καὶ Γαλατῶν τοὺς πολεμήσαντας αὐτοῖς δωρεῶν τυγχάνοντας, ὅσοι δὲ μὴ προσέθεντο Οὐΐνδικι κολαζομένους, ᾧ μόνῳ τὸν Γάλβαν χάριν εἰδέναι
短语 προφάσεις ἐποιοῦντο(制造借口/声称)引出间接引语,起初并列了一系列“宾格+分词”结构(Οὐεργίνιον... ἀπερριμμένον、τυγχάνοντας、κολαζομένους),随后在关系从句中转换为“宾格+不定式”结构(τὸν Γάλβαν χάριν εἰδέναι)。
- 22.8εὐθὺς δὲ καὶ τὸ μετὰ Φλάκκου στράτευμα τοὺς καλοὺς ἐκείνους καὶ δημοκρατικοὺς εἰς σύγκλητον ὅρκους ἀφέντες ὤμοσαν
中性单数集合名词主语 τὸ στράτευμα(军队)在语法上按意义一致原则(constructio ad sensum)搭配了复数谓语动词 ὤμοσαν 和阳性复数主格分词 ἀφέντες,体现了由众士兵构成的实体意义。
