- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:20.1-20.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在卢西塔尼亚施政温和的奥托率先响应加尔巴的反叛,资助金银并赠送得力仆从,并在随行进军途中极力结纳维尼乌斯与受宠的解放民,同时厚赂卫队以笼络军心。
Σενέκαν δὲ εἶχεν εὔνουν κἀκείνου τὸν Νέρωνα πείσαντος καὶ παραινέσαντος ἐξεπέμφθη Λυσιτανῶν στρατηγὸς ἐπὶ τὸν Ὠκεανόν. καὶ παρέσχεν ἑαυτὸν οὐκ ἄχαριν οὐδὲ ἐπαχθῆ τοῖς ὑπηκόοις, εἰδὼς φυγῆς ὑποκόρισμα καὶ παρακάλυμμα τὴν ἀρχὴν αὐτῷ δεδομένην.
然而奥托得到了塞涅卡的善意支持,由于塞涅卡劝说并劝告尼禄,他被派往大洋之滨出任卢西塔尼亚的总督。奥托自知这任命予他的职权不过是流放的委婉美名与掩护,故而使自己在臣民面前既非不近人情,亦不横征暴敛。
ἀποστάντος δὲ Γάλβα πρῶτος αὐτῷ προσεχώρησε τῶν ἡγεμόνων, καὶ φέρων ὅσον εἶχεν ἐν ἐκπώμασι καὶ τραπέζαις ἄργυρον καὶ χρυσὸν ἔδωκε κατακόψαι ποιουμένῳ1 νόμισμα, καὶ τῶν οἰκετῶν ἐδωρήσατο τοὺς εἰθισμένους περὶ δίαιταν ἡγεμόνι ἐμμελῶς ὑπουργεῖν. καὶ τὰ ἄλλα πιστὸς ἦν αὐτῷ, καὶ διδοὺς πεῖραν οὐδενὸς ἧττον ἐδόκει πραγμάτων ἔμπειρος εἶναι· καὶ βαδίζοντι τὴν ὁδὸν ἅπασαν ἐφʼ ἡμέρας πολλὰς συνοχούμενος διετέλεσεν.
在加尔巴起兵反叛时,奥托是各省长官中第一个归附于他的人;他将自己所有的饮器与餐具金银全数带来,交给正在铸造钱币的加尔巴以备熔毁铸币,并将家中素常熟练侍奉统帅起居的仆从馈赠于他。在其余各方面他也对加尔巴忠心耿耿,接受考验时显出的干练亦不逊色于任何人;并且在长达多日的进军途中,他始终与加尔巴共乘同一辆车前行。
ἐν δὲ τῇ συνοδίᾳ καὶ τῇ συνηθείᾳ τὸν Οὐίνιον ἐξεθεράπευσεν ὁμιλίᾳ καὶ δώροις, μάλιστα δὲ τῶν πρωτείων ὑφιέμενος αὐτῷ τό γε μετʼ ἐκεῖνον δύνασθαι διʼ ἐκεῖνον εἶχε βεβαίως,2 τῷ δὲ ἀνεπιφθόνῳ περιῆν, προῖκα συμπράττων πάντα τοῖς δεομένοις, καὶ παρέχων ἑαυτὸν εὐπροσήγορον καὶ φιλάνθρωπον ἅπασι. πλεῖστα δὲ τοῖς στρατιωτικοῖς συνελάμβανε καὶ προῆγε πολλοὺς ἐφʼ ἡγεμονίας, τὰ μὲν αἰτούμενος ἀπὸ τοῦ αὐτοκράτορος, τὰ δὲ τὸν Οὐίνιον καὶ τοὺς ἀπελευθέρους παρακαλῶν Ἴκελον καὶ Ἀσιατικόν οὗτοι γὰρ ἦσαν ἐν δυνάμει μάλιστα τῶν περὶ τὴν αὐλήν. ὁσάκις δὲ τὸν Γάλβαν εἱστία, τὴν παραφυλάττουσαν ἀεὶ σπεῖραν ἐδέκαζε χρυσοῦν ἑκάστῳ διανέμων, οἷς τιμᾶν αὐτὸν ἐδόκει καταπολιτευόμενος3 καὶ δημαγωγῶν τὸ στρατιωτικόν.
在这段同路行军与密切往来中,奥托以交谈和礼物竭力巴结维尼乌斯,尤其是通过将首位让给维尼乌斯,使得自己借其羽翼稳固握有仅次于他的权势;而在不招嫉恨上他更占上风,因他无偿为有所求者代办一切,并待人谦逊和蔼、宽仁有礼。他最为竭力结好士兵,将许多人提拔至指挥之位,有些是直接向皇帝请求,有些则是恳托维尼乌斯以及解放民伊克卢斯与阿西亚蒂库斯所致——因为这些人在宫廷周围的人当中权势最大。每逢他宴请加尔巴时,便向守卫的步兵大队每人分发一枚金币予以收买,表面上看似以此举尊崇加尔巴,实则借此挖其墙脚并笼络军心。
- 20.2ποιουμένῳ
现在分词与格 ποιουμένῳ 修饰间接宾语加尔巴,意为“给正在铸造钱币的他”。不定词 κατακόψαι(融毁、熔炼)作为目的不定式依附于动词 ἔδωκε,全句构成“交给正在铸币的加尔巴以备熔化铸币”的结构。
- 20.3μάλιστα δὲ τῶν πρωτείων ὑφιέμενος αὐτῷ τό γε μετʼ ἐκεῖνον δύνασθαι διʼ ἐκεῖνον εἶχε βεβαίως
该句核心结构是由定冠词引导的中性不定式短语 τό γε μετʼ ἐκεῖνον δύνασθαι(居于他之后的权势)充当动词 εἶχε βεβαίως(稳固地保有)的直接宾语(宾格)。分词短语 τῶν πρωτείων ὑφιέμενος αὐτῷ 意为“通过把首位让给他”,精准刻画出奥托通过维尼乌斯(διʼ ἐκεῖνον)确立自身次席地位的政治手腕。
- 20.4οἷς τιμᾶν αὐτὸν ἐδόκει καταπολιτευόμενος
关系代词与格中性复数 οἷς 指代前述分发金币之举,表示手段(“凭借这些手段……”)。分词 καταπολιτευόμενος(在政治上算计/拆台)与 δημαγωγῶν(笼络诱引)表述了奥托真正的作为,与插入性的 ἐδόκει(表面上显得)形成对照,表现出“表面上看似以此尊崇加尔巴,实则借此挖其墙脚”的双重意图。
