- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:21.1-21.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
维尼乌斯以与女儿联姻为条件向加尔巴举荐奥托为继承人,但加尔巴公而忘私且深知奥托负债累累,遂延缓定夺,而军队则期盼奥托即位。
ἀλλʼ οὖν βουλευομένου γε τοῦ Γάλβα περὶ διαδόχου τὸν Ὄθωνα παρεισῆγεν ὁ Οὐίνιος, οὐδὲ τοῦτο προῖκα πράσσων, ἀλλʼ ἐπὶ γάμῳ τῆς θυγατρός, ὁμολογίας γενομένης γαμεῖν αὐτὴν τὸν Ὄθωνα παῖδα τοῦ Γάλβα καὶ διάδοχον ἀποδειχθέντα τῆς ἡγεμονίας, ὁ δὲ Γάλβας ἀεὶ μὲν ἦν δῆλος πρὸ τοῦ ἰδίου τὸ κοινὸν τιθέμενος καὶ ζητῶν οὐχ αὑτῷ θέσθαι τὸν ἥδιστον, ἀλλὰ Ῥωμαίοις τὸν ὠφελιμώτατον.
无论如何,当加尔巴考虑继承人人选时,维尼乌斯便举荐了奥托;维尼乌斯做此事也并非无偿,而是以其女儿的婚事为条件,双方约定:一旦奥托被指定为加尔巴的养子与帝国继承人,便迎娶其女。然而加尔巴显然一向以公利为先、私利为后,所谋求立为嗣子者,不是对自己最为惬意之人,而是对罗马人最为有利之人。
δοκεῖ δὲ μηδʼ ἂν ἐπὶ τοῖς ἰδίοις χρήμασι μόνον ἑλέσθαι1 τὸν Ὄθωνα κληρονόμον, ἀκόλαστον εἰδὼς καὶ πολυτελῆ καὶ πεντακισχιλίων μυριάδων ὀφλήμασι βεβαπτισμένον. ὅθεν ἀκούσας τοῦ Οὐινίου σιωπῇ καὶ πρᾴως ὑπερέθετο τὴν διάθεσιν. ἀποδείξας δʼ αὑτὸν ὕπατον καὶ συνάρχοντα τὸν Οὐίνιον ἐπίδοξος ἦν ἔτους ἀρχῇ τὸν διάδοχον ἀναγορεύσειν2 καὶ τὸ στρατιωτικὸν ἡδέως εἶχε τὸν Ὄθωνα παρʼ ὁντινοῦν ἄλλον ἀναγορευθῆναι.3
而且看来,即便单为自己的私产,加尔巴也决不会选奥托为继承人,因为他深知奥托放荡奢靡,且深陷五千万之巨的债务中。因此,他虽平静温和地听了维尼乌斯之言,却推迟了定夺。在任命自己为执政官、维尼乌斯为同僚后,他预计将于年初宣布继承人;而士兵们则乐于见到奥托而非任何其他人被宣布为继承人。
- 21.2μηδʼ ἂν ἐπὶ τοῖς ἰδίοις χρήμασι μόνον ἑλέσθαι
此为从属于 δοκεῖ 的 ἄν 搭配不定式(不定过去时不定式 ἑλέσθαι)结构,相当于直陈式过去时加 ἄν(即 οὐδʼ ἂν εἵλετο,“他绝不会选”),表示与过去事实相反的假定结论。意指加尔巴即便仅在选定自己私人财产的继承人时,也绝不可能选择奥托。
- 21.2ἐπίδοξος ἦν ἔτους ἀρχῇ τὸν διάδοχον ἀναγορεύσειν
形容词 ἐπίδοξός εἰμι 与将来时不定式(ἀναγορεύσειν)连用的个人构式(personal construction),意为“预计将要宣布……”。尽管在含义上与非人称构式等同,但主语加尔巴在此被作为形容词 ἐπίδοξος 的语法主语。
- 21.2ἡδέως εἶχε τὸν Ὄθωνα παρʼ ὁντινοῦν ἄλλον ἀναγορευθῆναι
熟语 ἡδέως ἔχω 与带宾格主语的不定式(τὸν Ὄθωνα ἀναγορευθῆναι)连用,意为“欣然乐见奥托被宣布……”。介词短语 παρʼ ὁντινοῦν ἄλλον 中的 παρὰ 接宾格表示比较与优先,意为“相比任何其他人而言”。
